Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Σύγκρισις βίων

Γρηγόριος ὁ Ναζιανζηνός

Η απόφαση του κριτή και η τελική προτροπή

Καθορισμός των κριτηρίων αξιολόγησης, τελική απόφαση υπέρ του πνευματικού βίου και καταληκτήριος λόγος για την ιεραρχική αλλά αδελφική συνύπαρξη των δύο βίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Τί τἆλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν τὴν ψῆφον οὐ φορητόν, ὥς γέ μοι δοκεῖ. οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. ἴσον δ᾽ ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. ἀρκεῖ θεός μοι, κἂν τὰ πάντ᾽ ἄλλος φέρῃ· τοῦτ᾽ εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. [Κ.] Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; [Π.] τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; καὶ γὰρ κατορθοῦν ἐστιν ἀμφοῖν καὶ πεσεῖν. ἴσον πρὸς ἶσον, ἀλλ᾽ ἐγὼ χείρους πολὺ τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. ἐκεῖνο δ᾽ αἰτῶ μὴ λογίζεσθαι βίῳ, εἴ τις κάκιστος, τῷ βίῳ γὰρ δυσμενής, σκοπεῖν δ᾽ ἐφ᾽ αὑτοῦ καὶ διακρίνειν τὸ πᾶν καλῶν θ᾽ ὁμοίως καὶ κακῶν καταντίον καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταρρέπειν, οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον. γνοίης δ᾽ ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον. μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππῳ κακῷ ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου ἄριστον ἄνδρα τῷ κακίστῳ τῶν ἐμῶν. κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. εἰ δ᾽ ἄκρον ἄκρῳ καὶ κακὸν θείης κακῷ ἐναντίους, μάθοις ἄν, ὁππόσον κρατῶ. σκόπει κἀκεῖνο· ἶσον ἐν παντὶ χρόνῳ τὸ πταῖσαν ὑμῖν καὶ παρ᾽ ἡμῖν τὸ κρατοῦν. μίαν δέ φασιν οὐ φέρειν χελιδόνα ἔαρ τὸ τερπνόν, οὐδὲ γῆρας τὴν τρίχα. τί φῄς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; [Κρ.] Δίδωμι· πῶς δ᾽ οὔ;

τηνικαῦτ᾽ οἰήσομαι χρῆναι προτιμᾶν τὸν κάτω τοῦ σοῦ βίου, ὅταν θεῷ βροτῶν τιν᾽ ἰσώσω μανείς· εἰ δ᾽ οὐ μανήσομ᾽, οὐδὲ τοῦτο πείσομαι. ἀλλ᾽ ἄπιτε· λῷον δ᾽ ἢν ἔχητ᾽ εἰρηνικῶς ἄμφω πρὸς ἀλλήλους τε καὶ θεὸν μέγαν, σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, σὺ δ᾽ ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει ἔχειν τὰ δεύτερ᾽; οὐδὲ τοῦτ᾽ ἀτιμία. οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος.