Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο της ενσαρκώσεως και η πρόσληψη της ανθρώπινης φύσεως

Γραφική τεκμηρίωση της αναγκαιότητας προσλήψεως ανθρώπινης ψυχής υπό του Κυρίου, για την ολοκλήρωση της θείας οικονομίας και την αληθινή απολύτρωση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 10

Ἀλλ᾽ ἐκεῖνο χρὴ προσθεῖναι τοῖς εἰρημένοις, ὅπερ κρηπῖδά τινα ποιοῦνται τῆς ἀσεβείας ἐν τῷ περὶ τῆς οἰκονομίας λόγῳ, οὐχ ὅλον ἄνθρωπον παρ᾽ αὐτοῦ σεσῶσθαι διοριζόμενοι, ἀλλὰ τὸ τοῦ ἀνθρώπου ἡμίτομον, τὸ σῶμα λέγω. ὁ δὲ σκοπός ἐστιν αὐτοῖς τῆς τοιαύτης περὶ τὸ δόγμα κακουργίας τὸ δεῖξαι τὰς ταπεινοτέρας φωνάς, ἃς ἐκ τοῦ ἀνθρωπίνου ποιεῖται ὁ κύριος, παρ᾽ αὐτῆς τῆς θεότητος γεγενῆσθαι δοκεῖν, ἵνα διὰ τούτων ἰσχυροτέραν ἀποδείξωσι τὴν βλασφημίαν, δι᾽ αὐτῆς τῆς τοῦ κυρίου ὁμολογίας κρατυνομένην. τούτου χάριν φησὶ 〈τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν γενόμενον ἄνθρωπον, οὐκ ἀναλαβόντα τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον〉. ἐγὼ δὲ πᾶσαν διερευνησάμενος τὴν θεόπνευστόν τε καὶ ἁγίαν γραφὴν οὐχ ὁρῶ ταύτην τὴν φωνὴν ἐγγεγραμμένην, ὅτι μόνην τὴν σάρκα δίχα τῆς ψυχῆς ἐν τῷ καιρῷ τῆς κατὰ ἄνθρωπον οἰκονομίας ὁ τὰ πάντα ποιήσας εἰς ἑαυτὸν ἀνεδέξατο. ἀναγκαίως οὖν πρός τε τὸν σκοπὸν τῆς σωτηρίας ἡμῶν βλέπων καὶ πρὸς τὰ δόγματα τῶν πατέρων καὶ πρὸς τὰς θεοπνεύστους φωνὰς τὴν ἐν τῷ μέρει τούτῳ κατασκευαζομένην ἀσέβειαν διελέγξαι πειράσομαι. ἦλθεν ὁ κύριος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἀπώλετο δὲ οὐ σῶμα, ἀλλ᾽ ὅλος ὁ ἄνθρωπος ἀπὸ ψυχῆς 〈καὶ σώματος〉 συγκεκραμένος, καὶ εἰ χρὴ τὸν ἀληθέστερον εἰπεῖν λόγον, τοῦ σώματος ἡ ψυχὴ προαπώλετο.

ἡ γὰρ παρακοὴ προαιρέσεως, οὐ σώματος ἁμαρτία ἐστίν, ἴδιον δὲ ψυχῆς ἡ προαίρεσις, ἀφ᾽ ἧς πᾶσα ἡ τῆς φύσεως συμφορὰ τὴν ἀρχὴν ἔσχεν, ὡς μαρτυρεῖ τοῖς λόγοις ἡ ἀψευδὴς τοῦ θεοῦ ἀπειλή, ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ τῶν ἀπηγορευμένων ἅψωνται, ἀνυπερθέτως συναφθήσεται τῇ βρώσει ὁ θάνατος. διπλοῦ δὲ ὄντος τοῦ ἀνθρωπίνου συγκρίματος, καταλλήλως καθ᾽ ἑκάτερον ἐνεργεῖται ὁ θάνατος, τῆς διπλῆς ζωῆς ἐνεργούσης τῷ νεκρουμένῳ τὴν στέρησιν. σώματος μὲν γάρ ἐστι θάνατος ἡ τῶν αἰσθητηρίων σβέσις καὶ ἡ πρὸς τὰ συγγενῆ τῶν στοιχείων διάλυσις· Ψυχὴ δέ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. ἁμαρτία δέ ἐστιν ἡ τοῦ θεοῦ ἀλλοτρίωσις, ὅς ἐστιν ἡ ἀληθινή τε καὶ μόνη ζωή. οὐκοῦν πολλὰς ἐτῶν ἑκατοντάδας ἐπεβίω μετὰ τὴν παρακοὴν ὁ πρωτόπλαστος, ἀλλ᾽ ὁ θεὸς οὐκ ἐψεύσατο εἰπὼν Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. διὰ γὰρ τοῦ ἀλλοτριωθῆναι αὐτὸν τῆς ὄντως ζωῆς αὐθημερὸν ἐκυρώθη κατ᾽ αὐτοῦ ἡ τοῦ θανάτου ἀπόφασις. μετὰ ταῦτα δὲ χρόνοις ὕστερον καὶ ὁ σωματικὸς τῷ Ἀδὰμ ἐπηκολούθησε θάνατος. ὁ τοίνυν διὰ τοῦτο ἐλθών, ἵνα ζητήσῃ καὶ σώσῃ τὸ ἀπολωλός, ὅπερ ἐν τῇ παραβολῇ ὁ ποιμὴν πρόβατον ὀνομάζει, καὶ εὑρίσκει τὸ ἀπολωλὸς καὶ ἀναλαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον, οὐ μόνην τὴν τοῦ προβάτου δοράν, ἵνα ἄρτιον ποιήσῃ τὸν τοῦ θεοῦ ἄνθρωπον, διὰ ψυχῆς τε καὶ σώματος ἀνακραθέντα πρὸς τὴν θεότητα.

καὶ οὕτως οὐδὲν ἀφῆκε τῆς φύσεως ἡμῶν, ὃ οὐκ ἀνέλαβεν ὁ κατὰ πάντα πεπειραμένος καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας. ἡ δὲ ψυχὴ ἁμαρτία οὐκ ἔστιν, ἀλλὰ δεκτικὴ ἁμαρτίας ἐξ ἀβουλίας ἐγένετο· ἣν διὰ τοῦτο ἁγιάζει διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως, ἵνα τῇ ἀπαρχῇ ὅλον συναγιάσῃ τὸ φύραμα. οὗ χάριν καὶ ὁ ἄγγελος μηνύων τῷ Ἰωσὴφ τὴν τῶν ἐχθρῶν τοῦ κυρίου ἀπώλειάν φησιν ὅτι Τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου· καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους λέγει ὅτι Ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. ἄνθρωπος δὲ τὸ τοῦ ἀνθρώπου σῶμα οὐ λέγεται, ἀλλὰ τὸ ἐξ ἀμφοτέρων συγκείμενον. καὶ πάλιν φησὶ πρὸς αὐτοὺς ὅτι Ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ἐφανέρωσε δὲ τὸ τοῦ ὅλου νόημα ἐν μὲν τοῖς ἄλλοις εὐαγγελίοις, πρὸς τὸν διὰ τῆς κλίνης ἐν τῷ μέσῳ κεχαλασμένον εἰπὼν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ὅπερ ψυχῆς ἐστιν ἴασις, καὶ ὅτι Ἔγειραι καὶ περιπάτει, ὅπερ εἰς τὴν σάρκα βλέπει· ἐν δὲ τῷ κατὰ Ἰωάννην μετὰ τὸ δοῦναι τὴν ὑγίειαν τῷ σώματι καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἰδίας νόσου, ἐν οἷς φησιν ὅτι Ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐντεῦθεν *** ὁ δι᾽ ἀμφοτέρων τεθεραπευμένος, ἐν ψυχῇ τε λέγω καὶ σώματι.

