Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Σύγκρισις βίων

Γρηγόριος ὁ Ναζιανζηνός

Σύγκριση της στάσης απέναντι στις θλίψεις και την Έσχατη Κρίση

Αντιπαραβολή του πνευματικού και του κοσμικού βίου ως προς την αντιμετώπιση των θλίψεων, την αμαρτία, τις βιοτικές μέριμνες και την προοπτική της Έσχατης Κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ἄθρει δ᾽ ἕκαστον ἀνθ᾽ ἑκάστου συντόμως ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων κριτής, εἰ μὴ φέρειν σοι καὶ τόδ᾽ ὕβριν φαίνεται, ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον ἢ πνεῖν τὸν αὐτὸν ἀέρ᾽ ἢ κλῆσιν μίαν καλεῖσθ᾽, ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. φθονεῖς ἀρίστοις καὶ κακοῖς, οἰκτίζομαι· κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος· διαπτύεις πένητας ὡς ἄλλου θεοῦ· ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν ἥξοντας. ἄλλη δευτέρα πλάσις τρόπος. χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι· μένει γὰρ οὐδέν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ. νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ᾽ ἡμέρα· χαρὰν δὲ λύπη καὶ τὰ τερπνὰ συμφορὰν ἔστησεν· οὔκουν ὡς παγίοις προσεκτέον.

Σοὶ δεινὸν οὐδέν, οὐδὲ τῶν ἄγαν κακῶν· τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾶν ἐνίσταται. ἐμοὶ δὲ πένθος καὶ τὰ μικρὰ φαίνεται· θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία. πῶς δ᾽ ἂν φέροιμι ζημιούμενος θεόν; σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν δέσις, ἡδεῖς δ᾽ ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι· πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς· ἐμοὶ δ᾽ ἄϋπνον τοῦ βίου πλεῖστον μέρος· κεντοῦσι γάρ με καὶ καθεύδονθ᾽ οἱ πόνοι, ἂν δ᾽ ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, κρίσις, δικαστὴς ἄρροπος, ἔντρομος στάσις, πηγὴ παφλάζουσ᾽ ἔνθεν ἀσβέστου πυρός, σκώληξ ἐκεῖθεν ἐσθίων ἀειδίως· μέσον συνειδός, ἄγραφος κατήγορος.

Θεὸς θεός σοι, ἢν φέρῃ τὰ δεξιά· ἐμοὶ σεβαστός, κἂν φέρῃ τἀναντία. τὸ γάρ με κάμνειν φάρμακον σωτηρίας. ὅσον πιέζομ᾽, ἔρχομαι τόσῳ πέλας θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει θεῷ. καὶ γὰρ στρατοῦ διωγμὸς εἰς τείχη φέρει.

Παῖδες, γυνή σοι καὶ φίλοι παρήγοροι, ἃ καὶ μεθίσταθ᾽ ἡ μεγίστη συμφορά. ἐμοὶ δ᾽ ἔρεισμα καὶ παραψυχὴ θεὸς πεινῶντι καὶ ῥιγοῦντι καὶ στενουμένῳ. ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, πάτει, βιάζου· μικρὸν ὑβρίσεις χρόνον. θεῷ φέρω τὰ πάντα, πρὸς ὃν καὶ βλέπω. πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· ἐκεῖ καθίσταμ᾽· οὐδὲν οἶδα τῶν κάτω. οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι.