Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου
Προετοιμασία της Θείας Κοινωνίας και Κλάση
Οι ευχές του διαμερισμού των δώρων, η Κυριακή Προσευχή και οι ικεσίες καθαρισμού του λαού πριν από τη συμμετοχή στο μυστήριο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προετοιμασία της Θείας Κοινωνίας και Κλάση
Οι ευχές του διαμερισμού των δώρων, η Κυριακή Προσευχή και οι ικεσίες καθαρισμού του λαού πριν από τη συμμετοχή στο μυστήριο.
Προοίμιον τῆς κλάσεως. Ὁ ἱερεὺς λέγει. Ἰησοῦ Χριστὲ, τὸ σωτήριον ὄνομα, ὁ τὰ θεῖα καὶ ἄχραντα καὶ ἐπουράνια ταῦτα μυστήρια διατυπώσας· ὁ τοὺς μὲν ἱερεῖς ἐν τάξει ὑπηρετῶν στήσας· διὰ δὲ τῆς ἀοράτου σου δυνάμεως αὐτὰ μεταστοιχειώσας. Ὁ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐπιφαινόμενος, καὶ τοῖς γνησίως προσιοῦσι διὰ σεαυτοῦ * παρέχοντος.
Ὁ τότε εὐλογήσας, καὶ νῦν εὐλόγησον. Ὁ τότε ἁγιάσας, καὶ νῦν ἁγίασον. Ὁ τότε κλάσας, καὶ νῦν διάθρεψον. Ὁ τότε διαδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ νῦν, Δέσποτα, διάδος ἡμῖν καὶ παντὶ τῷ λαῷ σου, φιλάνθρωπε, παντόκρατορ, Κύριε ὁ Θεὸς ἡμῶν.
Ὁ διάκονος λέγει. Προσεύξασθε. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
Εὐχὴ τῆς κλάσεως. Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος· ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· ὁ ἄρτος, ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ὁ μέγας ἀρχιερεὺς, ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν· τὸ φῶς ἀληθινὸν τὸ πρὸ πάντων αἰώνων. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ ἰδίου σου Πατρός· ὁ εὐδοκήσας καὶ καταξιώσας κατελθεῖν ἐκ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ, ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς, καὶ ἀληθινοῦ καὶ ἀοράτου μόνου Πατρός. Σαρκωθεὶς δὲ ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου, ἁγίας δεσποίνης ὑμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ τελέως ἐνανθρωπήσας· καὶ κατὰ μετάστασιν, τὴν ἀνθρωπότητα ἀναλλοιώσας· ἑνώσας ἑαυτῷ καθ᾽ ὑπόστασιν, ἀφράστως καὶ ἀπερινοήτως, ἀτρέπτως δὲ καὶ ἀσυγχύτως, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν, οὕτως προῆλθες ἐξ αὐτῆς θεανθρωπωθείς· ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Οὐ δύο πρόσωπα οὖν, οὐδὲ δύο μορφὰς ἤγουν, οὐδὲ ἐν δυσὶ φύσεσι γνωριζόμενος, ἀλλ᾽ εἷς Θεὸς, εἷς Κύριος, μία οὐσία, μία βασιλεία, μία δεσποτεία, μία ἐνέργεια, μία ὑπόστασις, μία θέλησις, μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη.
Σταυρωθεὶς δὲ ὑπὸ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν· παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν τῇ δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πατρὸς, πατήσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύσας, συντρίψας πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, καὶ τὸν αἰχμάλωτον Ἀδὰμ ἀνακαλεσάμενος ἐκ φθορᾶς, καὶ ἡμᾶς ἐλευθερώσας ἐκ τῆς τοῦ διαβόλου δουλείας.
Δι᾽ ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ, καταξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ τολμᾷν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν, κ. τ. λ.
Εὐχὴ ἄλλη τῆς κλάσεως. Σὺ γὰρ εἶ ὁ Λόγος τοῦ Πατρὸς, ὁ προαιώνιος Θεὸς, ὁ μέγας Ἀρχιερεὺς, ὁ ἐπὶ σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων σαρκωθεὶς καὶ ἐνανθρωπήσας, καὶ προσκαλεσάμενος ἑαυτῷ ἐκ πάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸν εἰς περιποίησιν. Δι᾽ ὃ δεόμεθα, καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, μὴ εἰς ἔλεγχον καὶ ὄνειδος, μὴ εἰς κρῖμα, μηδὲ εἰς κατάκριμα τῶν ἡμετέρων ἁμαρτιῶν γενηθήτω ἡ θυσία αὐτή· ὑπὲρ γὰρ * τῶν ἀσθενειῶν ἡμῶν προσηνέγκαμεν· ἀλλ᾽ ὥσπερ τὰ πανάγιά σου τίμια δῶρα ταῦτα πάσης ἁγιωσύνης ἐμπλῆσαι κατηξίωσας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος ἐπ᾽ αὐτῶν, οὕτως καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, δούλων σου, ἁγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα, τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως πεφωτισμένῃ ψυχῇ, ἀνεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρᾷ, συνειδήσει ἀνυποκρίτῳ, ἡγιασμένοις χείλεσιν, ἀγάπῃ τελείᾳ, ἐλπίδι ἀσφαλεῖ, τολμῶμεν μετὰ παῤῥησίας, ἄνευ φόβου, λέγειν τὴν ἁγίαν προσευχὴν, ἣν μετέδωκας τοῖς ἰδίοις τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς ἀποστόλοις. Ὅταν προσεύχησθε, οὕτως προσεύχεσθε ὑμεῖς. Πάτερ ἡμῶν, κ. τ. λ.
