Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἐν Ναζιανζῷ πολίτας

Γρηγόριος ὁ Ναζιανζηνός

Το καθήκον της υπακοής στις κοσμικές εξουσίες

Προτροπές προς τους πολίτες για αποδοχή της πνευματικής νουθεσίας και υποταγή στους άρχοντες χάριν της κοινωνικής ευταξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Εἴπω συντόμως, μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν. Ϛʹ. Ὑποτασσώμεθα καὶ Θεῷ καὶ ἀλλήλοις, καὶ τοῖς ἐπὶ γῆς ἄρχουσιν· Θεῷ διὰ πάντα, διὰ τὴν φιλαδελφίαν ἀλλήλοις, δι᾽ εὐταξίαν τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. Δεινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Ἔστι καὶ οὗτος εἷς τῶν ἡμετέρων νόμων, καὶ οὗτος τῶν ἐπαινουμένων, καὶ κάλλιστα διατεταγμένων τῷ Πνεύματι, τὸ δυνατὸν μετὰ τοῦ καλοῦ δοκιμάσαντι, καὶ νομοθετήσαντι, ὥσπερ δούλους ὑπακούειν δεσπόταις, καὶ γυναῖκας ἀνδράσι, καὶ Κυρίῳ τὴν Ἐκκλησίαν, καὶ μαθητὰς ποιμέσι καὶ διδασκάλοις· οὕτω δὲ καὶ πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ὡς ὑποτελεῖς φόρου τυγχάνοντας· καὶ μὴ κακοποιοῦντας μισεῖν τὸν νόμον, μηδὲ ἀναμένειν τὴν μάχαιραν, ἀλλὰ τῷ φόβῳ καθαιρομένους ἐπαινεῖσθαι ὑπὸ τῆς ἐξουσίας.

Ζʹ. Μία καὶ ἡ αὐτὴ στάθμη· ἀλλὰ φείδεται μὲν τοῦ ὀρθοῦ, περικόπτει δὲ τὸ περιττόν. Εἷς ἥλιος· ἀλλὰ φωτίζει μὲν τὴν ὑγιαίνουσαν ὄψιν, ἀμαυροῖ δὲ τὴν ἀσθενοῦσαν. Βούλει τι καὶ τῶν ἡμετέρων εἴπω θαῤῥήσας;

Εἷς Χριστός· ἀλλ᾽ εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν· πτῶσιν μὲν τοῖς ἀπίστοις, ἀνάστασιν δὲ τοῖς πιστεύουσι· καὶ τοῖς μὲν ἔστι πέτρα προσκόμματος, καὶ πέτρα σκανδάλου, ὅσοι μὴ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἀλλ᾽ ἐν σκότει διαπορεύονται, εἴτε εἰδώλοις θρησκεύοντες, εἴτε μέχρι τοῦ γράμματος διαβλέποντες, καὶ ὑπὲρ τοῦτο αὐγασθῆναι μήτε θέλοντες, μήτε ἰσχύοντες· τοῖς δὲ λίθος ἀκρογωνιαῖος, καὶ πέτρα ἐπαινουμένη, ὅσοι συνδεσμοῦνται τῷ λόγῳ, καὶ ἐπ᾽ αὐτῆς βεβήκασιν· εἰ βούλει δὲ, ὁ μαργαρίτης ἐκεῖνος, ὃν πάντων ὧν ἔχει ὠνεῖται ὁ καλὸς ἔμπορος. Ἡμεῖς δὲ τοιοῦτόν τι πάσχομεν, ἀδελφοὶ, μὴ τὰ ἑαυτῶν κατορθοῦντες, ἀλλὰ πρὸς τὴν ἐξουσίαν δυσχεραίνοντες· ὥσπερ ἂν εἴ τις αἰτιῷτο τὸν ἀγωνοθέτην ὡς μοχθηρὸν, αὐτὸς ἐκπαλαίων· ἢ τὸν ἰατρὸν ὡς ἀμαθῆ καὶ θρασὺν ταῖς τομαῖς καὶ ταῖς καύσεσι κεχρημένον, αὐτὸς πονήρως διακείμενος, καὶ τῶν αὐστηροτέρων δεόμενος φαρμάκων. Ταῦτά μοι πρὸς τοὺς ἀρχομένους παραμυθία τε ἅμα καὶ νουθεσία· ταῦτα ὁ πενιχρὸς ποιμὴν καταρτίζων τὸ μικρὸν ποίμνιον, ᾧ χαίροντι συνευθυμεῖν, καὶ σκυθρωπάζοντι συστενάζειν, τῆς ἐμῆς ποιμαντικῆς ὁ νόμος.