Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η Σταύρωση, οι τελευταίοι λόγοι και η παράδοση του πνεύματος

Η αγγελική αφήγηση της ανόδου στον Γολγοθά, οι λόγοι του Εσταυρωμένου προς τη Μητέρα του και τον μαθητή, και η παράδοση του πνεύματος εν μέσω των σημείων της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 11

Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη· ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται, ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας, ἕξειν τι κεδνόν· ἡδὺ δ᾽ ἐστὶ καὶ δοκεῖν· ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ, τὸ χάρμα ποῖον. Ἀλλὰ νικῶμαι πόνοις καὶ προβλέπω μὲν ταῦθ᾽ ὅπως ἔσται τάχει, λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων.

ΧΟΡΟΣ Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε, ἔμβρυον, ὡς φῄς, τὸν Θεὸν πλουτήσασα, σὺ ταῦτ᾽ ἐπέγνως καὶ τὰ λοιπὰ νῦν σκόπει. Σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν καὶ ταῦθ᾽ ὁρῶσαν συνιέναι καὶ τέλος· ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει πλὴν τῇ τεκούσῃ δυσμαθῆ συνιέναι.

ΘΕΟΤΟΚΟΣ Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων· ὡς οἶδα μὲν πόλλ᾽, οἶδα δ᾽ οὐχ ὅπως φράσω. Ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως. Ἰώ μοι, ἰώ· Αἲ αἴ.

ΧΟΡΟΣ Τί γοῦν τί δράσεις, ὦ παθοῦσ᾽ ἀμήχανα;

ΘΕΟΤΟΚΟΣ Οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν, εἰ μὴ τάχει τῶν νῦν παρόντων πημάτων ἄκος λάβω, ὡς ἔστιν ἐλπὶς λίαν ἀσφαλεστάτη· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον, ὡς ξυμπερανθῇ φροντίς, ἥ με νῦν τρύχει. Ἀλλ᾽, ὦ φίλ᾽ Υἱέ, μή μ᾽ ἔρημόν σου λίπῃς.

ΗΜΙΧΟΡΙΟΝ Αἲ αἴ· Θρηνοῦσα πολλά, τρανὸν οὐδὲν δεικνύεις· πῇ μέν μ᾽ ἀπαγγέλλεις ἀκούειν δείματα πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις, πῇ δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς.

ΘΕΟΤΟΚΟΣ Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων.

ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δ᾽ ἰδοῦσα καὶ κλύουσ᾽ ἐπίσταμαι· ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὃ μὲν παρ᾽ οἴαχ᾽, ὃ δ᾽ ἐπὶ λαίφεσιν βεβώς, ὃ δ᾽ ἄντλον εἴργων ναός· ἢν δ᾽ ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ, παρῆκαν αὑτοὺς κυμάτων δρομήμασιν.

Οὕτως δὲ κἀγὼ δείν᾽ ὁρῶσα πήματα, ἄφθογγός εἰμι καὶ παρεῖσ᾽ ἐῶ στόμα· νικᾷ γάρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων. Σὲ δ᾽ ἐλπίς, ὡς φῄς, ἀσφαλὴς εἴθε τρέφοι, δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου. Ἀλλ᾽ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος· τίν᾽ ὧδε δ᾽ αὖ δέδορκ᾽ ἰθύνοντα δρόμον; ἂ ἄ, τίνα στείχοντ᾽ ἀθρῶ νῦν ἐνθάδε στυγνοπρόσωπον, δακρύων πεπλησμένον;

ΑΓΓΕΛΟΣ Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου, μή με στυγήσῃς· οὐχ ἑκών, ἑκὼν δ᾽ ὅμως, λύπρ᾽ ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα.

ΘΕΟΤΟΚΟΣ Τί δ᾽ ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

ΑΓΓΕΛΟΣ Δέσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω; σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον σφοδρᾶς τ᾽ ἀνίας καὶ πικρῶν ἀλγηδόνων. Ὦ πότνα κούρη, σεμνοτάτα παρθένε, ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως τῷ Μυσταγωγῷ πιστός, κἂν πάσχονθ᾽ ὁρῶ.

ΘΕΟΤΟΚΟΣ Τί δ᾽ ἐστίν; Ἑβραίων τί μηνύεις νέον;

ΑΓΓΕΛΟΣ Παῖς νῦν σὸς οὐκέτ᾽ ἐστίν, ὡς εἰπεῖν ἔπος· δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

ΘΕΟΤΟΚΟΣ Πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; οἶδας δ᾽ αὖ πόθεν; ἄγ᾽ εἰπέ μοι, φράσον τίνι θνῄσκειν μόρῳ Χριστὸν τανῦν φῂς Παῖδ᾽ ἀθανάτου Πατρός; ὡς ἐλπὶς ἦν καὶ τόνδ᾽ ἀθάνατον μένειν ῥύστην τ᾽ ἔσεσθαι παντὸς Ἰσραὴλ γένους.

ΑΓΓΕΛΟΣ Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς λιπόντες ἀφίκανον ἐς Στρωτοὺς Λίθους, ἄνακτ᾽ ἐμὸν σύροντες ἀλάστωρ ὄχλος, αὐτίχ᾽ ὅμιλος οὐρανοδρόμῳ ξύλῳ ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος· ὀρθὸς δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο.

Ἐς κλῶνα δ᾽ ἐγκάρσιον ἄλλον εὐθέως ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας, πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ. Ὡς δ᾽ ἔσχον οὕτως Δεσπότην ἠρτημένον, ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν, ἄλλοι δ᾽ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον χολῇ κεκραμένου δ᾽ ἀνῆγον ἐς στόμα.

Οἵδ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι, οὔτ᾽ εἶδον οἷ᾽ ἔρεξε θαύματ᾽ ἐν βροτοῖς, ἄλλως διῆγον καὶ διήνεγκαν κάρας καὶ στέρν᾽ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ. Ἐγὼ δὲ πόρρω Δεσπότῃ γὰρ εἱπόμην, πρῶτον μὲν εἰς χλοηρὸν ἷζόν που νάπος τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ· σέ τ᾽ αὖ δακρυχέουσαν ἑστῶσαν ἰδὼν ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα.

ΘΕΟΤΟΚΟΣ Ἰώ μοι, ἰώ· Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται· πῶς πῶς δ᾽ ἔτι ζῶ καὶ φέρω ταῦτα κλύειν; ἰδεῖν δὲ ταῦτα πῶς ποτ᾽ οἴσω παντλάμων; Ἴτ᾽, ὦ γυναῖκες, γῆς Γαλιλαίας τέκνα, προσείπατ᾽ αὐτὸν καὶ προπέμψατε χθονός.

Ὦ δεῦτε φίλαι, δεῦτε, λίπωμεν δέος.

ΧΟΡΟΣ Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;

ΘΕΟΤΟΚΟΣ Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω; Ἴωμεν οὖν, ἴωμεν· ἀπέστω φόβος· τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε; Ἀλλ᾽ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη. Ἰώ μοι, ἰώ· γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ Τέκνου· χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον.

Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον Τέκνου, ποθῶ τεθνᾶναι, ζῆν δ᾽ ἔτ᾽ οὐδαμῶς στέγω. Χωρεῖτε χωρεῖτ᾽, οὐκέτι τὸ ζῆν φέρω. Ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, Τέκνον ποθεινόν, τοῦ δίκην πάσχεις τάδε; ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; ἁγνὰς γὰρ ἁγνὰς χεῖρας αἱμάτων φέρεις, ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα, ψυχὴν πάναγνον ἄδολόν τε καρδίαν.

Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον; οὐδ᾽ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς, φίλος δ᾽ ἀπόλλυσ᾽ οὐκ ἄκονθ᾽ ἑκουσίως μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις, φειδεύμενος τάλανος, ὡς φύγῃ κακόν, κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.

Τίνος δ᾽ ἕκητι γῆς σ᾽ ἀποστέλλει Πατήρ; τί σ᾽ ὧδ᾽ ἀτίμως ἠθέλησε τεθνάναι; Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω, οὐ τλητὸν οὐδὲ λεκτόν, ἀλλ᾽ ἀπωλόμην. Αἲ αἴ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων· αἲ αἲ μάλ᾽ αὖθις, ὡς κακῶς διόλλυσαι, οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ᾽ ἁμαρτίας πρώτης γυναικὸς ἐξιώμενος βλάβην.

