Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Οι θείες ενέργειες, η πρόνοια και οι σωτηριώδεις δωρεές του Παρακλήτου

Απόδειξη της θεότητος του Αγίου Πνεύματος μέσω της κοινής βουλήσεως και των προνοητικών ενεργειών Του για τον αγιασμό, τον φωτισμό και τη σωτηρία της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 10 από 10

Ἴδωμεν δὲ καὶ οἷα χαρίζεται τῇ δόξῃ τοῦ πνεύματος ὁ τῆς πρὸς τὸν υἱὸν κοινωνίας ἀπομερίσας. 〈εἷς γάρ〉, φησίν, 〈καὶ οὗτος ὢν καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων κατὰ τὴν οὐσίαν καὶ τὴν φυσικὴν ἀξίαν, πᾶσαν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύων κατὰ τὸ δοκοῦν τῷ υἱῷ, πεμπόμενος ὑπ᾽ αὐτοῦ καὶ παρ᾽ αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παιδευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος. πᾶσάν〉 φησιν 〈ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν〉 τὸ πνεῦμα τὸ ἅγιον. ποίαν ἐνέργειαν; πότερον ἐκείνην ἣν καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ κυρίου λόγον ἐνεργεῖ ὁ ἕως ἄρτι ἐργαζόμενος τὴν ἀνθρωπίνην σωτηρίαν ἢ ἄλλην τινὰ παρὰ ταύτην; εἰ μὲν γὰρ ἐκεῖνα ἐργάζεται, τὴν αὐτὴν ἐκείνῳ πάντως δύναμίν τε καὶ φύσιν ἔχει, καὶ τὸ τοῦ θεοῦ ἑτερογενὲς ἐπὶ τοῦ τοιούτου χώραν οὐκ ἔχει. ὡς γὰρ εἴ τι τὰ τοῦ πυρὸς ἐνεργοίη λάμπον τε καὶ θερμαῖνον ὡσαύτως, πῦρ ἐστι πάντως, οὕτως εἰ τὰ τοῦ πατρὸς ἔργα τὸ πνεῦμα ποιεῖ, τῆς αὐτῆς αὐτῷ πάντως φύσεως εἶναι ὁμολογεῖται. εἰ δὲ ἄλλο τι παρὰ τὴν σωτηρίαν ἡμῶν ἐνεργεῖ καὶ εἴς τι τῶν ἐναντίων ἐπιδείκνυται τὴν ἐνέργειαν, ἄλλης φύσεώς τε καὶ οὐσίας διὰ τούτων ἐπιδειχθήσεται. ἀλλὰ μὴν ζωοποιεῖν ὁμοίως πατρί τε καὶ υἱῷ τὸ πνεῦμα αὐτὸς ὁ λόγος διαμαρτύρεται.

οὐκοῦν τὸ μὴ ἀπεξενῶσθαι πάντως τῆς τε τοῦ πατρὸς καὶ τῆς τοῦ υἱοῦ φύσεως τὸ πνεῦμα διὰ τῆς ταὐτότητος τῶν ἐνεργημάτων παρίσταται. καὶ πρὸς 〈τὸ〉 〈ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ πνεῦμα κατὰ τὸ δοκοῦν τῷ υἱῷ〉 οὐ μαχόμεθα· ἓν γὰρ βούλημα εἶναι πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἡ τῆς φύσεως κοινωνία διαμαρτύρεται, ὥστε εἰ ἐκεῖνο βούλεται τὸ πνεῦμα τὸ ἅγιον, ὃ δοκεῖ τῷ υἱῷ, ἡ κοινωνία τοῦ θελήματος σαφῶς παρίστησι τὴν τῆς οὐσίας ἑνότητα.

Ἀλλὰ 〈πεμπόμενος〉, φησίν, 〈παρ᾽ αὐτοῦ καὶ παρ᾽ αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παιδευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος〉. εἰ μὴ προειρήκει ταῦτα περὶ τοῦ πνεύματος, πάντως ἂν περί τινος τῶν ἐν ἀνθρώποις διδασκάλων ταῦτα λέγεσθαι ὁ ἀκούων ἐνόμισε. ταὐτὸν γάρ ἐστιν τῷ πέμπεσθαι τὸ ἀποστέλλεσθαι καὶ τὸ μηδὲν οἴκοθεν ἔχειν, ἀλλ᾽ ἐκ τῆς χάριτος λαμβάνειν τοῦ ἀποστέλλοντος καὶ διακονεῖν τοῖς διδασκομένοις τὰ ῥήματα καὶ καθηγεῖσθαι τῆς ἀληθείας τοῖς πλανωμένοις. ταῦτα γὰρ πάντα καὶ τῶν νῦν ποιμένων τε καὶ διδασκάλων ἐστί, πέμπεσθαι λαμβάνειν ἀναγγέλλειν διδάσκειν ὑποτίθεσθαι τὴν ἀλήθειαν, ἅπερ χαρίζεται τῷ πνεύματι τῷ ἁγίῳ Εὐνόμιος. εἰπὼν δὲ πρὸ τούτων ὅτι 〈καὶ εἷς ἐστι καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων〉, εἰ ἕως τούτου τὸν λόγον ἔστησεν, συνήγορος ἂν τῶν τῆς ἀληθείας ἐφάνη δογμάτων. εἷς γὰρ ὡς ἀληθῶς ἐστιν ὁ ἀχωρίστως ἐν τῷ ἑνὶ θεωρούμενος καὶ πρῶτος ὁ ἐν τῷ πρώτῳ καὶ μόνος ὁ ἐν τῷ μόνῳ. ὡς γὰρ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ ἄνθρωπος εἷς ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ θεὸς εἷς ἂν κυρίως ὀνομασθείη θεὸς καὶ πρῶτος καὶ μόνος, χωρισθῆναι ἀπὸ τοῦ ἐν ᾧ ἐστιν οὐ δυνάμενος.

νῦν δὲ προσθεὶς τὸ 〈πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων〉 ἀνατροπὴν θολερὰν τὸν βλάσφημον ἑαυτοῦ λόγον ἀπέδειξε, τῷ ὅπου θέλει πνέοντι καὶ πάντα ἐν πᾶσιν ἐνεργοῦντι τῇ πρὸς τὰ λοιπὰ τῶν ποιημάτων συγκρίσει παρέχων τὰ προτιμότερα.

Ἴδωμεν δὲ καὶ ὅσα τούτοις προσέθηκεν. 〈ἁγιάζων〉, φησίν, 〈τοὺς ἁγίους〉. τοῦτο καὶ ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τις λέγων ἀληθῶς ἐρεῖ· ἐν οἷς γὰρ ἂν γένηται ὁ ἅγιος, ἁγίους ποιεῖ, ὡς καὶ ὁ ἀγαθὸς ἀγαθοὺς ἀπεργάζεται· ἅγιος δὲ καὶ ἀγαθὸς ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἀποδέδεικται. 〈μυσταγωγῶν〉, φησί, 〈τοὺς προσιόντας τῷ μυστηρίῳ〉. τοῦτο καλῶς ἔχει λέγειν περὶ Ἀπολλῶ τοῦ τὴν φυτείαν Παύλου ποτίζοντος. φυτεύει μὲν γὰρ διὰ τῆς κατηχήσεως ὁ ἀπόστολος, ποτίζει δὲ βαπτίζων ὁ Ἀπολλὼς διὰ τῆς μυστικῆς ἀναγεννήσεως προσάγων τοὺς παρὰ Παύλου κατηχουμένους τῷ μυστηρίῳ. οὐκοῦν εἰς τὸ ὁμότιμον ἄγει τῷ Ἀπολλῷ 〈τὸ πνεῦμα〉 τὸ διὰ τοῦ βαπτίσματος τελειοῦν τοὺς ἀνθρώπους. 〈διανέμων〉, φησί, 〈πᾶσαν δωρεάν〉. τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. πᾶν γάρ, ὅτιπέρ ἐστιν ἀγαθόν, τῶν τοῦ ἁγίου πνεύματος δωρεῶν μερίς ἐστι. 〈συνεργῶν〉, φησί, 〈τοῖς πιστοῖς εἰς κατανόησιν καὶ θεωρίαν τῶν διατεταγμένων〉. τῶν παρὰ τίνος διατεταγμένων μὴ προσθεὶς ἀμφίβολον τὸν λόγον ἐποίησεν, εἴτε ὀρθῶς εἴτε καὶ ὡς ἑτέρως ἔχει. ἀλλ᾽ ἡμεῖς τῇ εὐσεβείᾳ τὸ εἰρημένον προσάξωμεν δι᾽ ὀλίγης προσθήκης.

ἐπειδὴ γὰρ εἴτε λόγος σοφίας εἴτε λόγος γνώσεως εἴτε πίστις εἴτε ἀντίληψις εἴτε κυβέρνησις εἴτε τι ἕτερον ἐν τοῖς σῴζουσιν ἡμᾶς ἀναγέγραπται, ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, τούτου ἕνεκεν οὐκ ἀποβάλλομεν τοῦ Εὐνομίου τὸν λόγον, εἰπόντος συνεργεῖν τὸ πνεῦμα τοῖς πιστοῖς 〈πρὸς κατανόησιν καὶ θεωρίαν τῶν〉 παρ᾽ αὐτοῦ 〈διατεταγμένων〉 τοῦ πνεύματος διὰ τὸ πάντα ἡμῖν τὰ ἀγαθὰ διδάγματα παρ᾽ αὐτοῦ διατετάχθαι. 〈ὑπηχῶν〉, φησίν, 〈εὐχομένοις〉. τούτου τοῦ ῥητοῦ τὴν διάνοιαν μωρὸν ἂν εἴη κατὰ σπουδὴν ἀπελέγχειν, αὐτόθεν πᾶσιν ἐπίσης τοῦ γελοίου τε καὶ ἀνοήτου τῆς λέξεως ταύτης προφαινομένου. τίς γὰρ οὕτω παράφορος καὶ τῆς διανοίας ἐξεστηκώς, ὡς ἀναμεῖναι παρ᾽ ἡμῶν μαθεῖν, ὅτι οὐκ ἔστι κώδων ἢ πίθος διάκενος τὸ πνεῦμα τὸ ἅγιον, οἷόν τινι πληγῇ τῇ φωνῇ τοῦ εὐχομένου ὑπηχῶν καὶ δονούμενος; 〈ὁδηγῶν〉, φησί, 〈πρὸς τὸ συμφέρον〉. τοῦτο καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁδηγεῖ γὰρ ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὸ πνεῦμα τὸ ἀγαθὸν ὁδηγεῖ ἡμᾶς ἐν γῇ εὐθείᾳ. 〈κρατύνων〉, φησί, 〈πρὸς εὐσέβειαν〉. θεοῦ ἔργον ὁ Δαβὶδ εἶναι λέγει τὸ ἐν εὐσεβείᾳ κρατύνειν τὸν ἄνθρωπον· Κραταίωσις γάρ μου καὶ καταφυγή μου εἶ σύ, φησὶν ὁ προφήτης, καὶ Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.

οὐκοῦν ταῦτα εἰ κατὰ τὸν προφητικὸν εἴρηται νοῦν, τῆς θεότητος τοῦ πνεύματος μαρτυρία ἐστίν· εἰ δὲ ἐναντιοῦται τῇ προφητείᾳ, δι᾽ αὐτοῦ τούτου κατηγορεῖται ἡ βλασφημία, ὅτι τοῖς ἁγίοις προφήταις ἀντιδοξάζει τῷ λόγῳ. εἶτά φησι 〈φωτίζων τὰς ψυχὰς τῷ φωτὶ τῆς γνώσεως〉. ταύτην ὡσαύτως τὴν χάριν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ ὁ τῆς εὐσεβείας ἀνατίθησι λόγος. ἐκεῖνος γὰρ φωτισμὸς παρὰ τοῦ Δαβὶδ ὀνομάζεται καὶ ἐκεῖθεν τὸ φῶς τῆς γνώσεως τοῖς φωτιζομένοις ἐγγίνεται. ὡσαύτως δὲ καὶ ἡ κάθαρσις τῶν λογισμῶν ἴδιον, ὥς φησιν ὁ λόγος, τῆς τοῦ κυρίου δυνάμεως· τὸ γὰρ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο τὸ δὲ 〈ἀπείργειν τοὺς δαίμονας〉, ὃ τοῦ πνεύματος ἴδιόν φησιν ὁ Εὐνόμιος, τοῦτο καὶ ὁ μονογενὴς θεὸς ὁ λέγων τῷ δαίμονι ὅτι Ἐγὼ ἐπιτάσσω σοι, προσμαρτυρεῖ τῇ δυνάμει τοῦ πνεύματος λέγων Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὥστε οὐκ ἔστι καθαίρεσις τῆς δόξης τοῦ πνεύματος ἡ τῶν δαιμόνων ἀναίρεσις, ἀλλὰ σύστασις τῆς θείας αὐτοῦ καὶ ὑπερεχούσης δυνάμεως. 〈Νοσοῦντας〉, φησί, 〈θεραπεύων, ἀρρωστοῦντας ἰώμενος, θλιβομένους παρακαλῶν, ὀκλάζοντας ἀνορθῶν, πονοῦντας ἀνακτώμενος〉. ταῦτα τῶν εὐσεβούντων περὶ τοῦ ἁγίου πνεύματός ἐστι τὰ ῥήματα· οὐ γὰρ ἂν ἄλλῳ τις ἀναθείη τούτων ἑκάστου τὴν ἐνέργειαν πλὴν τῷ θεῷ.

εἰ τοίνυν ἅπερ οὐδενός ἐστι ποιεῖν ἢ θεοῦ μόνου, ταῦτα τῇ δυνάμει τοῦ πνεύματος ἐνεργεῖσθαι διαβεβαιοῦται ἡ αἵρεσις, ἔχομεν ὑπὲρ ὧν σπουδάζομεν καὶ τὴν παρὰ τῶν ἐχθρῶν μαρτυρίαν. πῶς παρὰ τοῦ θεοῦ ὁ προφήτης ζητεῖ τὴν ἴασιν λέγων Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι, ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου; τῷ θεῷ λέγει ὁ Ἠσαΐας ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, καὶ τὴν τῶν πλανωμένων ἐπιστροφὴν θεοῦ ἔργον εἶναι ἡ προφητεία μαρτύρεται· Ἐπλανήθησαν γάρ, φησίν, ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, καὶ ἐπήγαγεν ὅτι Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου· καὶ Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών. ὡσαύτως δὲ καὶ ἡ τῶν θλιβομένων παράκλησις εἰς θεὸν ἀναφέρεται, οὕτως εἰπόντος τοῦ Παύλου Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ θεοῦ φησιν Ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε. ἡ δὲ τῶν ὀκλαζόντων ἀνόρθωσις μυριοτρόπως ὑπὸ τῆς γραφῆς εἰς τὴν τοῦ θεοῦ δύναμιν ἀναφέρεται· Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου, καὶ Ὅταν πέσῃ, οὐ καταρραχθήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ, καὶ Κύριος ἀνορθοῖ κατερραγμένους.

ἡ δὲ τῶν πονούντων ἀνάκτησις τῆς τοῦ θεοῦ φιλανθρωπίας τὴν ὁμολογίαν ἔχει, εἴπερ ὃ παρὰ τῆς προφητείας ἐμάθομεν καὶ οὗτος ἐνόησε, καθὼς ὁ λόγος φησὶν ὅτι Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Μέχρι μὲν οὖν τούτου διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας ἀποδείκνυται τὸ μεγαλεῖον τοῦ πνεύματος· ἐν δὲ τοῖς ἐφεξῆς πάλιν τῷ αἱρετικῷ βορβόρῳ τὸ καθαρὸν τῆς εὐσεβείας καταμολύνεται. φησὶ γὰρ περὶ τοῦ πνεύματος ὅτι 〈τοῖς ἀγωνιζομένοις ὑποφωνεῖ〉, τοῦτο δὲ τῆς ἐσχάτης ἀνοίας τε καὶ ἀσεβείας τὴν κατηγορίαν ἔχει. ἐν γὰρ τοῖς σταδίοις οἱ μὲν ἀγωνοθετοῦσι τοῖς μέλλουσι τὴν ἀθλητικὴν ἰσχὺν ἐπιδείκνυσθαι, οἱ δὲ τῇ δυνάμει καὶ τῇ τέχνῃ τῶν ἄλλων προέχοντες ὑπὲρ τῆς νίκης ἀθλοῦσι, πρὸς τοὺς κατ᾽ ἀλλήλων ἀγῶνας ἀποδυόμενοι, οἱ δὲ λοιποὶ ταῖς εὐνοίαις πρὸς τοὺς ἀγωνιστὰς μεριζόμενοι, ὅπως ἂν ἔχωσιν ἕκαστος περί τινα τῶν ἀθλητῶν σπουδῆς τε καὶ διαθέσεως, ἐν τῷ καιρῷ τῆς συμπλοκῆς ὑποφωνοῦσιν ἢ τὸ προϊδεῖν τὴν λαβὴν ἢ τὸ μνησθῆναι παλαίσματος ἢ τὸ φυλάξαι διὰ τῆς τέχνης ἑαυτὸν ἀκατάπτωτον. εἰς τίνα τοίνυν τάξιν τὸ πνεῦμα τὸ ἅγιον καθίστησιν ὁ Εὐνόμιος, ἐκ τῶν εἰρημένων κατανοήσατε.

ἐν γὰρ τοῖς σταδίοις τῶν μὲν ἀγωνοθετούντων, τῶν δὲ κρινόντων τὴν νόμιμον ἄθλησιν, τῶν δὲ ἀγωνιζομένων, τῶν δὲ τοῖς ἀγωνιζομένοις ὑποφωνούντων, οἵτινες ὁμολογοῦνται πολὺ τῶν ἀθλούντων εἶναι καταδεέστεροι, ὡς ἕνα τῶν ἐκ τοῦ δήμου θεωμένων ἤ τινα τῶν τοῖς ἀθληταῖς ὑπηρετουμένων τὸ πνεῦμα τὸ ἅγιον ὁρᾷ ὁ Εὐνόμιος, ὃ μήτε ἀγωνοθετεῖ μήτε κρίνει τὴν νίκην μήτε πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται, ἀλλὰ δι᾽ ὑποφωνήσεως συνεργεῖ μὲν πρὸς τὴν νίκην οὐδέν (οὔτε γὰρ συναγωνίζεται οὔτε τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν ἐμποιεῖ), βούλεται δὲ μόνον μὴ δεύτερον δειχθῆναι τῶν ἀντιπάλων τὸν παρ᾽ αὐτοῦ σπουδαζόμενον. καὶ Παῦλος μὲν ἀγωνίζεται πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· τὸ δὲ πνεῦμα τῆς δυνάμεως οὐκ ἐνισχύει τοὺς ἀθλητὰς οὐδὲ διανέμει τοῖς ἀθληταῖς τὰ χαρίσματα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, ἀλλὰ μέχρι τοῦ ὑποφωνεῖν τοῖς συμπλεκομένοις τὴν δύναμιν ἔχει.

Πάλιν φησὶ 〈δειλανδροῦντας θρασύνων〉. ἀλλ᾽ οὗτος μὲν ἀκολουθεῖ κατὰ τὸν ἑαυτοῦ λόγον τῇ προλαβούσῃ κατὰ τοῦ πνεύματος βλασφημίᾳ, φανεροῖ δὲ καὶ διὰ τοῦ ἐχθροῦ στόματος ἑαυτὴν ἡ ἀλήθεια. οὐδενὸς γάρ ἐστιν ἑτέρου θάρσος ἐμποιεῖν τοῖς δειλαινομένοις ἢ θεοῦ μόνου, λέγοντος τῷ δειλιῶντι Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μηδὲν εὐλαβοῦ, ὥς φησιν ὁ προφήτης· Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ. ἀλλὰ καὶ αὐτὸς ὁ δεσπότης πρὸς τοὺς δειλιῶντάς φησι Μὴ ταρασσέσθω ἡ καρδία ὑμῶν μηδὲ δειλιάτω, καὶ Τί δειλοί ἐστε, ὀλιγόπιστοι; καὶ Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε, καὶ Θαρσεῖτε πάλιν, ἐγὼ νενίκηκα τὸν κόσμον. οὐκοῦν καὶ ἄκοντος τοῦ Εὐνομίου δι᾽ αὐτῆς τῆς πολεμίας φωνῆς δείκνυσιν ἑαυτὴν ἡ ἀλήθεια. συμφωνεῖ δὲ καὶ ὁ ἐφεξῆς τῷ προάγοντι λόγος. 〈ἁπάντων〉, φησί, 〈κηδόμενος καὶ πᾶσαν φροντίδα καὶ πρόνοιαν εἰσφερόμενος〉. μόνου γάρ ἐστιν ὡς ἀληθῶς τοῦ θεοῦ τὸ κήδεσθαι καὶ φροντίζειν ἁπάντων, οὕτως εἰπόντος τοῦ μεγάλου Δαβὶδ Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, κύριος φροντιεῖ μου.

εἰ δὲ τὸ λειπόμενον ἄνευ διανοίας ἐν ψόφῳ διακένων ῥημάτων διακεκρότηται, μηδεὶς αἰτιάσθω, ὁρῶν αὐτὸν ἐν τοῖς πλείοσι πάσης ἔμφρονος διανοίας ἄτονόν τε καὶ ἀπαίδευτον· τί γὰρ νοῶν φησιν 〈εἰς προσαγωγὴν τῶν εὐνουστέρων καὶ φυλακὴν τῶν πιστοτέρων〉, οὔτ᾽ ἂν αὐτὸς εἴποι οὔτε οἱ τὰ ἐκείνου ἀνοήτως θαυμάζοντες.