Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο του Αλληλούια και οι ανεπίγραφοι ψαλμοί

Η θεολογική σημασία του Αλληλούια ως αίνου προς τον Θεό, τα αίτια απουσίας επιγραφών σε ορισμένους ψαλμούς και η ερμηνεία τους σε σχέση με τη θεία οικονομία και το μυστήριο του Σαββάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 15

ΚΕΦΑΛΑΙΟΝ Ζʹ Χρὴ γὰρ καὶ τὸ Ἀλληλούϊα, ὅ τί ποτε σημαίνει, κατανοῆσαι ὅπερ πολλοῖς τῶν ψαλμῶν ἐπιγραφὴ γίνεται. ἔστι τοίνυν τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα, ἵνα τοιοῦτον ᾖ τούτου τὸ σημαινόμενον ὅτι Αἰνεῖτε τὸν κύριον· ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ λέγουσα Αἰνεῖτε τὸν κύριον, διὰ τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς γραφαῖς τὸ τοιοῦτον σημαίνεται. ἢ τάχα μᾶλλον γνωρίζει ὁ λόγος οὗτος τῆς ὑποκειμένης ψαλμῳδίας τὴν δύναμιν λέγων αὐτὴν αἶνον εἶναι θεοῦ. ποικίλως γὰρ ἐκ διαφόρων ὀνομάτων κατά τινα συμβολικὴν σημασίαν τῆς θείας φύσεως δηλουμένης ἐν ταῖς Ἑβραίων φωναῖς· ἓν τῶν σημαντικῶν περὶ θεοῦ ὀνομάτων παρ᾽ Ἑβραίοις ἐστὶ καὶ τὸ ἴα, τὸ δὲ ἀλληλοῦ αἶνος νοεῖται. καὶ μὴ θαυμάσῃς εἰ τὴν λεγομένην εὐθεῖαν ἐν τῇ πτώσει τοῦ ὀνόματος τὸ τοιοῦτον σχῆμα τῆς φωνῆς ταύτης ἐνδείκνυται. οὐ γὰρ πρὸς τὴν παρ᾽ ἡμῖν συνήθειαν τυποῦται καὶ παρὰ τοῖς Ἑβραίοις τὰ ῥήματα, ἀλλ᾽ ἕτερος τύπος τῆς παρ᾽ αὐτοῖς ἐκφωνήσεως τῶν ὀνομάτων παρὰ τὸν ἡμέτερον. οὕτω γοῦν τὸ τοῦ προφήτου ὄνομα ἡμεῖς μὲν κατὰ τὸν παρ᾽ ἡμῖν τύπον ἐξελληνίζοντες Ἡλίαν φαμέν, ἡ δὲ παρ᾽ Ἑβραίοις εὐγλωττία τὴν εὐθεῖαν τοῦ ὀνόματος Ἡλίου λέγει. οὕτως οὖν καὶ ἐνταῦθα, ὅταν τὸν αἶνον ἐπ εὐθείας πτώσεως σημᾶναι βούληται, τῶν Ἑβραίων ἡ γλῶττα Ἀλληλοῦ κατονομάζει.

