Χρυσός, λίθοι, ποικίλματ᾽, ἐσθῆτος βαφαὶ ζῳογράφου τε πορφύρας ἀντιχρόου τοίχων, ὀρόφων καὶ ψηφίδος ποδοτριβοῦς· ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς εἰρχθείς, ὅθεν προῆλθεν, ἄξιος τάφων, ὁ δ᾽ ἐν προθήκῃ καὶ προσαστράπτων πότοις· ἵπποι, τάπητες, ἅρμαθ᾽, ἁρματηλάται, κύνες, κυνηγοί, θηρίων ἰχνεύμονες· καὶ ταῦτα δὴ τὰ τερπνὰ δεσποίνης κακῆς, γαστρός, πόρου τε πανδόχου, λαιμοῦ χάρις· στρῶται, θυρωροί, κλήτορες, κοιμήτορες, ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, γεῦσται, σκιασταί· νευμάτων ἐπίσκοποι, λοῦσται, κερασταὶ δακτύλων ὑψώμασιν, κουρὰν γυναῖκες· ὀμμάτων ἡδύσματα· τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.