Τί οὖν; θεὸς τὸ πνεῦμα; πάνυ γε. τί οὖν, ὁμοούσιον; εἴπερ θεός. δὸς οὖν μοί, φησιν, ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱόν, τὸ δὲ οὐχ υἱόν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεόν. δός μοι καὶ σὺ θεὸν ἄλλον, καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς ὁ θεός, τε καὶ μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ τῶν περὶ σέ; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἠσαίας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς· ὅμως δὲ πειράσομαι, σὴν χάριν, κἀντεῦθεν δοῦναί τινα τῷ λόγῳ βοήθειαν. τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ, πολλὰ ἂν ἔχων ἐκ τῆς περὶ ζώων ἱστορίας εἰπεῖν, τὰ μὲν ἡμῖν γνώριμα, τὰ δὲ τοῖς ὀλίγοις, ὅσα περὶ τὰς τῶν ζώων γενέσεις ἡ φύσις ἐφιλοτεχνήσατο. γεννᾶσθαι γὰρ λέγεται, οὐκ ἐκ τῶν αὐτῶν τὰ αὐτὰ μόνον, οὐδὲ ἐξ ἑτέρων ἕτερα, ἀλλὰ καὶ ἐξ ἑτέρων τὰ αὐτά, καὶ ἐκ τῶν αὐτῶν ἕτερα. εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ ἄλλος ἐστὶ τρόπος γεννήσεως, αὐτό τι ὑφ᾽ ἑαυτοῦ δαπανώμενον καὶ τικτόμενον. ἔστι δὲ ἃ καὶ ἐξίσταταί πως ἑαυτῶν, ἐξ ἄλλων ζώων εἰς ἄλλα μεθιστάμενά τε καὶ μεταποιούμενα, φιλοτιμίᾳ φύσεως.