ἐπειδὴ δὲ ὁ αἶνος εἰς θεὸν πάντως τὴν ἀναφορὰν ἔχει, τὸ δὲ ἴα ἓν τῶν ἑρμηνευτικῶν τῆς θείας φύσεώς ἐστιν ὄνομα, ὅλον κοινῇ τὸ Ἀλληλούϊα αἶνος θεοῦ ἑρμηνεύεται. ὅταν τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳδίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκείμενον εἰς δοξολογίαν ἀναγαγεῖν θεοῦ. οὕτω τοι καὶ τοῖς τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιούτων ἐπιγραφῶν ἐφευρίσκονται, δι᾽ ὧν ἔστιν ἐννοεῖν ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ᾽ ἀρετὴν πολιτείας καὶ διὰ τῶν προλαβόντων τῆς ψαλμῳδίας τμημάτων κατὰ τὴν νοηθεῖσαν ἐπ᾽ αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν ἁρμόζει τὸ αἰνεῖν τὸν θεόν· καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι πεπίστευται. οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχολίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν θεὸν οὔτε τοῖς κατ᾽ ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτῶν αἶνον εἶναι θεοῦ παρασκευάσαι· ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας ἐνευρίσκονται, σαφῶς ἔστι κατανοῆσαι ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν θεὸν παρακέλευσις.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ Λείπεται δὲ τῶν ἀνεπιγράφων τὴν αἰτίαν ὥς ἐστι δυνατὸν κατανοῆσαι. τὰ δὲ ἐν τῷ μέρει τούτῳ παρ᾽ ἡμῶν εὑρισκόμενα ἐν τῇ δοκιμασίᾳ τῶν ἐντυγχανόντων προκείσθω ἢ δέξασθαι τὰ ἡμέτερα ἢ πρὸς μείζονα θεωρίαν προσάγειν αὐτῶν τὴν διάνοιαν. ταύτην τοίνυν τὴν διαφορὰν ἐν τοῖς ἀνεπιγράφοις κατενοήσαμεν. τοῖς μὲν γὰρ αὐτῶν ἀντὶ ἐπιγραφῆς ἡ 〈τῆς〉 ψαλμῳδίας γίνεται ἐπίνοια, ἐφ᾽ ὧν κοινὸν καὶ παρ᾽ Ἑβραίοις καὶ παρ᾽ ἡμῖν τὸ μὴ εἶναι ἄλλην ἐπιγραφὴν τῶν ὑποκειμένων εἰ μὴ ταύτην μόνην τὴν τοῖς ῥητοῖς ἐμφαινομένην διάνοιαν. τοῖς δὲ λοιποῖς ἐπιγραφαὶ μέν εἰσιν ἐκκλησιαστικαί τε καὶ μυστικαὶ καὶ τῆς κατὰ τὸ μυστήριον ἡμῶν εὐσεβείας σημαντικαί, ἀλλὰ τοῖς Ἑβραίοις οὐκ εἰσὶ κατὰ τὴν γεγενημένην ἐν τῷ Εὐαγγελίῳ κατ᾽ αὐτῶν κατηγορίαν, Ὅτι δόγμα ἔθεντο, Εἴ τις ὁμολογήσειε τὸν Χριστόν, ἀποσυνάγωγος γένηται. ὅσας τοίνυν ἐκεῖνοι τῶν ἐπιγραφῶν κατενόησαν ἔνδειξίν τινα περιέχειν τοῦ μυστηρίου, ταύτας οὐ παρεδέξαντο. διὸ καὶ παρεσημήνατο δι᾽ ἀκριβείας ἐπ᾽ αὐτῶν τὸ τοιοῦτον ὁ λόγος τῇ ἀναγνώσει τῆς ἐκκλησιαστικῆς ἐπιγραφῆς προστιθεὶς ὅτι παρ᾽ Ἑβραίοις ἐστὶν ἀνεπίγραφος. τῆς τοίνυν διαιρέσεως ταύτης ἐν τοῖς ἀνεπιγράφοις προεκτεθείσης, καιρὸς ἂν εἴη δι᾽ αὐτῶν τῶν ῥητῶν δοῦναι τῷ λόγῳ τὴν μαρτυρίαν.

Ὁ προτεταγμένος τῶν ὅλων ψαλμὸς ἐπιγραφῆς οὐκ ἐδεήθη. φανερὸς γάρ ἐστι τοῖς ἀναγινώσκουσιν ὁ τῶν λεγομένων σκοπός, ὅτι εἰσαγωγικὸς πρὸς φιλοσοφίαν ἐστὶν ἀποστῆναι τοῦ κακοῦ συμβουλεύων καὶ ἐν τῷ ἀγαθῷ γενέσθαι καὶ ὁμοιοῦσθαι τῷ θεῷ κατὰ δύναμιν.

