Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η καταδίκη του Χριστού και η αναδρομή στο μυστήριο της Ενσαρκώσεως

Η αγγελία της θανατικής καταδίκης του Κυρίου και η συνάντηση με τον ελκόμενο στο πάθος, συνοδευόμενη από την αναδρομή της Θεοτόκου στον άμεμπτο βίο της και την άσπορη σύλληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 11

ΧΟΡΟΣ Αἲ αἲ αἲ αἴ· Σίγα, σίγα, Παῖδ᾽ οὐκέτ᾽ ὄψει ζῶντα σόν.

ΘΕΟΤΟΚΟΣ Οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβή;

ΧΟΡΟΣ Οὐκ οἶδ᾽· ἔοικε δ᾽ οὐ μακρὰν ὅδ᾽ ἄγγελος λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι.

ΑΓΓΕΛΟΣ Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ᾽ ἡμέρᾳ γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.

ΘΕΟΤΟΚΟΣ Οἴμοι, προσῆλθεν ἐλπίς, ἣν φοβουμένη πάλαι, τὸ μέλλον ἐξετηκόμην γόοις.

ΧΟΡΟΣ Ἀτὰρ τίς ἀγών, τίνες Ἑβραίων λόγοι καθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν;

ΘΕΟΤΟΚΟΣ Γυναῖκες, αἳ τῆσδ᾽ ἐγγύς ἐστε συμφορᾶς, γυναῖκες, οὐκ ἀνασχέτ᾽ οὐκ ἀνέξομαι· ῥίψω, μεθήσω σῶμ᾽, ἀπαλλαγήσομαι βίου θανοῦσα· χαίρετ᾽, οὐκέτ᾽ εἴμ᾽ ἐγώ. Σὺ δ᾽ εἰπὲ τίνι κέκριται τρόπῳ θανεῖν Παῖδ᾽· ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖν; ἢ δὴ σιδήρῳ πνεῦμ᾽ ἀπορρῆξαι κρίσις;

ΑΓΓΕΛΟΣ Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω βαίνων, πυθέσθαι δ᾽ ἤθελον τοῦ δὴ πέρι· σῷ γὰρ ἀεί ποτ᾽ εἶχον εὔνοιαν Τέκνῳ, βλέπων νιν οἷ᾽ ἔρεξε θαυμάστ᾽ ἐν βροτοῖς, κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας. Ὁρῶ δ᾽ ὄχλον δραμόντα καὶ φθάσαντ᾽ ἄκραν, ἀστῶν δὲ δή τιν᾽ ἠρόμην, ἄθροισμ᾽ ἰδών· «Τί καινὸν ἄστει; μῶν τι δυσμενῶν πάρα ἄγγελμ᾽ ἀνεπτέρωκεν Ἑβραίων πόλιν;» Ὅδ᾽ εἶπ᾽· «Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας ἑστῶτ᾽ ἀγῶνα θανάτου δραμούμενον;» Ὁρῶ δ᾽ ἄελπτον φάσμ᾽, ὃ μή ποτ᾽ ὤφελον· τὸν μὲν κατηφῆ καὶ σιγῶνθ᾽ ἑστηκότα, τοὺς δ᾽ ὥστε κύνας αἵματος διψαλέους κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας.

Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος, δείλαιος ἀγὸς διχόμυθ᾽ ἐφθέγγετο, λόγους ἑλίσσων ἄλλοτ᾽ ἄλλους ἐν φόβῳ· τέλος δ᾽ ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος, ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων, καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους, τοὺς δ᾽ οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως, καθ᾽ οὗπερ οὐχ εὕρισκεν αἰτίαν φόνου, ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν, ὡς ἄρ᾽ Ἰησοῦν κατθανεῖν, ἢ μή, χρεών; καὶ τόνδ᾽ ἀφεῖναι μᾶλλον ἢ μιαιφόνον ὧν εἶχον ἐν δεσμοῖσι λῃστήρων ἕνα.

Ἐπερρόθησαν δ᾽ ὡς θανεῖν σταυρῷ δέον, λῃστῆρα δ᾽ ἀφεῖναί τε τὸν κακεργάτην. Ὁ δ᾽ ἡγεμὼν ἔφησε τοῖσδ᾽ ἐναντία, ἀλλ᾽ οὐκ ἔπειθ᾽ ὅμιλον, εὖ δοκῶν λέγειν. Ἄλλος γὰρ αὖθις εἶπε τῷδ᾽ ἐναντία, κραυγῇ πίσυνος κἀμαθεῖ τολμηρίᾳ· ὃς δ᾽ οὐκ ἐπῄνει· κἀπὶ τῷδ᾽ ἀνίσταται ὄχλου θόρυβος ἀθυρογλώσσου μέγας· ὃς δὴ κέκραγε Παῖδα σὸν θανεῖν θέμις.

Κεῖνος δὲ νικᾷ κακὸς ἐν πλήθει λέγων, ὃς εἶπε δεῖν σὸν Παῖδα θανεῖν ἐν ξύλῳ. Ἤδη δ᾽ ἕως πέφηνεν, ἐκρέει κνέφας, καὶ δή νιν ἑλκύσουσιν ἔξω τῆς πύλης ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι δραμούμενον, καθ᾽ ὃν θανεῖν ἐστὶ κρίσις· ἐν ἡμέρᾳ γὰρ τῇδε λείψει τὸν βίον.

ΘΕΟΤΟΚΟΣ Αἲ αἴ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον. Ναὶ ναὶ κακῶν πέλαγος ἡ τάλαιν᾽ ὁρῶ τοσοῦτον, ὥστε μήποτ᾽ ἐκνεῦσαι πάλιν μηδ᾽ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς. Φεῦ τῆς Ἑβραίων πῇ προβήσεται φρενός; τί τέρμα τόλμης καὶ θράσους γενήσεται, εἰ καὶ Θεοῦ τολμῶσι τεκταίνειν φόνον;

Καὐτοῦ μὲν οὔ μοι φροντίς· οὐ γάρ που μόρος κατακρατήσει θανατοῦντος τὸν μόρον· ἔτικτον αὐτόν, οἶδα δ᾽ ὡς ἐγεινάμην, στερρὰς φυγοῦσα τῶν τόκων ἀλγηδόνας· αὐτοὺς δὲ πενθῶ συμφορᾷ κεχρημένους. Ἔσται γὰρ ἔσται ποινάτωρ δίκη φόνου, ὃν δυσσεβεῖς τολμῶσιν ἀνόμως φθόνῳ.

Αἲ αἲ αἲ αἴ· Οὐ νῦν τὸ πρῶτον, ἀλλὰ πολλάκις φθόνος ἔβλαψε πολλούς, οὐ τόσον δ᾽ ὅσον φίλους αὐτοῦ τανῦν βλάψειεν, Ἑβραίων ὄχλον.

ΧΟΡΟΣ Τί τούσδε κινεῖς κἀναμοχλεύεις λόγους; ὄλωλέ σοι Παῖς, καὶ κινεῖς πολλοὺς λόγους.

ΘΕΟΤΟΚΟΣ Ὦ δεινὰ λέξασ᾽, οὐχὶ συγκλείσεις στόμα; σωτῆρα κόσμου σὺ δοκεῖς ὀλωλέναι;

ΧΟΡΟΣ Βραχὺ προβᾶσα Παιδὸς ὄψει σου πάθη ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι τρέχοντος, ᾧ ζῶντ᾽ ἢ θανόντα νῦν ἴδῃς.

ΘΕΟΤΟΚΟΣ Οἴμοι, τί λεύσσω; χερσὶ τῶν ἀλαστόρων, θεηγενές μοι Τέκνον, ἕλκῃ καὶ φέρεις, εἰς δεσμά τ᾽ ἦλθες καὶ θέλων ἄγῃ σφίσιν, ὁ δεσμολύτης τοῦ γένους τῶν δεσμίων. Αἲ αἲ αἲ αἴ· Ταῦτ᾽ οὐ ξυνῳδὰ τοῖς πρὶν Ἀγγέλου λόγοις, οὐδ᾽ ἐλπίσι ξύμφωνα ταῖς ἐμαῖς, Τέκνον.

ΧΟΡΟΣ Ἀλλὰ ξυνῳδὰ τοῖς προηγορευμένοις οἷς εἶπε παθεῖν χερσὶ τῶν ἀλαστόρων.

ΘΕΟΤΟΚΟΣ Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται. Πῇ πῇ πορεύῃ, Τέκνον; ὡς ἀπωλόμην· ἕκητι τίνος τὸν ταχὺν τελεῖς δρόμον; μὴ γάμος αὖθις ἐν Κανᾷ κἀκεῖ τρέχεις, ἵν᾽ ἐξ ὕδατος οἰνοποιήσῃς ξένως; Ἐφέψομαί σοι, Τέκνον, ἢ μενῶ σ᾽ ἔτι;

Δὸς δὸς λόγον μοι, τοῦ Θεοῦ Πατρὸς Λόγε, μὴ δὴ παρέλθῃς σῖγα δούλην μητέρα· νῦν γὰρ στόματος φιλίου χρῄζω σέθεν φωνῆς ἀκοῦσαι καὶ προσειπεῖν, ὦ Τέκνον. Δός μοι, πρὸς αὐτοῦ Πατρός, ὦ Τέκνον, σέθεν, σοῦ θεσπεσίου χρωτὸς ἅψασθαι χεροῖν ψαῦσαι ποδῶν τε καὶ περιπτύξασθαί σε.

