Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Οι εμφανίσεις στους μαθητές και η διακήρυξη της νίκης επί του θανάτου

Η επιβεβαίωση των γεγονότων από τους μαθητές, η θριαμβευτική ομολογία του μυστηρίου της οικονομίας και η εμφάνιση του Χριστού κεκλεισμένων των θυρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 10 από 11

ΑΓΓΕΛΟΣ Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα τὴν νεκρέγερσιν κατορυσσόντων δόλῳ, ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνύσαι. Μὴ γοῦν ἀπίστει· πάντ᾽ ἀληθῶς γὰρ κλύεις, καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν. Κουστωδίας γάρ τινες ἐκφέρουσί που καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις· ἥξουσί σοι πολλοὶ δέ, καὶ τὸ πᾶν μάθῃς· θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν.

ΘΕΟΤΟΚΟΣ Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται· εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων ἄτην αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων, ψευδῆ τε καὶ μάταιά τ᾽ ἐννοουμένων. Πῶς γὰρ ἂν εἶρξε τάφος, ἢ σφραγὶς λίθου, ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου εἰς συγγένειαν Πατρὸς ἀμειφθὲν δέμας, ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον, τὸν αὐτόριζον, αὐτοπλάστην Δεσπότην φέρον φέροντα τὸν φέροντα πᾶν κράτει; ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας ἐξῆλθεν, ἀνέτειλεν ἐνθέῳ σθένει· οὐ γὰρ κορείης ἅμμα διέλυσέ πως.

Ἔτικτον αὐτόν, οἶδα δ᾽ ὡς ἐγεινάμην. Ἡ φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους; πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας; πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος; πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον, ὅλος τε παντί, πρός τ᾽ ἐμὴν ἦν γαστέρα;

Ταῦτ᾽ ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ. Ἡμεῖς δέ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον, στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν· πάντ᾽ ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις· αὐτοί τε συνδραμόντες ὄψονται μάλα.

ΧΟΡΟΣ Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ, θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον καὶ πάντ᾽ ἀκριβώσαντες, εἶπον τοῖς φίλοις, ὡς Μαγδάλ᾽ εἶπε Μαρία πιστουμένη, πρώτη δραμοῦσα, πάντ᾽ ἀκριβωσαμένη καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου.

ΘΕΟΤΟΚΟΣ Ναὶ ναὶ πρὸ πασῶν ἥδ᾽ ἔδραμεν ἐς τάφον, ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα, καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου, ἄρσιν τ᾽ ἔδοξε τήνδε νεκροῦ φιλτάτου καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν. Ἀλλ᾽ εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ᾽ ἔχει, καὶ τοῦτο μύσταις Μαρία δραμοῦσ᾽ ἔφη· Πέτρος δ᾽ ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον, ξυνέδραμ᾽ αὐτίκα τε μύστης παρθένος, εἶδον θ᾽ ἅτιν᾽ εἴρηκε Μαρία σφίσιν.

Αὖ δ᾽ ἄμμες ἐλθεῖν κατόπιν γ᾽ ἐδράμομεν. Ἐγγὺς δ᾽ ὅμως πάρεστιν ἥδ᾽ ἡ Μαγδάλα, φήσειέ τ᾽ αὐτὴ πᾶν ὅραμα δρᾶμά τε.

ΜΑΓΔΑΛΗΝΗ Τί φῄς, κόρη δέσποινα, χάρμα τοῦ γένους;

ΘΕΟΤΟΚΟΣ Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις εἴρηκας, αὐτὴ ταῦτ᾽ ἀπαγγέλλω κόραις.

ΜΑΓΔΑΛΗΝΗ Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις. Οἶδας γὰρ οἶδας τῷ τάφῳ με πρωΐσαι, ὅσα τ᾽ ἔφην, ἔκλυες. Οὐ χρή μ᾽ αὖ λέγειν, ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν, κἀκεῖ δακρυχέουσα, παρισταμένη ἀνιστόρησα κἀκριβωσάμην τρανῶς· λευχειμονοῦντάς τ᾽ εἶδον ἀγγέλους δύο, ἄνω κάτω τε τοῦ τάφου καθημένους, τὸν μὲν κεφαλῇ, τόνδε δ᾽ αὖ πρὸς τοὺς πόδας· καὶ τούσδ᾽ ἀπαστράπτοντας ἰδοῦσ᾽ ἐνθέως ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ· εἶτ᾽ αὖ δι᾽ ὤτων γῆρυν, οὐχ ἣν εἰκάσαι, ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ· αὐτίκα δ᾽ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην, πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην.

Ὅδ᾽ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με· καὶ τοῦδ᾽ ἀκούσασ᾽ ὧν ἐφιέμην μαθεῖν, ὡς πρὸς πόλον γ᾽ ἄνεισι καὶ τὸν Πατέρα· οὔπω δ᾽ ἀναβέβηκεν, ὡς ἔφη, τέως, ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους, ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν· μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην.

Οἵδ᾽ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους, ἀλλ᾽ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι εἶδόν θ᾽ ἅπερ γ᾽ ἔκλυες· οὐ χρή τ᾽ αὖ λέγειν, ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος ἔκλυον ἱστόρησά τ᾽ οἶδας παγκάλως. Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις, θάμβει καταπλαγεῖσ᾽ ἐμοὶ ξυνιέναι ξὺν δυσὶν ἄλλαις Μαρίαις φιλουμέναις ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος, εἶδές τε πάντα καὶ σὸν Υἱόν, ὡς ἔδει.

Ἐγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο νῦν, ἀπιόντας ὡς πρὸς ἀγρόν, τόνδ᾽ ἰδεῖν καὶ πάντα μαθεῖν ὧν μαθεῖν εἶχον πόθον, οἳ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι· κἀκεῖσ᾽ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον· ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην.

Ἰδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας· δράμωμεν οὖν, δράμωμεν ᾗχι τοὺς φίλους τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας.

ΧΟΡΟΣ Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας, ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω, ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους, πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι· καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει. Πῶς δ᾽ εἰσίωμεν, τῶν θυρῶν κεκλεισμένων;

Ἤδη δ᾽ ἔκλυεν, ὑπανοίγει τ᾽ ἠρέμα Μαρία φίλη, συγκαλεῖ τ᾽ εἰσιέναι. Ἀλλ᾽ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει, ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους. Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν· αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία.

Οὐκοῦν σῖγα κλύωμεν αὐτοῦ Κλεόπα· πάρεστι καὶ γάρ, ὡς ὁρῶ, καὶ πόλλ᾽ ᾄδει τὸν Δεσπότην φῆναί τε καὶ δρᾶσαι σφίσιν, ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει. Ἂ ἄ· σίγα, σίγα· ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω· ὄντως μεγίστου θαύματος τόδ᾽ ἄξιον.

Πῶς πῶς πάρεστι, τῶν θυρῶν κεκλεισμένων; τάχ᾽ ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου, ἄλυτα τηρῶν κλεῖθρα μητρὸς πανάγνου.

ΧΡΙΣΤΟΣ Εἰρήνη ὑμῖν. Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην τρανῶς ἰδόντες, γνῶτέ μ᾽ ὡς ἐγὼ πάλιν εἴμ᾽ αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει, οὐδ᾽ ὀστέα ξύνεστι τῷ πνεύματί που, καθάπερ αὐτὸν νῦν ὁρᾶτ᾽ ἔχοντά με, καὶ ψηλαφήσαντές μ᾽ ἴδεθ᾽ ὡς πάντ᾽ ἔχω.

Καθὼς δ᾽ ὁ Πατὴρ ἐνθάδ᾽ ἀπέσταλκέ με, οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ καὶ Πνεῦμ᾽ ἅγιον ἐμπνέω φίλοις ὑμῖν, ὅπερ λαβόντες παντὶ κηρύξατέ με σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ. Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι, ᾄσατ᾽ ἐπινίκι᾽ ἀνὰ πᾶσαν χθόνα, καὶ βασιλείους ἀμφιδραμόντες δόμους, ἐρεῖτε, Δαυΐδου πόλις πᾶσ᾽ ὡς ἴδῃ σωτήριον τάχιστ᾽ ἀνιὸν ἐκ τάφου.

Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί· σώσει δ᾽ ἑαυτόν, ὃς λόγον δεδεγμένος ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου· ὃς δ᾽ ἀποδιώξειε τοὺς ὑμῶν λόγους, ὅδ᾽ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει. Ἐφ᾽ ᾧ δίδωμι Πνεύματος θείου χάριν· οὗ δ᾽ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων, καὶ δεσμόλυτος εὑρεθήσεται τότε· οὗ δ᾽ ἂν κρατῆτε δεσμὸν ἁμαρτημάτων, δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.