Ἀλλ᾽ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, ὁ δεύτερος, ὅπως ἂν ἔξω τῆς ἀσεβείας γενώμεθα, ὑποτίθεται τὸ εὐαγγελικὸν προαναφωνήσας μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γένεσιν τοῦ σήμερον μὲν γεννηθέντος δι᾽ ἡμᾶς (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ πατρὸς καὶ ἐν τῷ πατρὶ ὄντος υἱοῦ καὶ θεοῦ, τήν τε βασιλείαν ἐπὶ τῶν ἀβασιλεύτων, οἳ διὰ τὸ μὴ δουλεύειν θεῷ ἐν ἔθνεσιν ἦσαν κατειλεγμένοι αὐτόνομοί τινες ὄντες, μᾶλλον δὲ ἄνομοι, τῷ τὸν θεῖον μὴ παραδέξασθαι νόμον, ἀλλ᾽ ἀπορρίψαι ἀφ᾽ ἑαυτῶν τὸν ζυγόν· ζυγὸν δὲ λέγει τὴν ἐντολήν. τῆς δὲ τοῦ παντὸς ὑπερκειμένης βασιλείας καὶ ἐπὶ τούτοις ἐλθούσης, οἱ ποτὲ ἀδέσποτοι θεοῦ κληρονομία γίνονται διὰ τῆς εἰς τὸν σήμερον γεννηθέντα πίστεως· τοῦτον λέγω τὸν καταστάντα βασιλέα ἐπ᾽ αὐτῶν· καὶ αὐτοὶ γεννηθέντες καὶ βασιλεῖς γενόμενοι. ἐφ᾽ ὧν ἡ σιδηρᾶ ῥάβδος, τουτέστιν ἡ ἄτρεπτος δύναμις περιθρύψασα τὸ γήϊνόν τε καὶ ὀστράκινον εἰς τὴν ἀκήρατον φύσιν μετεστοιχείωσε, διδάξας ὅτι μόνον ἐστὶ μακάριον τὸ ἐπ᾽ αὐτῷ πεποιθέναι. ταύτης δὲ οὔσης τοῦ ψαλμοῦ τῆς διανοίας ἣν ἐξεθέμην, ἔξεστι τῷ βουλομένῳ δι᾽ αὐτῶν τῶν θείων ῥημάτων δοκιμάσαι τὴν ἡμετέραν ὑπόληψιν, εἴπερ ἐφαρμόζει τὰ παρ᾽ ἡμῶν εἰρημένα τῇ θεοπνεύστῳ γραφῇ.

οἱ δὲ λοιποὶ τῶν ἀνεπιγράφων κατὰ τὸν προαποδοθέντα λόγον ἡμῖν τῇ συναγωγῇ τῶν Ἑβραίων, οὐ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, τοιοῦτοί εἰσιν. ἐπὶ πάντων γὰρ ἔστιν εὑρεῖν τινα πάντως ἐπιγραφήν, ἣν ὁ Ἑβραῖος οὐ δέχεται διὰ τὸν τῆς εὐσεβείας λόγον, καὶ ἣν ὑπὸ ἀπιστίας οὐ παρεδέξαντο. εἰσὶ δὲ οἱ τοιοῦτοι ψαλμοί, ὡς ἐν κεφαλαίῳ μὲν εἰπεῖν, τὸν ἀριθμὸν δύο καὶ δέκα, ὡς δ᾽ ἂν καὶ ἀκριβέστερον τὰ περὶ αὐτῶν ἐκτεθείη καὶ τὴν τάξιν τῆς ἀκολουθίας ἐφ᾽ ἑκάστῳ γνωρίσωμεν· ὁ δεύτερος καὶ τριακοστός, καὶ τεσσαρακοστὸς καὶ δεύτερος καὶ ἐπὶ τούτοις ὁ ἑβδομηκοστός, εἶτα ὁ τρίτος μετ᾽ αὐτόν, καὶ μετὰ τούτους ὁ ἐνενηκοστός, εἶτα ὁ δεύτερος, καὶ καθεξῆς ἕως τοῦ ἕκτου, καὶ πάλιν ὁ ὄγδοος, καὶ τελευταῖος ἐν τοῖς ἀνεπιγράφοις ὁ ἑκατοστός τε καὶ τρίτος. ἡ μὲν οὖν τάξις τῶν παρ᾽ Ἑβραίοις ἀνεπιγράφων ψαλμῶν αὕτη. τὴν δὲ αἰτίαν τοῦ μὴ παραδεχθῆναι παρ᾽ αὐτῶν τὰς ἐπιγραφὰς ταύτας οὐκ ἄλλην οἶμαί τινα παρὰ τὴν εἰρημένην εἶναι· μᾶλλον δ᾽ ἂν ἡμῖν ὁ περὶ τούτων λόγος εἰς ἀπόδειξιν ἔλθοι, εἰ δι᾽ ὀλίγων τινὰς τῶν ἀνεπιγράφων ψαλμῶν ἐξ ἐπιδρομῆς θεωρήσομεν, ὡς ἂν ἡ κατηγορία τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης δι᾽ αὐτῆς τῆς τῶν ῥητῶν θεωρίας τὸ πιστὸν ἔχοι.

