Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η λόγχηση της πλευράς και η παρηγορία του Θεολόγου

Η περιγραφή της λογχεύσεως του Κυρίου, ο πόνος της Θεοτόκου και οι παρηγορητικοί λόγοι του Ιωάννη που στρέφουν την ελπίδα στην προσδοκώμενη Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 11

ΘΕΟΛΟΓΟΣ Τέτλαθι, παγκοίρανε, μαιμῶσα κλάειν· ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων, ὡς παμφάγον νῦν καββαλὼν οἶτον γένους ἔκδικος ἔλθῃ, Δεσπότης παντεργάτης, λέβητι χρυσέῳ δ᾽ ἐφέψων μοι δέμας, σοφῇ προμηθείᾳ με καινίσῃ ξένως.

Λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης, κοῦρον φίλον θήσειεν ἡβώωντά με· ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει, ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει λώβης παλαιᾶς μητρὸς ἠπατημένης· ἀλλ᾽ αὐτὸς ἀλύξαι με πημάτων ἔφη, αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ᾽ ἐμὴν καὶ γαῖαν οἶκόν θ᾽ ὃν προδοῦσ᾽ ἀφίκετο βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων, μετ᾽ ἀνδρός, ὃν πρὶν ἥδ᾽ ἀτιμάσασ᾽ ἔγνω.

Ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος· καὶ τοῦδ᾽ ἕκητι πάνθ᾽ ὑποστῆναι θέλειν αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον, ἤματι τριτάτῳ δ᾽ ἀνέγρεσθαι τάφου, μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα.

Εἰδώς τε ταῦτα πάντα πρίν, σαφῶς ἔφη. Ἤδη δ᾽ ἔχει ξύμπαντα ταῦτα νῦν τέλος· λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον, καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ᾽ ὡς ἔφη. Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας, καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ.

Οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων· θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων, ναούς τε σοι τεύξουσι τὸ βροτῶν φύλον. Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῦς φόνου σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται, καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον· ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα.

Μὴ δῆτα γοῦν, δέσποιν᾽, ἀφέρτατα στένε, οὔτ᾽ ὄμμ᾽ ἐπαίρουσ᾽ οὔτ᾽ ἀπαλλάσσουσα γῆς πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς. Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην, ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων; ἔκδικον ὄμμα παντεπόπτου Δεσπότου εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα, πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον.

Οἶδας γάρ, οἶδας· ἕψεται τοῖς φροιμίοις καὶ τέρμα φαιδρόν, γηθόσυνος ἡμέρα· μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον, ὡς ξυμπερανθῇ φροντίς, ἣ κἀμὲ τρύχει.

ΘΕΟΤΟΚΟΣ Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε· αὐτὸς γὰρ εἶπεν Υἱός, ὅς μοι καὶ μόνος. Οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν; ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ, στερράς τ᾽ ἔφυγον τῶν τόκων ἀλγηδόνας, Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη, καὶ πόλλ᾽ ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ.

Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν ἐν ἰκρίῳ βλέπουσ᾽ ἀπῃωρημένον, ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ, δι᾽ ὃν τὸ φάος ἡλίου συνεστάλη, καὶ τῆς σελήνης τ᾽ ἐσκότασε πᾶν σέλας καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ, μνημεῖά τ᾽ ἠνοίγησαν εἰς δεῖγμα κράτους, αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου.

ΘΕΟΛΟΓΟΣ Δέσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου, αὐτὸς κἀγὼ τέθηπα, μὴ φέρων βλέπειν φρικτὸν θέαμα, Δεσπότην τεθνηκότα, ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ, στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ. Ἐλπὶς δ᾽ ὅμως τρέφει με καὶ θρηνῶν φέρω· οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ Δεσπότου.

Ἡ καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος· ἣ μὴ παρέλθοι, καὶ θανεῖν με συμφέρει.

ΘΕΟΤΟΚΟΣ Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω αὖθις φθορᾶς πάναγνον ἀνίσχειν δέμας· νῦν δ᾽ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν. Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιάν, κοὐδ᾽ ἂν τρέσασ᾽ εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων, τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.

Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει· ὄλβου δ᾽ ἐπιρρυέντος, εὐκλεέστερος ἄλλου γένοιτ᾽ ἂν ἄλλος, ὄλβιος δ᾽ ἂν οὔ.

ΗΜΙΧΟΡΙΟΝ Πάντων ὅσ᾽ ἔστ᾽ ἔμψυχα καὶ γνώμην ἔχει, γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν, ὅσαι τεκοῦσαι καὶ θανόντ᾽ εἶδον τέκνα· ὡς τρὶς θανεῖν θέλοιμ᾽ ἂν ἢ τεκεῖν ἅπαξ καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου.

Ἀλλ᾽ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ᾽ ἥκει λόγος, ὦ παγκοίρανε πότνα, παρθέν᾽ ὀλβία. Ἦ πολλὰ παντὸς εἶ διάφορος γένους· ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη, ἀνθ᾽ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω, καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω· κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον.

Σὺ δ᾽ ἀνδρὸς οὐκ ἔγνωκας εὐνήν, παρθένε, Θεὸν τεκεῖν τ᾽ ἔκλυες ἀγγέλου, λέγεις· καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις;

ΘΕΟΤΟΚΟΣ Ἐᾶτέ μ᾽· οὔτι φίλα μοι τὰ μὴ φίλα· ἤγγειλεν οἷ᾽ ἤγγειλεν· οὐ μομφὴν ἔχει εὐάγγελος δόξης γε τῆς εὐαγγέλου· ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας οὐκ οἶδ᾽, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας. Θρηνεῖν δὲ δεῖ με· δακρύων γὰρ ἄξια πέπονθα πολλά, καὶ στένω καὶ δακρύω, ἕως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν.

ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν, εἴ τις ὑφ᾽ ἥβης σπλάγχνον εὔτονον φέρων μάταια βάζει, μὴ δόκει τούτων κλύειν· σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν.

ΘΕΟΤΟΚΟΣ Αἲ αἴ· Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ. Ὦ μέγεθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν. Φόνον ταλαίναις χερσὶν ἐξειργασμένοι, τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε εἰς θρῆνον, εἰς δάκρυα· παγκαλὴς ἀγών, ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα.

Φεῦ φεῦ, φρονήσαντες μὲν οἷ᾽ ἐδράσατε, ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δ᾽ ἕως τέλους ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽, ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦντες δόξετ᾽ οὐχὶ δυστυχεῖν· ἀλλ᾽ οὐκ, ἐγᾦμαι, ταῦτ᾽ ἀνατὶ παρίῃ. Τί γὰρ καλόν; τί δ᾽ ἀσεβῶς τῶνδ᾽ οὐκ ἔχει;

Ὄλοισθ᾽ ὄλοισθε, στυγεροὶ μιαιφόνοι, οἳ Δεσπότην κτανόντες οὐ φροντίζετε, πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν· ἀλλ᾽ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.

ΧΟΡΟΣ Κακῶς πέπρακται πανταχοῦ, τίς ἀντερεῖ; Ἅπας δ᾽ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος· στέργουσι δ᾽ αὐτὸν συμφοραῖς νικώμενοι. Σοὶ δ᾽ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη, κἂν οὐ μόνη σὺ σοῦ δ᾽ ἀπεζύγης Τέκνου.

Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ γένους· ὅμως δὲ πάντα τλησικαρδίως φέρειν τανῦν προσήκει κάρτα τ᾽ αὖ πεποιθέναι.

ΘΕΟΤΟΚΟΣ Αἲ αἴ· Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι, οἳ συνέτριψαν τῶν μιαιφόνων σκέλη, κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ. Δέδοικα δ᾽ αὐτόν, μή τι βουλεύσῃ νέον καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν, Παῖδ᾽ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.

Ἰώ μοί, μοι· Θέαμα δεινὸν ὄμμασι βλέπω νέον. Κατίδετ᾽ ἴδεθ᾽ αἷμα νυγέντος νεκροῦ· ὁρᾶθ᾽ ὁρᾶτε πῶς διπλοῦς κρουνὸς ῥέει· πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν ἔβλυσεν εὐθὺς ὡς ἐνύγη τῷ ξίφει ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων.

Διπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν· αὐτὸς δ᾽ ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως, ὡς «ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε». Τρέχει δ᾽, ὁρᾶτε, καί γε προσπίτνει ξύλῳ· πίπτει τ᾽ ἐπ᾽ οὖδας τῇ θέᾳ νικώμενος, στῆθός τε παίει καὶ περιπτύσσει πέδον, ἔνθ᾽ ἰκρίον πέπηγεν ἐμπεφυρμένον ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι, ἀρύεταί τε χερσὶ κρουνοῦ καὶ κάραν ἔχρισεν, ὡς ἔοικεν, ὡς ἅγνισμ᾽ ἔχῃ.

ΧΟΡΟΣ Ἔοικεν Ἄναξ πολλὰ τῇδ᾽ ἐν ἡμέρᾳ κακὰ ξυνάπτειν ἐνδίκως μιαιφόνοις· αὐτούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα Δεσπότου παντεργάτου. Ἴτω δίκ᾽, ἴτω φανερῶς ξιφηφόρος καὶ πυρφόρος τάχιστα τοῖς μιαιφόνοις.

Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν· ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νάμα ἔσταξεν εὐθὺς αἷμά τ᾽ οὐ πεφυρμένον· φρικτὸν θέαμα καὶ τρόμος μ᾽ ὁρᾶν ἔχει. Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν, γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους· αὐτὸς δ᾽ ὁ νύξας ἔντρομος πεσὼν θίγει.

ΘΕΟΤΟΚΟΣ Ὦ τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις· σφόδρα ποθεινὴ δακρύοισι συμφορά· κενοῖς τὸ καθάρσιον αἷμα τοῦ γένους καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα, Θεοῦ τε κεκράγασι τρανῶς σ᾽ Υἱέα· πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχει· οἱ δ᾽ ἐγγενεῖς σ᾽ ἔκτειναν ἀλόγῳ φθόνῳ, ἐξ ὧν σ᾽ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν, οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως· οἵδ᾽ οὐδὲ φροντίζουσί σ᾽ ἐνθεῖναι τάφῳ.

Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω; ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας; οἵοις τε πέπλοις κατακαλύψω νέκυν; πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη; τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες; Οἴμοι, τί δράσω; τίς γένωμαι παντλάμων;

Τί ταῦτ᾽ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις ἔργοις θ᾽, ὅσ᾽ ὑπέδειξας εἰς μαρτυρίαν, ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν. Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεός, πολλά τ᾽ ἀέλπτως πολλάκις κραίνει Θεός, τὰ δ᾽ αὖ δοκηθέντ᾽ οὐκ ἐφεῦρε καὶ τέλος· σὺ δ᾽ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον.