Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεολογικός λόγος β

Γρηγόριος ὁ Ναζιανζηνός

Η ασώματη και απερίγραπτη φύση του Θεού

Ανασκευή των αντιλήψεων περί σωματικότητας και χωρικού περιορισμού του Θεού, καθώς και ανάδειξη της ανεπάρκειας των αποφατικών προσδιορισμών για την ουσιαστική περιγραφή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 9

Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως. οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.

Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί· Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν᾽ ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος. εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερομένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον;

εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγιστος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος.

Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός. οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. ἀλλ᾽ εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται. τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περατοῦσθαι; ἀλλ᾽ ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν. ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖν ἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, —ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ᾽ ἕκαστον ἀπειπεῖν, —ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον.

ὁ δὲ ἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέσσαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μή ἐστιν ὅ ἐστιν ἐνδείξασθαι. ἢ τοῦτο μὲν παντὶ δῆλον.

Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν· πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν. εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. ἀλλ᾽ εἰ μὲν ἐν τῷ παντί, ἤ τινι, ἢ πανταχοῦ. καὶ εἰ μὲν ἔν τινι, ὑπ᾽ ἐλάττονος περιγραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περιγραφῆς ἐλεύθερον. ταῦτα μέν, εἰ ἐν τῷ παντί. καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ᾽ οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν; καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν· ἓν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις.

Τίνος οὖν ἕνεκεν ταῦτα διῆλθον. καὶ περιεργότερον ἴσως ἢ κατὰ τὰς τῶν πολλῶν ἀκοάς, καὶ κατὰ τὸν νῦν κεκρατηκότα τύπον τῶν λόγων, ὃς τὸ γενναῖον καὶ ἁπλοῦν ἀτιμάσας τὸ σκολιὸν καὶ γριφοειδὲς ἐπεισήγαγεν· ὡς ἐκ τῶν καρπῶν τὸ δένδρον γινώσκεσθαι, λέγω δὲ τὸ ἐνεργοῦν τὰ τοιαῦτα δόγματα σκότος ἐκ τοῦ ζόφου τῶν λεγομένων; οὐ γὰρ ἵνα καὶ αὐτὸς παράδοξα λέγειν δόξω, καὶ περιττὸς φαίνωμαι τὴν σοφίαν, πλέκων συνδέσμους καὶ διαλύων κρατούμενα· τοῦτο δὴ τὸ μέγα θαῦμα τοῦ Δανιήλ· ἀλλ᾽ ἵν᾽ ἐκεῖνο δηλώσαιμι, ὅ μοι λέγειν ὁ λόγος ἀπ᾽ ἀρχῆς ὥρμησεν. τοῦτο δὲ ἦν τί; τὸ μὴ ληπτὸν εἶναι ἀνθρωπίνῃ διανοίᾳ τὸ θεῖον, μηδὲ ὅλον ὅσον ἐστὶ φαντάζεσθαι· καὶ τοῦτο οὔτε διὰ φθόνον, —μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς καὶ κυρίας, καὶ μάλιστα τῶν ἑαυτοῦ κτισμάτων περὶ τὸ τιμιώτατον· τί γὰρ Λόγῳ πρὸ τῶν λογικῶν; ἐπεὶ καὶ αὐτὸ τὸ ὑποστῆναι τῆς ἄκρας ἀγαθότητος· —οὔτε εἰς τιμὴν ἑαυτοῦ καὶ δόξαν τοῦ πλήρους, ἵνα τῷ ἀνεφίκτῳ τὸ τίμιον ἔχῃ καὶ τὸ σεβάσμιον. τοῦτο γὰρ πάντως σοφιστικὸν καὶ ἀλλότριον, μὴ ὅτι θεοῦ, ἀλλ᾽ οὐδὲ ἀνθρώπου μετρίως ἐπιεικοῦς, καί τι δεξιὸν ἑαυτῷ συνειδότος, ἐκ τοῦ κωλύειν ἑτέρους τὸ πρωτεῖον πορίζεσθαι.