Ἐπειδὴ τῷ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν ἐλθόντι κελεύει ὁ ψαλμὸς ἐπαγάλλεσθαι, λέγων Ἀγαλλιᾶσθε, δίκαιοι ἐν κυρίῳ, ὡς τοῦ παντὸς ἐπιστατοῦντι καὶ ἐξ οὐκ ὄντος τὸ πᾶν εἰς τὸ εἶναι παραγαγόντι καὶ συντηροῦντι ἐν τῷ εἶναι τὰ πάντα, οὗ τὸ πρόσταγμα οὐσία γίνεται. αὕτη γὰρ τῶν θείων ῥημάτων ἡ ἔννοια, ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. οὗτος μακάριον ποιεῖ τὸ ἔθνος τὸ ἐπὶ τῷ ὀνόματι αὐτοῦ στηριζόμενον, ἡμᾶς λέγων τὸ ἔθνος, οἷς ἡ ἐλπὶς τῆς σωτηρίας τὸ ὄνομα τοῦ Χριστοῦ ἐστιν, ᾧ συνονομαζόμεθα οἱ πεπιστευκότες. ὅτι Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, τοῦ ἰδεῖν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐκ τοῦ ἑτοίμου κατοικητηρίου αὐτοῦ. κατοικητήριον δὲ αὐτοῦ ἕτοιμον τὸ ἀεὶ ὂν τὸν πατέρα ὠνόμασεν, οὗ τὸ εἶναι ἀεί ἐστιν, οὐκ ἔκ τινος γενόμενον, ἀλλὰ πάντοτε ἕτοιμον· καὶ οὐ ξενιζόμεθα ὅτι ἐξ ἐκείνου τοῦ ἑτοίμου κατοικητηρίου τοῖς τῶν ἀνθρώπων υἱοῖς καταμίγνυται υἱὸς ἀνθρώπου γενόμενος, διὰ τὸ πεπεῖσθαι, ὅτι αὐτός ἐστιν Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν. εἰ γὰρ ἐκείνου πλάσμα ἡ ἀνθρωπίνη φύσις, τί καινὸν ἐκ τοῦ μυστηρίου μανθάνομεν; ὅτι ὁ δεσπότης τῆς φύσεως εἰς τὰ ἴδια ἦλθεν· ἀλλ᾽ οἱ Ἑβραῖοι αὐτὸν οὐκ ἐδέξαντο. διὸ τούτοις ἡ ἐπιγραφὴ οὐκ ἔστιν, οὐδὲ ὁ ἥλιος τῷ μὴ βλέποντι.

ὅθεν τὸν κατὰ σάρκα τοῦ νόμου δρόμον, ὃν ψευδῆ ἵππον λέγει, καὶ πᾶσαν τὴν σωματώδη τῶν ἐντολῶν κατανόησιν (τοῦτο δ᾽ ἂν εἴη ὁ γίγας) ἄχρηστον εἰς σωτηρίαν κρίνομεν· καθὼς διαβάλλει τὰ τοιαῦτα ὁ ψαλμῳδὸς δι᾽ αἰνίγματος λέγων· Ψευδὴς ἵππος εἰς σωτηρίαν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. βλέποντες δὲ ἐπὶ τὸν ῥυόμενον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν διὰ τῆς οὐρανίας τροφῆς (καθώς φησιν ὁ προφήτης ὅτι Ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ), φαμὲν ἐκεῖνο, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ κυρίῳ τῷ ἐξ οὐρανῶν ἡμᾶς ἐπιβλέψαντι καὶ ὅτι Γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. διὰ ταῦτα τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ τούτου ὁ Ἑβραῖος οὐ δέχεται. πάλιν κατὰ τὸν αὐτὸν τρόπον ὁ τεσσαρακοστός τε καὶ δεύτερος τοῖς Ἑβραίοις ἐπιγραφὴν οὐκ ἔχει, δεικνύντος, οἶμαι, τοῦ λόγου, ὅτι τὸ ἐν τῷ ψαλμῷ τούτῳ μυστήριον τοῖς Ἑβραΐζουσι κατὰ τὴν αἵρεσιν ἀπαράδεκτον ἦν. εἰσελεύσεσθαι γὰρ εἰς τὸ θυσιαστήριον ἐπαγγέλλεται νέος γενόμενος. ἀλλὰ τῷ Ἑβραίῳ τοῦτο οὐκ ἔστιν. οὐ γὰρ δέχεται τῷ μυστηρίῳ τῆς σωτηρίας διὰ τῆς ἄνωθεν γεννήσεως ἀνανεάσαι.

Ἐν δὲ τῷ ἑβδομηκοστῷ τῆς ἐκκλησιαστικῆς ἐκδόσεως ἐπιγραφὴν ἐχούσης, Ὑπὲρ τῶν υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, παρὰ τοῖς Ἑβραίοις τοῦτο σεσίγηται. ἡ δὲ αἰτία σαφὴς ὅτι φανερωτέρας τῆς εἰς τὸν κύριον προφητείας ἐν τούτοις οὔσης ἡ ἀπιστία τῶν Ἰουδαίων κατηγορεῖται, ὡς δέξασθαι τὴν φανερὰν τοῦ μυστηρίου διδασκαλίαν μὴ δυνηθέντων. ὥσπερ γὰρ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες ἢ οἱ τῷ πάθει τῆς ὑδροφόβης περιπεσόντες, οὔτε τῆς ἀκτῖνος οὗτοι τὴν προσβολὴν οὔτε τοῦ ὕδατος ἐκεῖνοι τὴν ὄψιν τοῖς ὀφθαλμοῖς ὑποφέρουσιν, ἀλλὰ μεμυκόσι τοῖς βλεφάροις οἱ μὲν ἐμπαθεῖς τὰ ὄμματα τῆς ἀκτῖνος χωρίζονται, οἱ δὲ ὑδροφοβοῦντες τῆς τοῦ ὕδατος ὄψεως. τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν Ἰουδαίων κακία διὰ τὸ μὴ θέλειν ὁμολογεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος ἀπαράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλήθειαν. ἔξεστι δὲ καὶ δι᾽ αὐτῆς τῆς ψαλμῳδίας ἐπιγνῶναι τὰ τῆς προφητείας αἰνίγματα. λέγει γὰρ ἐν τῷ ἑβδομηκοστῷ, ἐν ᾧ Περὶ τῶν πρώτων αἰχμαλωτισθέντων ἐστὶν ἡ ἐπιγραφή, ὡς ἐκ προσώπου τοῦ αἰχμαλώτου ὁ λόγος, ἄλλα τέ τινα πρέποντα τῇ τοῦ ἱκέτου φωνῇ καὶ ὅτι Ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, τούτοις τοῖς ὀνόμασι τὸν αἰχμαλωτίσαντα ἡμῶν τὴν ζωὴν ἐνδεικνύμενος.

καὶ ἐν τοῖς ὑπολοίποις μετὰ πολλὰς τὰς παρακλητικὰς ἐκείνας φωνὰς τὴν ἐκ τῆς αἰχμαλωσίας γενομένην ἐπάνοδον διασημαίνει τῷ λόγῳ· ἐν οἷς φησιν, ὅτι Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, ἐπλεόνασας ἐπ᾽ ἐμὲ τὴν μεγαλωσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. τοῦτο δὲ σαφέστερον ἐκ τῆς τοῦ μεγάλου Παύλου διδασκαλίας νοήσωμεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάρει τῆς ἁμαρτίας καθελκυσθεὶς εἰς τὴν ἄβυσσον διὰ τοῦ κατελθόντος δι᾽ ἡμᾶς εἰς τὴν ἄβυσσον. περὶ οὗ φησιν· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν πάλιν καὶ ἐξῳκίσθη· δι᾽ ἀνθρώπου εἰσῆλθε, δι᾽ ἀνθρώπου καὶ ἐξοικίζεται. ὁ πρῶτος ἄνθρωπος ἤνοιξε τῷ θανάτῳ τὴν εἴσοδον· διὰ τοῦ δευτέρου ἡ ζωὴ ἀντεισάγεται, ἧς ἡ εἴσοδος ἀφανισμὸν τοῦ θανάτου ἐργάζεται. διὰ τοῦτο ἐν τῇ ἀβύσσῳ τοῦ θανάτου κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου, κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην, ἐφ᾽ ᾧ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον.

ταῦτα γὰρ δι᾽ ἀκριβείας ἡ μεγάλη τοῦ ἀποστόλου φωνὴ διεσάφησεν, ἄλλα τε πολλὰ περὶ τούτων εἰπών φησι καὶ τοῦτο· Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. διὰ τοῦτο τῆς ἐπιγραφῆς Ὑπὲρ τῶν πρώτων αἰχμαλωτισθέντων γίνεσθαι τὴν διὰ σαρκὸς οἰκονομίαν τοῦ κυρίου βοώσης, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι καὶ τὴν ἐπιγραφὴν οὐ προσίενται.

Οὕτως ἐν τῷ ἐνενηκοστῷ τὴν αὐτὴν εὑρήσεις αἰτίαν τοῦ μὴ παραδέχεσθαι τοὺς Ἑβραίους τὴν δηλωτικὴν τῆς τοῦ Χριστοῦ θεοφανείας ἐπιγραφήν. ἡμῖν μὲν γὰρ ὁ μνημονευθεὶς ψαλμὸς Αἶνός ἐστιν ᾠδῆς. πᾶς γὰρ αἶνος εἰς θεὸν τὴν ἀναφορὰν ἔχει. οἱ δὲ Ἑβραῖοι σιγῶσι τὸν αἶνον καὶ τοῖς αἰνοῦσι τὸν κύριον σιγᾶν ἐγκελεύονται. κωλύειν γοῦν ἐπιχειροῦσιν ἐν τῷ ἱερῷ τοὺς παῖδας αἰνεῖν ἐπὶ ταῖς εὐποιΐαις τὸν κύριον, καθὼς στηλιτεύει αὐτῶν τὴν ἀγνωμοσύνην τὸ εὐαγγέλιον. αὐτὰ δὲ τοῦ αἴνου τῆς ᾠδῆς ταύτης τὰ ῥήματα περιττὸν ἂν εἴη διὰ τῆς θεωρίας ἀποδεικνύειν πρὸς τὸν κύριον βλέποντα, γυμνότερον αὐτῆς τῆς λέξεως τῶν γεγραμμένων τὴν τοιαύτην ἐμφαινούσης διάνοιαν.

Ὁ δὲ μετὰ τὸν πρῶτον καὶ ἐνενηκοστὸν ἔχει τι πάλιν ἐν τῇ ἐπιγραφῇ φανερώτερον, οὗ χάριν φεύγει ὁ Ἰουδαΐζων τὴν τῆς ἐπιγραφῆς συγκατάθεσιν. φησὶν γὰρ ἡ λέξις οὕτως· Αἶνος ᾠδῆς τῷ Δαβὶδ εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, ὅτε κατῴκισται ἡ γῆ. τίς γὰρ οὐκ οἶδε τῶν παραδεδεγμένων τὸν περὶ τῆς εὐσεβείας λόγον, ὅτι τῇ ἡμέρᾳ τοῦ Σαββάτου τὸ κατὰ τὸν θάνατον ἐνηργήθη μυστήριον, ἀκριβῶς κατὰ τὸν νόμον ἀκινήτου μείναντος ἐπὶ τῆς ἐν τῷ μνήματι κοίτης ἐκείνου τοῦ σώματος; καὶ τὴν ἡμέραν ἐκείνην, ὅτε κατῳκίσθη ἡ γῆ ὑπὸ τοῦ οἰκιστοῦ ἡμῶν, ὃς διὰ τοῦ καταλῦσαι τὸν καθαιρέτην τῆς ἡμετέρας οἰκήσεως πάλιν τὸ ἐρειπωθὲν ἐξ ὑπαρχῆς ᾠκοδόμησεν; ὁ δὲ καθαιρέτης ἡμῶν ὁ θάνατος ἦν, ὃν τότε κατήργησεν, ὅτε ἡμῖν μὲν σαββατίζειν ἐδόκει μένων ἐν ᾧ ἦν τόπῳ ἀκίνητος, τὴν δὲ τοῦ θανάτου κατηγωνίζετο δύναμιν ὁδοποιῶν δι᾽ ἑαυτοῦ τοῖς τεθνεῶσι πᾶσι τὴν ἐκ τοῦ θανάτου ἀνάστασιν. ἀλλ᾽ οὐ δέχεται τὸ τοῦ Σαββάτου μυστήριον ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ. διὸ καὶ οὗτός ἐστιν ὁ αἶνος παρ᾽ αὐτοῖς ἀνεπίγραφος. οὐ γὰρ συντίθενται, ὅτι οὗτός ἐστιν ὁ κύριος ὃς καθ᾽ ἡμᾶς ἑαυτὸν σχηματίσας καὶ τὴν ἡμετέραν αἰσχύνην περιβαλόμενος ἐν τῇ τοῦ δούλου μορφῇ πάλιν ἐβασίλευσε καὶ τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο καὶ τὴν ἑαυτοῦ περιεβάλετο δύναμιν. δύναμις δὲ καὶ εὐπρέπεια τοῦ υἱοῦ ὁ πατήρ.

