Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰ φῶτα

Γρηγόριος ὁ Νύσσης

Προτροπές για τη νέα εν Χριστώ ζωή

Ηθικές και πνευματικές παραινέσεις προς τους βαπτισθέντες για έμπρακτη μετάνοια, τήρηση της βαπτισματικής ομολογίας και νέκρωση των παθών απέναντι στις δαιμονικές επιβουλές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τῶν τρόπων ἐναλλαγὴν καὶ τῆς ἐπὶ τὸ κρεῖττον μετακοσμήσεως τὴν διαφορὰν τῇ καθαρότητι τῆς πολιτείας γνωρίσατε· τῶν μὲν γὰρ ὑποπιπτόντων τοῖς ὀφθαλμοῖς οὐδὲν ἀλλοιοῦται, οἱ δὲ τοῦ σώματος χαρακτῆρες μένουσιν ἀμετάβλητοι καὶ ἡ τῆς ὁρωμένης φύσεως διάπλασις οὐκ ἀμείβεται, χρεία δὲ πάντως τινὸς ἐναργοῦς ἀποδείξεως, δι᾽ ἧς ἐπιγνωσόμεθα τὸν ἀρτίτοκον ἄνθρωπον συμβόλοις τισὶ φανεροῖς τὸν νέον ἀπὸ τοῦ παλαιοῦ διακρίνοντες. ταῦτα δὲ οἶμαι τυγχάνειν τὰ κατὰ πρόθεσιν τῆς ψυχῆς κινήματα, ἀφ᾽ ὧν ἑαυτὴν χωρίζουσα τῆς παλαιᾶς συνηθείας, νεωτέραν δὲ τέμνουσα τῆς πολιτείας ὁδὸν διδάξει σαφῶς τοὺς γνωρίμους, ὡς ἄλλη τις ἐξ ἄλλης γεγένηται οὐθὲν τῆς παλαιᾶς κακίας ἐφελκομένη γνώρισμα. ἔστι δὲ οὗτος τῆς μεταποιήσεως ὁ τρόπος, ἄν μοι πεισθέντες τὸν λόγον ὡς νόμον φυλάξητε· ἦν ὁ πρὸ τοῦ βαπτίσματος ἄνθρωπος ἀκόλαστος, πλεονέκτης, ἅρπαξ τῶν ἀλλοτρίων, λοίδορος, συκοφάντης καὶ εἴ τι τούτοις ὅμοιον καὶ ἀκόλουθον.

γενέσθω νῦν κόσμιος, σώφρων, ἀρκούμενος τοῖς ἰδίοις καὶ ἐκ τούτων τοῖς ἐν πενίᾳ μεταδιδούς, φιλαλήθης, τιμητικός, εὐπροσήγορος, πᾶσαν ἁπλῶς ἐπαινουμένην πρᾶξιν ἀσκῶν· ὡς γὰρ τῷ φωτὶ τὸ σκότος λύεται καὶ ἀφανίζεται τὸ μέλαν ἐπιχρωσθείσης λευκότητος, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος τοῖς τῆς δικαιοσύνης ἔργοις ἐπικοσμηθεὶς ἀφανίζεται. ὁρᾷς ὅπως καὶ ὁ Ζακχαῖος τῇ μεταβολῇ τοῦ βίου τὸν τελώνην ἀπέκτεινε πρὸς μὲν τοὺς ζημιωθέντας ἀδίκως τετραπλῆν ἐπανάγων τὴν ἀπόδοσιν, ἐμέρισε δὲ τοῖς πτωχοῖς τὰ κατάλοιπα, ἃ πρότερον παρὰ τῶν πτωχῶν θλιβομένων κακῶς ἐθησαύρισεν. εὐαγγελιστὴς ὁ Ματθαῖος, ἄλλος τελώνης, ὁμότεχνος τοῦ Ζακχαίου εὐθέως μετὰ τὴν κλῆσιν ὥσπερ τι προσωπεῖον ἤμειψε τὸν βίον. διώκτης ὁ Παῦλος, ἀλλὰ μετὰ τὴν χάριν ἀπόστολος βαρείας φέρων τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ εἰς ἀπολογίαν καὶ μετάνοιαν τῶν ἀδίκων δεσμῶν, ἃ παρὰ τοῦ νόμου ποτὲ λαβὼν κατὰ τῶν εὐαγγελίων ἐβάσταζε. τοιαύτην προσῆκεν εἶναι τὴν ἀναγέννησιν, οὕτως ἐξαλείφειν τὴν πρὸς τὴν ἁμαρτίαν συνήθειαν, οὕτω πολιτεύεσθαι τοὺς υἱοὺς τοῦ θεοῦ· τέκνα γὰρ ἐκείνου μετὰ τὴν χάριν ἀκούομεν.

καὶ διὰ τοῦτο προσῆκεν ἀκριβῶς ἐπισκοπήσασθαι τὰ τοῦ γεννήτορος ἡμῶν ἰδιώματα, ἵνα πρὸς ὁμοιότητα τοῦ πατρὸς ἑαυτοὺς μορφοῦντες καὶ σχηματίζοντες γνήσιοι φαινώμεθα παῖδες τοῦ πρὸς τὴν εἰσποίησιν ἡμᾶς τὴν κατὰ χάριν καλέσαντος· φαῦλον γὰρ κατηγόρημα ὁ νόθος καὶ ὑποβολιμαῖς καὶ τὴν πατρικὴν εὐγένειαν ἐπὶ τῶν ἔργων ψευδόμενος. διό μοι δοκεῖ καὶ αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις τοὺς τοῦ βίου κανόνας διατάττων ἡμῖν ἐκείνοις χρῆσθαι πρὸς τοὺς μαθητευομένους τοῖς λόγοις· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. υἱοὺς γὰρ τότε γίνεσθαι λέγει, ὅταν τῆς πατρικῆς ἀγαθότητος τὴν ὁμοίωσιν ἐν τῇ πρὸς τοὺς ὁμοφύλους φιλανθρωπίᾳ τοῖς οἰκείοις λογισμοῖς ἐντυπώσωνται.

Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ κάλλος σπεύδοντος πρὸς τὴν ἐπουράνιον πολιτείαν, ἀφ᾽ ἧς ἐκεῖνος ἐξέπεσε, καὶ πυρώδεις ἡμῶν ἐπεγείρει τοὺς πειρασμοὺς συλῆσαι σπουδάζων καὶ τὴν δευτέραν ἐπικόσμησιν ὡς τὸν κόσμον τὸν πρότερον. ἀλλ᾽ ὅταν αἰσθώμεθα τῶν ἐκείνου προσβολῶν προσῆκε τὴν ἀποστολικὴν ῥῆσιν ἑαυτοῖς ἐπιλέγειν· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. εἰ δὲ σύμμορφοι τοῦ θανάτου γεγόναμεν νεκρὰ πάντως λοιπὸν ἐν ἡμῖν ἡ ἁμαρτία τῷ σειρομάστῃ διελαθεῖσα τοῦ βαπτίσματος ὡς ὁ πόρνος ἐκεῖνος παρὰ τοῦ ζηλωτοῦ Φινεές. φεῦγε τοίνυν ἀφ᾽ ἡμῶν δυσώνυμε· νεκρὸν γὰρ θέλεις σαλεύειν τὸν πάλαι σοι συνταξάμενον, τὸν ἀπολέσαντα πάλαι πρὸς τὰς ἡδονὰς τὰς αἰσθήσεις. νεκρὸς σωμάτων οὐκ ἐρᾷ, νεκρὸς οὐχ ἁλίσκεται πλούτῳ, νεκρὸς οὐ συκοφαντεῖ, νεκρὸς οὐ ψεύδεται, οὐχ ἁρπάζει τὰ μὴ προσήκοντα, οὐ λοιδορεῖται τοῖς προστυγχάνουσιν. πρὸς ἄλλην μοι ζωὴν ὁ βίος ἐκανονίσθη· ἐπαιδεύθην τῶν ἐγκοσμίων καταφρονεῖν, τὰ γήινα παρατρέχειν καὶ σπεύδειν πρὸς τὰ οὐράνια, καθὼς καὶ Παῦλος διαρρηδὴν μαρτύρεται, ὅτι κόσμος ἐκείνῳ ἐσταύρωται κἀκεῖνος τῷ κόσμῳ.

ταῦτα ψυχῆς ἀληθῶς ἀναγεννηθείσης τὰ ῥήματα, αὗται τοῦ νεοτελοῦς ἀνθρώπου φωναὶ τοῦ μεμνημένου τῆς οἰκείας ὁμολογίας, ἣν ἐν τῇ παραδόσει τοῦ μυστηρίου πρὸς θεὸν ἐποιήσατο πάσης καὶ τιμωρίας καὶ ἡδονῆς ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης καταφρονεῖν ὑποσχόμενος.