Φεῦ φεῦ, τί δράσω; καρδία μου δίκεται. Ὦ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν φόβον· προσέλθετ᾽, ἀσπάσασθε καὶ προσείπατε, λάζεσθε χειρὸς δεξιᾶς. Τάλαιν᾽ ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. Αἲ αἴ, πανώλης ἡ τάλαιν᾽ ἀπόλλυμαι.

Γυναῖκες, ὄψιν στυγνὰν ὡς εἶδον Τέκνου, ποθῶ τεθνᾶναι, ζῆν δ᾽ ἔτ᾽ οὐδαμῶς φέρω. Οἴμοι, τί δράσω; πῶς λάθω λαῶν χέρας; ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. Τί γοῦν τί δράσω; πῶς φύγω τόσους βρόχους;

ΧΟΡΟΣ Οὐκ οἶδ᾽, ἀδελφὴ φιλτάτη· δέδοικα γάρ, κἀμοὶ κατ᾽ ὄσσων θερμὸν ὡρμήθη δάκρυ. Ὀπισθόπους δ᾽ ἔξιθι καὶ σιγῇ βάθι. Ἕρπ᾽ εἰς τὰ δεινά· νῦν ἀγὼν εὐψυχίας· ἡμεῖς τ᾽ ἐφεψόμεσθα δειλαίᾳ βάσει· ὄχλος γὰρ αὐτὸν μαινόλης περιτρέχει, κοὐ δεῖ πελάζειν ἐγγὺς ἐνθυμουμένοις.

Βαρεῖα γὰρ φρήν, οὐδ᾽ ἀνέξεται βλέπειν ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος, ὁρμήν τε δεινὸς στυγερᾶς γνώμης ῥοπῇ· ἄγριον ἦθος, βαρβάρου φύσις φρενός. Δέδοικα δ᾽ αὐτόν, μή τι βουλεύσας νέον δριμυτέραν σοι συμφορὰν συσκευάσῃ· καὶ κάρτα τόνδ᾽ ὁρῶσα δειμαίνω πλέον μὴ θηκτὸν ὤσῃ φάσγανον δι᾽ ἥπατος, κἄπειτα μείζω συμφορὰν δέξῃ νέαν, ἔγκατα Παιδὸς εἰ λεωφόρος λάβῃ.

Ἀλλ᾽ ἐκκλίνασαι βραχὺ τῶν ἀλαστόρων, ἐπισκοπῶμεν δρᾶμα τῶν μιαιφόνων. Ἴωμεν οὖν, ἴωμεν ᾗχί που νάπος.

ΘΕΟΤΟΚΟΣ Νικᾶτ᾽ ἐπειδὴ ταῦτα πάσαις ἁνδάνει· καὶ λοιπὸν ἀπίωμεν, ἔνθ᾽ ὑμῖν δοκεῖ.

ΧΟΡΟΣ Ἐντεῦθεν ἀθρεῖν ὡς ἐξ ἀπόπτου δέον.

ΘΕΟΤΟΚΟΣ Δειλαί᾽ ἐγὼ δύστηνος, εἰ Παῖδ᾽ οὐχ ὁρῶ πάσχοντα δεινά, μέχρι καὶ τύμβος λάβῃ. Ὄχλους δ᾽ ἔφυγον, ἵνα μή τι καὶ πάθω. Τί μοι δ᾽ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ; Αἴθ᾽ αἴθε πότμῳ καταλυσαίμαν ταχεῖ, εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω, ὡς ἐλπίς ἐστι, Παιδὸς ἀνισταμένου ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει, ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ.

Ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω, οὐ Πατρὸς αὐτοῦ τοῦ βροτωθέντος Λόγου, ὃν ἀσπόρως ἔτικτον οἶδ᾽ ὑπὲρ λόγον, στερράς τ᾽ ἔφυγον ἐν τόκοις ἀλγηδόνας. Πέποιθα γάρ, πέποιθα, κἂν πολλὰ στένω, πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.

Ἔτικτον αὐτόν, οἶδα δ᾽ ὡς ἐγεινάμην· ἀλλ᾽ εἴμ᾽ ἄκομψος ἐκφέρειν μυστήρια. Ὅμως δ᾽ ἀνάγκη, συμφορᾶς ἀφιγμένης, γλῶσσάν μ᾽ ἀφεῖναι. Πρῶτα δ᾽ ἄρξομαι λέγειν, ὅθεν μ᾽ ὑπῆλθε πρῶτον οἷα μητέρα, φέρουσαν ἁγνὸν ἐς τόδ᾽ ἡμέρας δέμας· οὐδ᾽ οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω γραφῇ τε λεύσσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ᾽ ἔχω.

Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα, μηδ᾽ ἂν θελῆσαι μηδ᾽ ἂν ἔννοιαν λαβεῖν· ἢ κατολοίμην ἀκλεής, ἀνώνυμος, καὶ μήτε πόντος μήτε γῆ μήτ᾽ αὖ πόλος τὸ σῶμά μου δέξαιτο, καὶ ψυχὴν χέρες πάσχοντος Υἱοῦ γ᾽, ὡς κατ᾽ εὐχήν ἐστί μοι· ἐλπὶς τρέφει τε, κοὐ καταισχυνεῖ δέ με.

Ταῦτ᾽ οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν θρηνοῦσαν ὡς δεῖ. Δακρύων γὰρ ἄξια πέπονθα πόλλ᾽, οὐκ οἶδα δ᾽ εἴ τι προσπάθω. Πρῶτον δ᾽ ὅμως μοι τἀγάθ᾽ ἐξᾷσαι δέον· τοῖς γὰρ κακοῖσι πλείον᾽ οἶκτον ἐμβαλῶ. Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος· ἃ γὰρ γυναικὶ σώφρον᾽ ἔσθ᾽ εὑρημένα, ταῦτ᾽ ἐξεμόχθουν, τοῦ Θεοῦ πολλὴν χάριν μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως.

Πρῶτον μὲν οὖν γε, κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν, αὐτὸ τοῦτ᾽ ἐφέλκεται κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει· οὗπερ πόθον παρεῖσ᾽ ἔμιμνον ἐν δόμοις εἴσω μελάθρων· κομψὰ θηλειῶν δ᾽ ἔπη οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον αὑτῆς ἔχουσα χρηστόν, ἐξήρκουν ἐμοί.

Τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ᾽ ὡς καλὸν καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται, γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ᾽ ἥσυχον παρεῖχον· ᾔδειν δ᾽ οἷς μ᾽ ἐχρῆν νικᾶν κόρας καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι. Ἀκήρατον δέ μ᾽ ἐκ Θεοῦ λαβὼν ἀνὴρ αὖθις τὸ παρθένειον ἅμμ᾽ ἀκήρατον τηροῦσαν ἀπέδωκεν· οὐδ᾽ ἔστιν λόγος, τὰ πράγματ᾽ αὐτὰ καὶ γὰρ ἀπήλεγξέ με.

Οὕτως δ᾽ ἔχουσα, τῷ Θεῷ μνηστεύομαι· κἀντεῦθεν Υἱόν, πῶς ἐρεῖς; ἐγεινάμην, ὅπως γυνὴ οὔτις κομπάσει τεκεῖν ποτέ.

ΧΟΡΟΣ Καλλίστα, πότνα, σεμνοτάτα παρθένε, ἄνανδρον ἠδ᾽ ἄνυμφον ἴδμεν μητέρα μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων. Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη κατηγόρησε πιστὰ σοῦ θείου τόκου, Θεόν τε, φῄς, ἔκλυες Ἀγγέλου τεκεῖν, ἔργα θ᾽ ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους· καὶ θάμβος ἐστίν, εἰ πάθῃ θνητῶν πάθος.

ΘΕΟΤΟΚΟΣ Θαυμαστὸν εἶπας, εἰ τόδ᾽ εὐδοκεῖ Πατήρ, ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ᾽ ἔχειν. Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου, φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν. Κἀγὼ διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε· ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος ἐμοὶ κατεσκήνωσε καὶ χάριν νέμει.

Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας, λείμακί τ᾽ ἐντέθεικε φυτῶν ἐργάτην, ἐντεῦθεν εἰς Ὄλυμπον ἀνάγειν θέλων· δράκων δέ νιν ἔσπευσε, γυναικὸς πλάνῃ, λειμῶνος ἐκβαλεῖν τε καὶ ῥίψαι πόλου· ὅδ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ Θεὸς γυναικὸς ἐκφῦναί τε καὶ Θεὸς μένων βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν.

Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου ἐλθόντ᾽ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος, καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ᾽ εὐλόγει. Αὖ γάρ νιν ὄψει πρὸς χθόν᾽ ὡς ἐκ παστάδος θρῴσκοντα τύμβου, κᾆτ᾽ ἀνιόντ᾽ εἰς πόλον, ὡς αὐτὸς εἶπε, καὶ πρὸ τοῦ θεοπρόποι.