οὗτος λυθεῖσαν δι᾽ ἁμαρτίας τὴν ἀνθρωπίνην φύσιν πάλιν στερρὰν ἀπειργάσατο· ὡς μηκέτι αὐτὴν πρὸς κακίαν ἀποσεισθῆναι μηδὲ τὸν ἐν ἁμαρτίᾳ δέξασθαι σάλον. καὶ πολλὰ καὶ ἄλλα δι᾽ αἰνιγμάτων ἀνευφημήσας τὴν χάριν, ποταμούς τινας μεγάλα ἠχοῦντας τῷ λόγῳ προστίθησι, τὰς τῶν εὐαγγελίων, ὡς οἶμαι, λέγων φωνάς. καὶ τί χρὴ τὰ καθ᾽ ἕκαστον διεξιέναι τῶν ἐν τῇ ψαλμῳδίᾳ γεγραμμένων, οὐδεμιᾶς οὔσης ἐν τοῖς θείοις ῥητοῖς ἀμφιβολίας τοῦ εἰς ἐκεῖνον βλέπειν τὴν ὑμνῳδίαν τὸν ἀναβάντα θεὸν ἐν ἀλαλαγμῷ καὶ τὰ μαρτύρια αὐτοῦ διὰ τῆς ἀγαθῆς ὁμολογίας πιστώσαντα καὶ τὸ ἁγίασμα τοῦ πνεύματος τῷ ἰδίῳ οἴκῳ τῆς ἐκκλησίας ἐμπρέψαι παρασκευάσαντα;

Ὡσαύτως καὶ τοῦ τρίτου μετὰ τὸν ἐνενηκοστὸν διὰ τὴν αὐτὴν αἰτίαν ὁ Ἑβραῖος τὴν ἐπιγραφὴν οὐ παραδέχεται· ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· Τῷ Δαβὶδ τετράδι Σαββάτων, ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. τὸ δὲ ἐν τούτῳ μυστήριον τὴν περὶ τὸ πάθος οἰκονομίαν προαγορεύει. τῇ γὰρ πέμπτῃ τοῦ Σαββάτου τῆς προδοσίας παρὰ τοῦ Ἰούδα γεγενημένης ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ὁ πάντα τὸν κόσμον δι᾽ ἑαυτοῦ λυτρούμενος ὑπὸ τοῦ προδότου τρόπον τινὰ πωλεῖται· οὕτω γὰρ καὶ παρὰ τῆς προφητείας Ἰερεμίου τὸ γεγονὸς ὀνομάζεται· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου. διὰ τοῦτο δέ, οἶμαι, πωλεῖται, ἵνα τῇ ἑαυτοῦ πράσει τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους ἐξαγοράσῃ· ὅθεν προϊδὼν ὁ προφήτης τὸ ἐσόμενον θυμῷ τινι πρὸς τὸ γενόμενον διεγείρεται, θεὸν ἐκδικήσεων αὐτὸν ὀνομάζων καὶ ὑψωθῆναι τὸν δι᾽ ἡμᾶς ταπεινωθέντα παρακαλῶν 〈καὶ〉 ἀποδοῦναι τοῖς ὑπερηφάνοις τὴν κατ᾽ ἀξίαν ἀντίδοσιν, ὡς ἂν μὴ ἐπικαυχοῖντο οἱ ἁμαρτωλοὶ τῇ κακίᾳ. πρὸς οὓς βοᾷ ἄφρονας αὐτοὺς καὶ μωροὺς ὀνομάζων τοὺς μὴ παραδεξαμένους τὴν τοῦ ὀφθέντος θεότητα. ἴδιον γάρ ἐστι τοῦ ἄφρονος, ὡς ἑτέρωθί φησι, τὸ τὸν ὄντα θεὸν μὴ εἶναι λέγειν. βοᾷ δὲ πρὸς τοὺς τοιούτους ὅτι Σύνετε ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. τίς ὁ φυτεύσας τὸ οὖς; τίς ὁ πλάσας τὸν ὀφθαλμόν; τίς ὁ παιδεύων τὰ ἔθνη; τίς ὁ γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων;

