Ἀλλ᾽ ἐμοί, φησιν, ἐκεῖνα συναριθμούμενα λέγεται, καὶ τῆς αὐτῆς οὐσίας, οἷς συνεκφωνεῖται καταλλήλως καὶ τὰ ὀνόματα· οἷον, ἄνθρωποι τρεῖς, καὶ θεοὶ τρεῖς, οὐχὶ τρία τάδε καὶ τάδε. τίς γὰρ ἡ ἀντίδοσις; τοῦτο νομοθετοῦντός ἐστι τοῖς ὀνόμασιν, οὐκ ἀληθεύοντος. ἐπεὶ κἀμοὶ Πέτρος, καὶ Παῦλος, καὶ Ἰωάννης, οὐ τρεῖς, οὐδὲ ὁμοούσιοι, ἕως ἂν μὴ τρεῖς Πέτροι, καὶ τρεῖς Παῦλοι, καὶ Ἰωάνναι τοσοῦτοι λέγονται. ὃ γὰρ σὺ τετήρηκας ἐπὶ τῶν γενικωτέρων ὀνομάτων, τοῦτο καὶ ἡμεῖς ἀπαιτήσομεν ἐπὶ τῶν εἰδικωτέρων κατὰ τὴν σὴν ἀνάπλασιν. ἢ ἀδικήσεις, μὴ διδοὺς ὅπερ εἴληφας; τί δὲ ὁ Ἰωάννης, τρεῖς εἶναι τοὺς μαρτυροῦντας λέγων ἐν ταῖς καθολικαῖς, τὸ πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα; ἆρά σοι ληρεῖν φαίνεται, πρῶτον μὲν ὅτι τὰ μὴ ὁμοούσια συναριθμῆσαι τετόλμηκεν, ὃ τοῖς ὁμοουσίοις σὺ δίδως, —τίς γὰρ ἂν εἴποι ταῦτα μιᾶς οὐσίας; —δεύτερον δὲ ὅτι μὴ καταλλήλως ἔχων ἀπήντησεν, ἀλλὰ τὸ τρεῖς ἀρρενικῶς προθείς, τὰ τρία οὐδετέρως ἐπήνεγκε, παρὰ τοὺς σοὺς καὶ τῆς σῆς γραμματικῆς ὅρους καὶ νόμους; καίτοι τί διαφέρει, ἢ τρεῖς προθέντα ἓν καὶ ἓν καὶ ἓν ἐπενεγκεῖν, ἢ ἕνα καὶ ἕνα καὶ ἕνα λέγοντα μὴ τρεῖς ἀλλὰ τρία προσαγορεύειν; ὅπερ αὐτὸς ἀπαξιοῖς ἐπὶ τῆς θεότητος. τί δέ σοι ὁ καρκίνος, τό τε ζῶον, τό τε ὄργανον, ὅ τε ἀστήρ; τί δὲ ὁ κύων, ὅ τε χερσαῖος, καὶ ὁ ἔνυδρος, καὶ ὁ οὐράνιος;