Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου

Γρηγόριος ὁ Ναζιανζηνός

Ευαγγέλιο και προπαρασκευαστικές ευχές του μυστηρίου

Οι ευχές του Ευαγγελίου, του καταπετάσματος, του ασπασμού της ειρήνης και ο εναρκτήριος διάλογος της Αγίας Αναφοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 7

Εὐχὴ τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν. Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς σου ἀποστόλοις εἰπὼν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν γὰρ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει. Καὶ καταξιωθείημεν ἄρτι τοῦ ἀκοῦσαι καὶ ποιῆσαι τὰ ἅγιά σου Εὐαγγέλια, ταῖς λιταῖς τῶν ἱερῶν σου.

Μνημόνευσον οὖν, Δέσποτα, καὶ νῦν, πάντων τῶν ἐντειλαμένων ἡμῖν ἀναξίοις, τοῦ μνημονεύειν αὐτῶν εἰς τὰς δεήσεις ἡμετέρας, καὶ τὰς αἰτήσεις, ἃς ἀναβιβάζομέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν. Τοὺς προτετελευτηκότας, ἀνάπαυσον αὐτούς· κάμνοντας, ἔῤῥωσον αὐτούς· σὺ γὰρ εἶ ζωὴ ἡμῶν πάντων, καὶ σωτηρία ἡμῶν πάντων· καὶ ἐλπὶς ἡμῶν πάντων, καὶ ἴασις ἡμῶν πάντων, καὶ ἀνάστασις οἰκεία πάντων ἡμῶν· καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ παντοκράτορί σου, καὶ παντεπόπτῃ τεκόντι καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.

Εὐχὴ τοῦ καταπετάσματος. Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι, ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης. Τὸ γὰρ διακονεῖν σοι, μέγα καὶ φοβερὸν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν ἀπρόσιτον. Ἀλλ᾽ ὅμως διὰ τὴν ἄφατον καὶ ἄμετρόν σου φιλανθρωπίαν, ἀτρέπτως, καὶ ἀναλλοίως γέγονας ἄνθρωπος, καὶ ἀρχιερεὺς ἡμῖν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ (εἶ*) δεσπόζεις τῶν ἐπουρανίων, καὶ ἐπιγείων καὶ τῶν καταχθονίων· ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος· ὁ τῶν σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ Ἰσραήλ· ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμενος.

Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν, καὶ εὐήκοον Θεὸν, ἐπίβλεψον ἐπ᾽ ἐμὲ τὸν ἁμαρτωλὸν, καὶ ἀχρεῖον δοῦλόν σου· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ ἱερουργῆσαι τὸ ἄχραντόν σου σῶμα, καὶ τὸ τιμιόν σου αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα· καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου· ἀλλ᾽ ἀξίωσόν με προσενεχθῆναί σοι τὰ δῶρα ταῦτα, ὑπ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου· Σὺ γὰρ εἶ ἁγιάζων καὶ ἁγιαζόμενος· προσφέρων τε καὶ προσφερόμενος· ὁ δεχόμενος καὶ δεκτός· ὁ διδοὺς καὶ διαδιδόμενος· καὶ σοὶ δόξαν ἀναπέμπομεν, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος.

Εὐχὴ ἄλλη καταπετάσματος παρ᾽ Αἰγυπτίοις. Κύριε ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ ἐτάζων καρδίας, καὶ νεφρούς· ὁ ἐμὲ τὸν ἀνάξιον καλέσας πρὸς τὴν σὴν λειτουργίαν ταύτην· μὴ βδελύξῃς με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ ἐξάλειψόν μου πάντα τὰ παραπτώματα, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπῖλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον, ἵνα μὴ ἱκετεύων σε δοῦναι ἄφεσιν ἄλλοις ἁμαρτιῶν, αὐτὸς ἀδόκιμος γένωμαι.

Ναὶ, Κύριε, μὴ ἀποστραφείης με τεταπεινωμένον καὶ κατησχυμμένον, ἀλλ᾽ ἐξαπόστειλόν μοι τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, καὶ ἀξίωσόν με παραστῆναι ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον ἀκατακρίτως, καὶ προσφέρειν σοι λογικὴν καὶ ἀναίμακτον προσφορὰν ταύτην, μετὰ συνειδήσεως καθαρᾶς, εἰς συγχώρησιν τῶν ἡμῶν ἁμαρτημάτων, καὶ τῶν παραπτωμάτων· καὶ εἰς ἄφεσιν τῶν τοῦ λαοῦ σου ἀγνοημάτων· εἰς ἀνάπαυσιν καὶ ἀναψυχὴν τῶν προκεκοιμημένων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ εἰς στηριγμὸν παντὸς τοῦ λαοῦ σου, εἰς δόξαν σὴν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος νῦν.

Εὐχὴ τοῦ ἀσπασμοῦ Εἰρήνη πᾶσιν. Ὁ ὢν, καὶ προὼν, καὶ διαμένων εἰς τοὺς αἰῶνας· ὁ τῷ Πατρὶ συναΐδιος καὶ ὁμοούσιος, καὶ σύνθρονος καὶ συνδημιουργός. Ὁ διὰ μόνην ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ἐν παραδείσῳ τρυφῆς. Ἀπάτῃ δὲ τοῦ ἐχθροῦ καὶ παρακοῇ τῆς σῆς ἐντολῆς παραπεσόντα, ἀνακαινίσαι βουλόμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀναγαγεῖν ἀξίωμα, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐ πατριάρχης, οὐ προφήτης τὴν ἡμῶν ἐνεχείρησας σωτηρίαν· ἀλλ᾽ αὐτὸς ἀτρέπτως σὰρξ γενόμενος, καὶ ἐνηνθρώπησας, κατὰ πάντα ὁμοιώθης ἡμῖν, ἐκτὸς μόνης τῆς ἁμαρτίας· μεσίτης ἡμῶν γενόμενος, καὶ τοῦ Πατρὸς, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὴν χρονίαν ἔχθραν καθελὼν, τὰ ἐπίγεια τοῖς ἐπουρανίοις συνῆψας, καὶ τὰ ἀμφότερα εἰς ἓν συνήγαγες καὶ τὴν ἔνσαρκον ἐπλήρωσας οἰκονομίαν. Καὶ μέλλων σωματικῶς ἐλαύνειν εἰς τοὺς οὐρανοὺς, θεϊκῶς τὰ πάντα πληρῶν, τοῖς ἁγίοις σου μαθηταῖς, καὶ ἀποστόλοις ἔλεγες· Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.

Ταύτην καὶ νῦν εἰρήνην ἡμῖν δώρησαι, Δέσποτα· χάρισαι παντὸς ἀποκάθαρον μολύσματος, παντὸς δόλου καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς· χάριτι τῆς εὐδοκίας τοῦ Πατρὸς, καὶ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος. Σὺ γὰρ εἶ ὁ χορηγὸς καὶ δοτὴρ πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν, τὴν ἀΐδιον δοξολογίαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.

Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ. Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡ φοβερὰ καὶ ἀπερινόητος δύναμις τοῦ Θεοῦ καὶ Πατρός· ὁ τοῦ φλογίνου θρόνου τῶν χερουβὶμ ὑπερκαθήμενος καὶ ὑπὸ πυρίνων δυνάμεων δορυφορούμενος, καὶ πῦρ καταναλίσκον ὑπάρχων ὡς Θεός· καὶ διὰ τὴν σὴν ἄφατον συγκατάβασιν καὶ φιλανθρωπίαν μὴ φλέξας τῷ προσεγγισμῷ τὸν δολερὸν προδότην, ἀλλὰ φιλικὸν αὐτὸν ἀσπασάμενος, ἕλκων αὐτὸν εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τοῦ ἰδίου τολμήματος. Καταξίωσον ἡμᾶς, Δέσποτα, ἐπὶ τῆς φρικτῆς ταύτης ὥρας, ἐν ὁμονοίᾳ καὶ δίχα παντὸς ἐν δύο θυμοῦ, καὶ λειψάνου κακίας ἀπολαβεῖν ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Καὶ μὴ κατακρίνῃς ἡμᾶς ὑπὲρ μὴ ὁλοτελῶς, καὶ καθὼς ἀρέσαι τῇ σῇ ἀγαθότητι, καθαρεύωμεν ἀπὸ πάσης τρυγὸς ἁμαρτίας καὶ πονηρίας καὶ τῆς θανατηφόρου μνησικακίας· ἀλλ᾽ αὐτὸς τῇ σῇ ἀφάτῳ, καὶ ἀνεκδιηγήτῳ εὐσπλαγχνίᾳ εἰδὼς τὸ πλάσμα ἡμῶν τὸ ἀσθενὲς, καὶ κάτω βρίθον, ἐξάλειψον πᾶσαν κηλίδα παραπτωμάτων ἡμῶν, ἵνα μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα ἡμῖν γένηται τὸ θεῖον τοῦτο μυστήριον. Σὺ γὰρ εἶ ὁ δυνάμενος πᾶσαν ἀφίειν ἁμαρτίαν, καὶ ὑπερβαίνειν ἀδικίας καὶ ἀνομίας τῶν ταλαιπώρων ἀνθρώπων, καθαρισμὸς τοῦ κόσμου παντὸς ὑπάρχων, καὶ σοὶ πρέπει ἡ παρὰ παντὸς συμφώνως δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι νῦν, κ. λ.

Καὶ γίνεται ἀσπασμός. Ὁ διάκονος λέγει· Στῶμεν καλῶς. Ὁ λαὸς λέγει· Ἔλεος εἰρήνης. Ὁ ἱερεὺς ἐκφωνήσει· Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς, καὶ ἡ χάρις τοῦ μονογενοῦς Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἡ κοινωνία, καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.

Ὁ λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει. Ἄνω σχῶμεν τὰς καρδίας. Ὁ λαὸς λέγει. Ἔχομεν πρὸς τὸν Κύριον. Ὁ ἱερεὺς λέγει. Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ὁ λαὸς λέγει. Ἄξιον καὶ δίκαιον. Ὁ ἱερεὺς λέγει. Ἄξιον καὶ δίκαιον, ἄξιον καὶ δίκαιον.