διὰ τούτων γὰρ οἶμαι πάντων τὸν προφήτην τὰ κατὰ τὰς ἰάσεις μηνύειν θαύματα, δι᾽ ὧν ὀφθαλμοί τε ἐπλάσσοντο διὰ τοῦ πτύσματος καὶ τῆς γῆς πηλουργούμενοι, καὶ ἀκοαὶ τρόπον τινὰ τοῖς ἐστερημένοις τῆς αἰσθήσεως ταύτης διὰ τῶν δακτύλων ἐνεφυτεύοντο. καὶ ὅσα ἐν τῷ κρυπτῷ τῶν νοημάτων ἐλάνθανεν, παρὰ τοῦ βλέποντος τὰς ἐνθυμήσεις αὐτῶν διελέγετο. ἐπειδὴ τούτοις ἐμβοῶν οὐκ ἠκούσθη, πρὸς τὸν κύριον ἐπιστρέφει τὸν λόγον καί φησιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· ὡς τοῦ νόμου καθ᾽ ἑαυτὸν ὠφελοῦντος οὐδέν, εἰ μή τις θεία διδαχὴ τὸ ἐγκείμενον αὐτῷ μυστήριον σαφηνίσειε· καθὼς εἶπεν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. ἢ τάχα μακαρίζει τὸν ἐξ ἐθνῶν τῷ πνευματικῷ νόμῳ πιστεύοντα, ὃς ἄνθρωπος ὢν τὸν πρὸ τούτου χρόνον σαρκώδης τε καὶ συμπαραβεβλημένος τοῖς κτήνεσιν ἐν τῇ παιδεύσει τοῦ θείου νόμου, τῆς κατάρας εἰς εὐλογίαν ἀναλυθείσης, μακάριος γίνεται. ὅτι αὐτῷ μὲν ἀπὸ τῶν ἡμερῶν τῶν πονηρῶν ἡ ὀργὴ πραΰνεται, ἐκείνῳ δὲ βόθρος ὀρύσσεται· εἶτα μικρὸν ὑποβὰς τὸν σκοπὸν λέγει τῆς κατὰ ἄνθρωπον τοῦ κυρίου οἰκονομίας· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. ἡ γὰρ βοήθεια τοῦ κυρίου οὐκ ἀφῆκεν ἡμᾶς τοῦ ᾅδου παροίκους εἶναι.

καὶ ὅτι κατὰ τὸ πλῆθος τῶν ἐκ τῆς ἁμαρτίας ὀδυνῶν ἀντίρροπος ἐγένετο ἡμῖν ἡ ἰατρεία παρὰ τοῦ ἰατρεύοντος· ἐν ᾧ τι καὶ μεῖζον φιλοσοφεῖ, τὸ μὴ ἐξ ἀϊδίου εἶναι τὸ κακὸν δογματίζων. φησὶ γὰρ ὅτι Οὐ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. τοῦτο δέ ἐστιν ὅτι οὐ συνθεωρεῖταί σοι ἡ τῆς κακίας ἀρχή. ἀρχὴ γὰρ ὁ θρόνος, ὁ τὴν ἁμαρτίαν κτίζων διὰ προστάγματος. δι᾽ ὧν τὸ μὴ ἐξ ἀϊδίου τὴν κακίαν εἶναι μηδὲ εἰς ἀεὶ παραμένειν αὐτὴν ἐνεδείξατο. ὃ γὰρ μὴ ἀεὶ ἦν, οὐδὲ εἰς ἀεὶ ἔσται. καὶ τὸν τρόπον τῆς τοῦ κακοῦ ἀναιρέσεως διηγεῖται ἐν τῇ τῶν Ἰουδαίων κατὰ τοῦ κυρίου μιαιφονίᾳ τὸν ἀφανισμὸν τῆς κακίας προαγορεύων. λέγει γὰρ ὅτι Οὗτοι μὲν θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται. τοῦτο δὲ ἐμοὶ σωτήριον γίνεται. ὁ γὰρ καταδικασθεὶς τῷ θανάτῳ κύριος διὰ τούτου γίνεταί μοι καταφυγή, καὶ οὗτος ὁ θεὸς εἰς βοηθὸν ἐλπίδος τοῖς πεπιστευκόσι καθίσταται, ὃς ἀποδιδοὺς ἐν τῇ δικαίᾳ κρίσει τὸ κατ᾽ ἀξίαν ἑκάστῳ ἀφανιεῖ τὴν πονηρίαν τῶν ἡμαρτηκότων, οὐχὶ τὴν φύσιν. οὕτως εἰπὼν τῇ λέξει Ὅτι καὶ ἀποδώσει αὐτοῖς κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεός· σημαίνων διὰ τῶν εἰρημένων ὅτι οἱ νῦν τῇ ἁμαρτίᾳ μεμορφωμένοι ἀφανισθήσονται.

τῆς γὰρ κακίας οὐκ οὔσης, οὐδὲ ὁ κατ᾽ αὐτὴν μεμορφωμένος ἔσται· ἀπολομένης οὖν τῆς κακίας καὶ ἐν μηδενὶ τοῦ τοιούτου χαρακτῆρος ὑπολειφθέντος, πάντες κατὰ Χριστὸν μορφωθήσονται καὶ μία πᾶσιν ἐξαστράψει μορφὴ ἡ ἐξ ἀρχῆς ἐπιβληθεῖσα τῇ φύσει.