Ὁ λαὸς λέγει. Ἁγιασθήτω.
Εὐχὴ ἄλλη τῆς κλάσεως. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ λυτρωτὴς τῆς ἑαυτοῦ Ἐκκλησίας· ὦ Λόγε, ὃν προνοοῦσιν αὐτὸν, καὶ ἄνθρωπε, ὃν προθεωροῦσιν αὐτόν. Ὁ διὰ τῆς ἀκαταλήπτου αὐτοῦ σαρκώσεως, ἑτοιμάσας ἡμῖν ἄρτον ἐπουράνιον, τοῦτο τὸ σῶμά σου, ὃν ἔθου ἐν μυστήριον* καὶ πανάγιον ἐν τοῖς ἅπασιν. Ἐκέρασας ἡμῖν ποτήριον ἐξ ἀμπέλου ἀληθείας, ἐκ θείας καὶ ἀχράντου σου πλευρᾶς. Ὁ καὶ μετὰ δεδωκέναι τὸ πνεῦμα ἐκχέων ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ, οἷς ἁγιασμὸς τῷ κόσμῳ παντί. Κτῆσαι ἡμᾶς, ἀγαθὲ Κύριε, τοὺς ἀναξίους δούλους σου· ποίησον ἡμᾶς λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἁγίασον καὶ ἡμᾶς, ὁ Θεὸς, ὥσπερ ἡγίασας τὰ προκείμενα καὶ ἅγια δῶρα ταῦτα, καὶ ἐποίησας αὐτὰ ἀόρατα ἐκ τῶν ὁρατῶν, μυστήρια ὧν* προνοοῦσιν, αὐτά σοι, Κύριε ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός. Σὺ οὖν, Κύριε, διὰ τῆς πολλῆς σου εὐσπλαγχνίας κατηξίωσας ἡμᾶς διὰ τοῦ βαπτίσματος γενέσθαι εἰς υἱοὺς καὶ κληρονόμους.
Ἐδίδαξας ἡμᾶς τὸν τύπον τῆς προσευχῆς ὅς ἐστιν ἐμμυστήριος, τοῦ προσεύχεσθαι ἐν αὐτῇ τὸν ἄχραντόν σου Πατέρα. Σὺ οὖν καὶ νῦν, δέσποτα Κύριε, καταξίωσον ἡμᾶς ἐν ἁγιασμένῃ συνειδήσει, καὶ λογισμῷ ἀγαθῷ ὃν πρέπει ..... πόθῳ καὶ παῤῥησίᾳ ἀγαθῇ τολμᾷν ἐπικαλεῖσθαι τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν, Πατέρα σου, καὶ λέγειν.
Ὁ λαὸς λέγει. Πάτερ ἡμῶν. Καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει. Ναὶ, Κύριε, Κύριε, ὁ δεδωκὼς ἡμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ, σύντριψον καὶ καθυπόταξον τὰς κεφαλὰς τῶν ἐχθρῶν ἡμῶν ὑπὸ τοὺς πόδας ἐν τάχει, καὶ πᾶσαν τὴν κακότεχνον αὐτῶν ἐπίνοιαν τὴν καθ᾽ ἡμῶν διασκέδασον, ὅτι σὺ εἶ βασιλεὺς ἡμετέρων* πάντων, Χριστὲ ὁ Θεός· καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστείαν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν, καθ᾽ ἑκάστην ἡμέραν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Ὁ διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν.
Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ κλίνας οὐρανοὺς καὶ κατελθὼν ἐπὶ τῆς γῆς, εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ τῆς σῆς χάριτος πᾶσαν ἐξαπλώσας τὴν εὐθηνίαν· ὁ ποιῶν πάντα ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα, ἢ νοοῦμεν· φιλάνθρωπε, ἀγαθὲ, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἀόρατον, τὴν εὐλογημένην, τὴν μεστὴν ἐλέους καὶ οἰκτιρμῶν, καὶ εὐλογῶν εὐλόγησον τοὺς δούλους σου, καὶ καθάρισον αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ ποίησον ἡμᾶς μετόχους καὶ συσσώμους γενέσθαι τῇ σῇ χάριτι, ὅπως ἐν ἁγιότητι καὶ δικαιοσύνῃ σοι τὴν ἱκεσίαν προσάγοντες*, καὶ σοὶ πρέπει πᾶσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ ἐξουσία, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Εὐχὴ ἄλλη ὁμοίως. Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου τοῦ κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς τοὺς ἐπικλίναντάς σου. Ὁ ἄνω τῷ πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου, καὶ δι᾽ ἡμῶν παντὶ τῷ λαῷ. Σὺ γὰρ εἶ ὁ κλῶν καὶ κλώμενος, καὶ ἄκλαστος· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Ὁ διάκονος λέγει. Πρόσχωμεν Θεῷ μετὰ φόβου.
Εὐχὴ τῆς ἐλευθερίας Εἰρήνη πᾶσιν. Ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ πανάσπιλον αὐτοῦ αἷμα διαχύσας ἐπὶ τὴν τοῦ κόσμου ζωὴν, καὶ εἰς λύτρον καὶ ἀντάλλαγμα πάντων, ἑαυτὸν παρέδωκας, ἐκ θανάτου λυτρωσάμενος, ἐν ᾧ κατειχόμεθα, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν. Ὁ τῶν φοβουμένων αὐτὸν ποιῶν τὸ θέλημα, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, καὶ σώζων αὐτούς. Ὁ τοῦ δικαίου Ἰὼβ εἰσακούσας ἀνιστάμενος τὸ πρωῒ καὶ ὑπὲρ * παιδίων φίλτρων θυσίας προσαγαγὼν εἰπὼν, μήπως ἐνενόησαν υἱοί μου πονηρὰ ἐν τῇ καρδίᾳ αὐτῶν ἔναντι Θεοῦ. Καὶ ἐμοῦ τοῦ ἐλεεινοῦ καὶ ἁμαρτωλοῦ, καὶ ἀχρείου σου δούλου, ἱκετεύω ὑπὲρ τῶν σῶν οἰκετῶν, πατέρων μου καὶ ἀδελφῶν, καὶ ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος. Εὐμενεῖ προσώπῳ καὶ γαληνῷ ὄμματι, ἔπιδε ἐφ᾽ ἡμᾶς ἐν ταύτῃ τῇ ὥρᾳ· καὶ πάρες οὖν ἡμῖν πᾶσαν ἀθετηρίαν, καὶ πᾶσαν παράβασιν, καὶ παρακοὴν νόμου καὶ τῶν σῶν ἐντολῶν· ἔτι δὲ καὶ πᾶσαν συνείδησιν, καὶ πᾶσαν ἐνθύμησιν, καὶ πάσαις * πράξεσι, καὶ πάσαις κινήσεσι γεγωνυίαις ἐν ἑαυτοῖς, ἡμερικῶς τε καὶ νυκτερικῶς ἐπιδῆσαι καὶ κατακρατῆσαι κατὰ τῆς ψυχῆς. Καὶ ἀθώοσον αὐτοὺς ἀπὸ πάσης συνειδήσεως πονηρῶν, καὶ πάσης ἀκάρπου πράξεως, καὶ παντὸς λογισμοῦ πεπυρωμένου .....* ἐστὶν βέβηλα παρὰ τὴν τῆς ψυχῆς καθαρότητα. Χάρισαι αὐτῶν τὴν τῶν ἁμαρτιῶν ἐπίγνωσιν, καὶ τελείως ἀπέχεσθαι ἀπ᾽ αὐτῶν.
Δώρησαι αὐτοῖς μετανοίας ἁγνότητος*, καὶ τὴν εἰς σὲ ἐπιστροφήν· σὺ γὰρ, Δέσποτα Κύριε, ἐπτώχευσας ἑκουσίως ἐν τῷ σε σαρκωθῆναι, διὰ τὴν τοῦ γένους ἡμῶν σωτηρίαν· καὶ διέῤῥηξας τὸ καθ᾽ ἡμῶν χειρόγραφον, διὰ τὴν ἐπὶ τοῦ σταυροῦ τῶν θείων σου παλάμων ἐφάπλωσιν. Φεῖσαι πάντων, Δέσποτα φιλόψυχε, ὅτι τὰ σύμπαντα δοῦλα σὰ, καὶ παρὰ σοῦ ἡμέτερα ἀφετήρια, καὶ οὐδὲν τῶν ἐπιτηδευμάτων τῶν χειρῶν ἡμῶν· δι᾽ ὃ τὴν σὴν βασιλείαν δοξάζομεν καὶ ἀνυμνοῦμέν σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἅτινα ν... λου... ων... θορων.
Πάσαις ἡμέραις ἕως αἱρετικῶν καὶ ἐθνικῶν. Ἔμπλησον ἡμᾶς τοῦ σοῦ φόβου, καὶ κατεύθυνον εἰς τὸ ἀγαθόν σου θέλημα· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις. Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.