οὕτω γάρ φησι καὶ Παῦλος· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον· καὶ οὕτως ἐν τῷ καιρῷ τοῦ πάθους προλέγει τὸ ἑκουσίως ἀποστῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ἰδίου σώματος λέγων Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ἀλλὰ καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἑρμηνείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὕτω τοῦ ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς τὸν ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.

ἡ γὰρ θεότης καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ καὶ μετὰ τὸ πάθος ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει πάντοτε οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἐν δὲ τῷ πάθει τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδὲ τοῦ ἑτέρου, ᾧ ἅπαξ συνανεκράθη, καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνῃ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπαρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν θεὸν ἀνακράσεως εἰς θείαν φύσιν μεταποιηθείσης· καθὼς εἶπεν ὁ Πέτρος ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· καὶ πολλὰ τοῦ τοιούτου δόγματος ἐκ τῶν ἁγίων εὐαγγελίων ἔστιν εἰς συμμαχίαν λαβεῖν, πῶς ὁ κύριος τῷ κατὰ Χριστὸν ἀνθρωπίνῳ τὸν κόσμον ἑαυτῷ καταλλάσσων ἐπεμέρισε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ᾽ αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἐφαπτόμενος δὲ διὰ τοῦ σώματος. ἀλλὰ περιττὸν ἂν εἴη πάντα διεξιόντα ὄχλον ἐπεισάγειν τῷ λόγῳ.

Ἐκεῖνο δὲ τοῖς εἰρημένοις ἔτι προσθεὶς πρὸς τὰ ἐφεξῆς μεταβήσομαι· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ὥσπερ ἡμεῖς διὰ ψυχῆς καὶ σώματος ναὸς γινόμεθα τοῦ ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος, οὕτως καὶ ὁ κύριος ναὸν ὀνομάζει τὸ συναμφότερον, οὗ ἡ λύσις τὴν τῆς ψυχῆς ἐκ τοῦ σώματος σημαίνει διάλυσιν. εἰ δὲ προφέρουσι τὴν τοῦ εὐαγγελίου φωνὴν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ὡς διὰ τοῦ μὴ συμμνημονευθῆναι καὶ τὴν ψυχὴν κατασκευάζεσθαι τὸ ἄψυχον ἀνειλῆφθαι τὴν σάρκα, μαθέτωσαν ὅτι σύνηθές ἐστι τῇ ἁγίᾳ γραφῇ τῷ μέρει συμπεριλαμβάνειν τὸ ὅλον. ὁ γὰρ εἰπὼν ὅτι Πρὸς σὲ πᾶσα σὰρξ ἥξει, οὐ κεχωρισμένην τῶν ψυχῶν τὴν σάρκα λέγει τῷ κριτῇ παραστήσεσθαι· καὶ τὸν Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἐπὶ τὴν Αἴγυπτον καταβάντα παρὰ τῆς ἱστορίας ἀκούσαντες καὶ τὴν σάρκα μετὰ τῶν ψυχῶν ἐνοήσαμεν. οὕτως οὖν καὶ ὁ λόγος σὰρξ γενόμενος ὅλην μετὰ τῆς σαρκὸς τὴν ἀνθρωπίνην συνανέλαβε φύσιν, ὅθεν καὶ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ δειλιᾶν καὶ τὸ φοβεῖσθαι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ καθεύδειν καὶ τὸ ταράττεσθαι καὶ τὸ δακρύειν καὶ πάντα τὰ τοιαῦτα γίνεσθαι ἐν αὐτῷ χώραν ἔσχεν. οὔτε γὰρ ἡ θεότης κατὰ τὴν ἰδίαν φύσιν τι τοιοῦτον ἀναδέχεται πάθος, οὔτε καθ᾽ ἑαυτὴν ἡ σὰρξ ἐν ἐκείνοις γίνεται, μὴ ψυχῆς συνδιατιθεμένης τῷ σώματι.