Οἶδ᾽ οἶδα μὲν τάδ᾽, οἶδα δ᾽ οὐχ ὅπως φράσω, καὶ συνιῶ μέν, οἷα ταῦτ᾽ ἔσται τάχει· ἄλγος δ᾽ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων, στένω τε πυκνὰ συμφορᾷ νικωμένη, δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται· ἀεὶ γάρ ἐστι τὸ γυναικεῖον φύλον πολύστονόν τε καὶ πολύδακρυ πλέον.

ΧΡΙΣΤΟΣ Ἴδ᾽, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων, ὁ παρθένος πάρεστιν υἱός σοι νέος. Ἰδοὺ δὲ καὶ σοί, μύστα, μήτηρ παρθένος. Τί γοῦν τί, γύναι, δακρύοις τέγγεις κόρας; τί δ᾽ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς καὶ συγχυθεῖσ᾽ ἕστηκας, ἡνίκ᾽ εὐτυχεῖς, κοὐκ ἀσμένη τόνδ᾽ ἐξ ἐμοῦ δέχῃ τρόπον;

Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα. Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην. Τί δῆτα λοιπὸν σῷ γ᾽ ἐπιστένεις Τέκνῳ;

ΘΕΟΤΟΚΟΣ Οὐδέν· λαοῦ τοῦδ᾽ ἐννοουμένη πέρι ἔγωγ᾽ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη, ᾤμωξά θ᾽ οἷον ἔργον ἔστ᾽ ἐργαστέον τοὐντεῦθεν αὐτοῖς, οἵ σ᾽ ἀνήρτησαν, Τέκνον, καραδοκῶ τε πάνθ᾽ ὅπῃ προβήσεται.

Λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος. Τὸν μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα ῥᾷον κτενεῖς σὺ καὶ καταβαλεῖς μόρον, θᾶττόν τ᾽ ἀνιὼν τοὺς ἀλάστορας τίσεις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη κέντροις ἀνίας, ἡ τλάμων ὀδύρομαι.

Εἴμ᾽ εὐκλεὴς μέν, ἀλλ᾽ ὅμως ἀπόλλυμαι, στερουμένη σῆς θεσπεσίας μοι θέας. Ὡς γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ᾽· οἴχομαι γοῦν, τοῦ βίου χάριν μεθεῖσα, κατθανεῖν χρῄζω, Τέκνον. Καὶ γὰρ ἔρημος, ἄπολις οὖσα τρύχομαι, οὐ μητέρ᾽ οὐκ ἀδελφὸν οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ᾽ ἔχουσα συμφορᾶς· κἂν μὴ τάχιστ᾽ ἴδω σε, πῶς οἴσω, Τέκνον;

Ἀλλ᾽, ὦ φίλ᾽ Υἱέ, μή μ᾽ ἔρημόν σου λίπῃς.

ΧΡΙΣΤΟΣ Θάρσησον· εὖ γὰρ τῶνδ᾽ ἐγὼ θήσω πέρι, τὸ σὸν δ᾽ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεόν· εὕρημα δ᾽ οὐκ οἶσθ᾽ οἷον εὕρηκας τόδε. Θήσω γὰρ αὖ σοι δῶρ᾽ ἃ καλλιστεύεται ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει. Πολλῶν δ᾽ ἕκατι τήνδε σοι δώσω χάριν.

ΘΕΟΤΟΚΟΣ Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις. Κἀμοὶ τάδ᾽ ἐστὶ λῷστα, γινώσκω καλῶς· ἐγώ σ᾽ ἔτικτον, οἶδα δ᾽ ὥς σ᾽ ἐγεινάμην· ὑπερτερεῖ δ᾽ ἄλγημα τῶν ἐγνωσμένων. Ἀλλ᾽ ἄντομαί σε τοῦδε πρὸς σωτηρίου πάθους, φέροντος ἀπάθειαν τῷ γένει, μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι, οἴκτειρον οἴκτειρόν με τὴν δυστλήμονα καὶ μή μ᾽ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς, δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον, ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι· οὕτως ἔρως σοι πρὸς Πατρὸς τελεσφόρος σκοποῦ γένοιτο, καὶ θανόνθ᾽ ἑκουσίως ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ, ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους· τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ᾽ ἐμοί, σύ τ᾽ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.

Μὴ γοῦν διάξω λυπρὸν ἐς μακρὸν βίον, ὄχλος δ᾽ ἀλαστόρων γε τίσει τὴν δίκην, τὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου. Οὗτοι γάρ, ὡς ἔδρασαν, εὕρωσιν κακά, ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς· ἀλλ᾽ οὐ γὰρ αὐτῶν φροντίδ᾽ ὡς τέκνων ἔχω μή πως πάθωσιν οἱ προσήκοντες σφίσι, πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον· ἀλλ᾽ αὐτός, ὦ σπλάγχνον, θεηγενὲς φάος, κάτειργε, κατάπαυσον, ἔξελ᾽ ἐκ φόνου ἐγκατάλειμμα σπέρματος πεφιλμένου.

ΧΡΙΣΤΟΣ Αἰνῶ, γύναι, τάδ᾽, οὐδ᾽ ἐκεῖνα μέμφομαι, πολλῶν δ᾽ ἕκητι τήνδε σοι δοῦναι χάριν ἐγὼ πρόθυμός εἰμι κοὐκ ἂν ἐκπέσῃς. Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ, αὐτή τε γνοίης ζημίας ἀντιστροφήν, ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας.

ΘΕΟΤΟΚΟΣ Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς· Ὦ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης· τὸ δ᾽ εὐγενές σου τῶν φρενῶν σῶον μένει· ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις· ταῦτ᾽ ἐννοηθεῖσ᾽ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη, μάτην θ᾽ ἑαυτῇ πρὸς λόγους ἀφικόμην.

ΧΟΡΟΣ Ἂ ἄ· Πολυστόνων ἄϊον ἰαχὰν γόων, φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων. Θεοκλυτεῖ δ᾽ ὡς ἄρα δεινά τις παθών.

ΘΕΟΤΟΚΟΣ Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος σκυθρωπός, οἰκτρὸς καὶ κατανενυγμένος· θεοκλυτεῖ τις δ᾽ ὡς κακὸν ῥέξας μέγα. Τί, Πέτρε, θρηνεῖς; δείν᾽ ἔπραξας, ἀλλ᾽ ὅμως ἔτ᾽ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν.

Ὦ Τέκνον, ὦ φίλτατον, ὦ Θεοῦ Λόγε, σύγγνωθ᾽· ἁμαρτεῖν δ᾽ εἰκὸς ἄνθρωπον, Τέκνον, καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.

ΧΡΙΣΤΟΣ Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε· λύω δὲ Πέτρῳ σφάλμα, χρῃζούσης σέθεν· καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν. Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων.

Σοί τ᾽ αὖ παραινῶ, μηδένα βροτῶν στύγει, μηδ᾽ οἵ μ᾽ ἀπῃώρησαν ἀνόμως ξύλῳ.

ΘΕΟΤΟΚΟΣ Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί· ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει, οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ. Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον; ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν;

ΧΡΙΣΤΟΣ Ἄπιθ᾽ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου· ὧνπερ γὰρ οὕνεκ᾽ εἰς ἐμοὺς ἧκες λόγους, τὰ μὲν πέπρακται, τῶν δ᾽ ἐγὼ μνησθήσομαι. Ἐνταῦθα μέν σοι τῶνδ᾽ ἀπαλλάσσω λόγον.

ΘΕΟΤΟΚΟΣ Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν᾽ ἐγώ· αἲ αἴ, τίν᾽ ἐκφωνεῖς φρικώδη τήνδ᾽ ὄπα, γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία; τίνος γε διψῶν ἀπεγεύσω πικρίας; Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα.

ΧΟΡΟΣ Κραυγῆς ἀκούσασ᾽ ἐκπέπληγμαι παντλάμων ἐγώ· τὸ μέντοι πρᾶγμ᾽, ἐφ᾽ ᾧ τανῦν στένεις, οὐκ οἶδα, βουλοίμην δ᾽ ἂν ἐκ σέθεν κλύειν. Φθέγξαι τι, δεῦρ᾽ ἄθρησον. Ἰώ μοι κακῶν· τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν;

ΘΕΟΤΟΚΟΣ Σιγήσατ᾽, ὦ γυναῖκες, ἐξειργάσμεθα· ἐπίσχετ᾽ αὐδήν· Παῖδ᾽ ἐρωτῆσαι θέλω· ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου. Ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν, μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν. Ἔα, τί λεύσσω; σὸν δέμας νεκρόν, Τέκνον, ἀθρῶ, μεγίστου θαύματος τόδ᾽ ἄξιον· ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ, οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη φρικῶδες ἀντεφθέγξατ᾽· εἰσορῶσι δὲ θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο· ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.

Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι, Τέκνον; πυθέσθαι βούλομαι σέθεν πάρα. Ἡ γὰρ ποθοῦσα καρδία πάντ᾽ εἰδέναι κἀν τοῖς κακοῖσι λίχνος οὖσ᾽ ἁλίσκεται. Ἒ ἒ ἒ ἔ· Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις. Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται.

Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν Τέκνου· χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον, δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θιγεῖν. Διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος, γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας. Χωρεῖτε χωρεῖτ᾽, οὐκέτ᾽ εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτόν, ἀλλὰ νικῶμαι πόνοις.

Καὶ ξυνιῶ μὲν οἷα ταῦτ᾽ ἔσται τάχει· λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος. Παῖ Παντάνακτος, πῶς ἐς ᾅδου νῦν δόμους οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων; αἴφνης δ᾽ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ᾽ ἦν ὑπέρτερος, εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ᾽ ἑκουσίως.

Ἤκουσ᾽ ἔκλυον σὴν ὄπα πρὸς Πατέρα. Τίνος δ᾽ ἕκατι γῆς σ᾽ ἀποστέλλει Πατήρ; τί σ᾽ ὧδ᾽ ἀτίμως ἠθέλησε τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ᾽ ὀρφανὴν σέθεν τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον· Ἰδοὺ τέθνηκας, τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους ξένος παρασχὼν ῥύσεται δέμας τόδε;

Οὐκ ἔστι. Μείνω σ᾽ οὖν ἔτι σμικρὸν χρόνον, ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω, ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων, κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι. Κἂν νῦν νέκυν βλέπουσ᾽ ἀπῃωρημένον, στένω ᾽μὲ μᾶλλον, ἢ σέ, τῆς ἀπουσίας· ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός· ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου. Αἲ αἴ, κατ᾽ ὄσσων κιχάνει μ᾽ ἤδη σκότος· ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους· τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.

Δύστηνος, οἷον ἔσχον ἄρτ᾽ ἄλγημ᾽ ἐγώ, οὐ τλητὸν οὐδὲ ῥητόν. Ἀλλ᾽ ἀπωλόμην. Πῶς δ᾽ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα, μήτηρ παντλάμων; Ἄλλως σ᾽ ἄρ᾽ αὐτή, Τέκνον, ἐξεθρεψάμην, ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις; μάτην τ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, φεύγουσα χεῖρας τῶν φονώντων σοί, Τέκνον, ἀρχῆς ἀπ᾽ ἄκρης σῶν ξένων γενεθλίων;

Ἀλλ᾽ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω. Ἐγώ σ᾽ ἔτικτον, οἶδα δ᾽ ὥς σ᾽ ἐγεινάμην· ὅθεν ποθ᾽ ἡ δύστηνος εἶχον ἐλπίδας ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ᾽ ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισιν. Οὐδ᾽ ὄλωλέ μοι ἐλπὶς γλυκεῖα, σοῦ, Τέκνον, τεθνηκότος.

Ὦ φθέγμα γλυκύ, γλυκὺ χάρμα μοι φέρον, ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη ὡραιότης ἄρρητος ὑπὲρ πᾶν γένος, εἰκὼν ἄγραφος ἀγράφου μορφώματος, πῶς νῦν στυγνάζεις; οὐ φέρω βλέπουσά σε. Πῶς πῶς σιγᾷς νῦν, οὐδ᾽ ὑπανοίγεις στόμα;

Δὸς φθέγμα μοι, δός, δὸς παρηγόρημά μοι· φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον. Ναὶ Τέκνον οἶδα καὶ Θεόν μου, κἂν φέρῃς θάνατον οἰκτρὸν ἀθανατίζοντά με, θάνατον ἀθάνατον ἄγοντα κλέος καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα.