Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η πενταμερής διαίρεση του Ψαλτηρίου και τα πρώτα στάδια της ανόδου

Η διάκριση μεταξύ αρετής και κακίας, τα ιστορικά παραδείγματα του Ψαλτηρίου και η συστηματική διαίρεση του βιβλίου σε πέντε μέρη, με έμφαση στην πνευματική δίψα και τη θεία κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 15

ΚΕΦΑΛΑΙΟΝ Δʹ Καιρὸς δ᾽ ἂν εἴη καὶ αὐτὴν ἤδη τὴν τῶν ἀρετῶν πανδαισίαν κατανοῆσαι τῷ λόγῳ κατὰ τὴν προεκτεθεῖσαν ἡμῖν τεχνικὴν θεωρίαν. πρῶτον μὲν γὰρ φανεροῖς σημείοις διακεκριμένην ἔστιν εὑρεῖν τὴν ἀρετὴν ἐκ τῆς κακίας, ὡς ἀσύγχυτον εἶναι τὴν ἑκατέρου τούτων πρὸς τὸ ἐναντίον διαφοράν. ἐκ γὰρ τῆς ἐγγινομένης ἡμῖν ἀπ᾽ αὐτῶν εὐφροσύνης τὸ ἐξαίρετον τῆς τῶν ἐπιτηδευμάτων ἰδιότητος δείκνυται, τῆς μὲν κακίας τὰς περὶ τὸ σῶμα αἰσθήσεις, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης· ὡς ἀπλανῆ τε καὶ ἀναμφίβολον εἶναι τὴν ἐκ τῶν σημείων τούτων εὑρισκομένην τοῦ ὑποκειμένου φύσιν. καὶ τοῦτο ἐξ ἄλλων τέ τινων κατά τε τὸ πρόχειρον καὶ κατὰ τὴν ἐν τῷ βάθει κειμένην θεωρίαν τῶν νοημάτων ἐν πολλοῖς τῆς ψαλμῳδίας ἔστιν εὑρεῖν, καὶ μάλιστά γε κατὰ τὸν τέταρτον ψαλμόν, ἐν ᾧ φησι βαρυκαρδίους εἶναι τοὺς τὸ ψεῦδος καὶ τὸ μάταιον τῆς ἀληθείας μὴ διακρίνοντας, ἀλλ᾽ ἀγαπῶντας μὲν τὸ ἀνύπαρκτον, περιορῶντας δὲ τὸ μένον καὶ τοῦ ἀγαπᾶσθαι ἄξιον. μόνην γὰρ εἶπε θαυμαστὴν ἀληθῶς εἶναι τὴν ὁσιότητα, τὰ δὲ ἄλλα πάντα τὰ ἀντὶ τῶν ἀγαθῶν σπουδαζόμενα τοῖς ἀνθρώποις ἐν ὑπολήψει κεῖσθαι, ἐφ᾽ ἑαυτῶν οὐκ ὄντα, ἀλλ᾽ ἐν τῇ ματαίᾳ τῶν ἀνθρώπων οἰήσει τὸ εἶναι ἔχειν δοκοῦντα.

καὶ ὡς ἂν φανερώτερον ἐκκαλύψειε τὸ περὶ τούτων δόγμα, προϊών φησιν, ὅτι οἱ πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς φαινομένοις ὁρίζονται, λέγοντες ἐκεῖνο μόνον εἶναι ἀγαθόν, ὅπερ ἄν τις τῇ αἰσθήσει προδείξῃ.

Πολλοὶ γάρ, φησί, λέγουσι Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὁ δὲ πρὸς τὴν ἀρετὴν βλέπων τὴν μὲν ἀνδραποδώδη ταύτην τοῦ καλοῦ κρίσιν περιορᾷ. ἐν δὲ τῷ φωτὶ τὸ καλὸν βλέπει. καὶ οὕτως ἐπισημειοῦται τὴν θεοειδῆ τε καὶ ὑψηλὴν εὐφροσύνην· φῶς δὲ ἐκεῖνο λέγει τὸ ἐκ τοῦ θείου προσώπου ἀπαυγαζόμενον, οὗ καθικέσθαι ἡ αἴσθησις φύσιν οὐκ ἔχει. Ἐσημειώθη γάρ, φησίν, ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. θεοῦ γὰρ πρόσωπον ἐν χαρακτῆρσί τισι θεωρούμενον οὔ μοι δοκεῖ ἕτερον παρὰ τὰς ἀρετὰς νοεῖν ὁ προφήτης· ταύταις γὰρ τὸ θεῖον εἶδος χαρακτηρίζεται. καὶ τοῦτο εἰπὼν τὸ τέλειον γνώρισμα λέγει τῆς ἀρετῆς· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ τὴν καρδίαν λέγων. οὐ γὰρ ἔστι τοῖς ἐκ κακίας δελεάσμασι τὸν νοῦν ἡσθῆναι. ἀντιδιαστέλλει δὲ τῇ τῆς καρδίας εὐφροσύνῃ τὴν ὑλώδη ταύτην καὶ βιωτικὴν εὐθηνίαν, λέγων τοῖς τὸ παρὸν ὁρῶσι τὴν γαστέρα τοῦ καλοῦ κριτήριον γίνεσθαι.

σῖτον γὰρ καὶ οἶνον εἰπὼν τοῖς τοιούτοις πληθύνεσθαι, ἀπὸ μέρους πάσας τὰς περὶ γαστέρα καὶ θοίνην ἡδονὰς τῷ λόγῳ συμπεριέλαβεν· αἳ πάσης ἄρχουσιν ὑλικῆς ἀσχολίας, περὶ ἃ ἡ σπουδὴ εἰς οὐδὲν εὐοδοῦται πέρας, οὐ γάρ ἐστι τῆς ἐν ἀκαρεῖ γινομένης τοῖς ἀνθρώποις ἀπολαύσεως ἐν τῇ φύσει ταμιεῖον οὐδέν, ὥστε ἀπόθετον ἑαυτοῖς ποιεῖσθαι τὴν ἡδονήν, ἣν κατὰ πᾶσαν κτῶνται σπουδήν, ἀλλ᾽ ὥσπερ τι τῶν ἀπατηλῶν φαντασμάτων κεκρατῆσθαι παρὰ τῶν φιληδόνων δόξαν εὐθὺς ἠφανίσθη καὶ εἰς τὸ μὴ ὂν μετεχώρησε. τοῦ δὲ τοιούτου φάσματος ἓν ἴχνος καταλείπεται μετὰ τὴν ἀναχώρησιν, ἡ αἰσχύνη, βαθύν τε καὶ δυσεξάλειπτον ἐνσημηναμένη τούτοις τὸν τύπον τούτων, δι᾽ ὧν ἂν παρέλθῃ, ὡς δυνατὸν εἶναι, κατὰ τὴν τέχνην τῶν θηρευόντων τοῖς ἴχνεσι διαγινώσκειν τοῦ θηρίου τὴν φύσιν. καὶ γὰρ ἐκεῖνοι, ὅταν ἀφανὲς ᾖ τὸ θήραμα, διὰ τοῦ ἴχνους τὸ ζῷον γνωρίζουσιν. εἰ οὖν ὁ σῦς ἢ ὁ λέων τοῖς ἴχνεσι τοῖς ἰδίοις καταμηνύονται, ἀκόλουθον πάντως καὶ τῆς ἡδονῆς τὴν φύσιν ἐν τῷ ὑπολειφθέντι αὐτῆς ἴχνει γνωρίζεσθαι. ἀλλὰ μὴν τὸ ἴχνος αὐτῆς αἰσχύνη ἐστίν. ἄρα καὶ ἡ ἐνσημηναμένη τῇ ψυχῇ τὸν τοιοῦτον τύπον ἢ αὐτὸ πάντως αἰσχύνη ἐστὶν ἢ ποιητικὴ τῆς αἰσχύνης.

ἀλλὰ τοῦτο μὲν ἡμῖν ἐν παρεξοδίῳ προεθεωρήθη τῷ τόπῳ· δεῖξαι γὰρ κατὰ τὸ προηγούμενον ἔδει διὰ τῆς ψαλμῳδίας, οἷον ἑκατέρου τῶν κατ᾽ ἀρετήν τε καὶ κακίαν ἐπιτηδευμάτων ἐστὶ τὸ πέρας. ἐν τοίνυν τῷ προειρημένῳ ψαλμῷ τὸ τῆς ἀρετῆς εἰπὼν τέλος εἰρήνην εἶναι καὶ ἄνεσιν καὶ τὴν μονοειδῆ τε καὶ ἀνεπίμικτον πρὸς τὰ πάθη κατοίκησιν τὴν ἐπ᾽ ἐλπίδι τῆς τοῦ θεοῦ μετουσίας κατορθουμένην τὸ ἀντικείμενον τούτῳ ἐνταῦθα μὲν διὰ τῆς σιωπῆς ἐνεδείξατο, πολλαχῇ δὲ διὰ τῆς ψαλμῳδίας βοᾷ λέγων Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται, καὶ Σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται, καὶ Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν· καὶ ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, καὶ ἄλλα μυρία τούτοις ὁμοιότροπα. γέμει δὲ πᾶσα τῆς ψαλμῳδίας ἡ βίβλος τῶν τε τῆς ἀρετῆς ἐπαίνων καὶ τῆς κατηγορίας τῶν ἐν κακίᾳ ζώντων. ἥ τε τῶν ἱστοριῶν μνήμη πρὸς τοὺς δύο σκοποὺς μεριζομένη, ζηλωτὴν μὲν ποιεῖ τὴν ἀρετὴν τῶν εὐδοκίμων προσώπων, φευκτὴν δὲ διὰ τῶν κατεγνωσμένων τὴν πονηρίαν. ὅταν μὲν γάρ σε πρὸς ἀρετὴν ἐπεγείρῃ τῷ ὑποδείγματι, λέγει· Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις αὐτόν. ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. ὅταν δὲ τὸ πονηρὸν τῆς κακίας ὑποδεικνύει πέρας, τὰ πάθη τῶν ἐν πονηρίᾳ κατεγνωσμένων διέξεισιν.

Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθάν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. φλὸξ κατέφλεξεν ἁμαρτωλούς· καὶ Ποίησον αὐτοὺς ὡς τὴν Μαδιὰμ καὶ τὸν Σισάρα· καὶ Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν· καὶ πολλὰ ἕτερα τοιαῦτα· τάς τε μερικὰς συμβουλὰς πάσας σοι βοᾷ ἀπ᾽ ἀρχῆς εἰς τέλος ἡ ψαλμῳδία, ἐν οὐδενὶ μέρει τὴν πρὸς τὸ καλὸν προτροπὴν παραλείπουσα, καὶ δι᾽ ὧν ἄν τις φύγοι τὴν κακίαν· πάντα ταῖς πρὸς τὸ καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις. ἡ γὰρ τοῦ ἀγαθοῦ κτῆσις φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις γίνεται. παρέλκον δ᾽ ἂν εἴη πάντα ταῦτα δι᾽ ἀκριβείας ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ λόγου.

ΚΕΦΑΛΑΙΟΝ Εʹ Τέτμηται δὲ πενταχῇ πᾶσα ἡ τῶν ψαλμῶν πραγματεία, καί τίς ἐστιν ἐν τοῖς τμήμασι τούτοις τεχνικὴ διασκευὴ καὶ διαίρεσις. ἡ δὲ περιγραφὴ τῶν τμημάτων φανερὰ γίνεται θείαις τισὶ δοξολογίαις ὁμοιοτρόπως ἐναπολήγουσα, ἃς ἔξεστιν ἐπιγνῶναι κατὰ τὴν παρ᾽ ἡμῶν ὑποδεικνυμένην ἐν ταῖς ψαλμῳδίαις διαίρεσιν. ἔστι δὲ ἑκάστου τμήματος ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος· τοῦ πρώτου τεσσαράκοντα· τοῦ δευτέρου εἷς καὶ τριάκοντα· ἑπτὰ καὶ δέκα δὲ τοῦ τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι· τοῦ δὲ πέμπτου πέντε καὶ τεσσαράκοντα. ἵσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὸν τεσσαρακοστὸν ἐκ τοῦ πρώτου, οὗ πέρας ἐστὶν Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τὸ δεύτερον ἐπὶ τὸν ἑβδομηκοστόν τε καὶ πρῶτον, οὗ τὸ τέλος οὕτως ἔχει· Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο. τὸ τρίτον ἐπὶ τὸν ὀγδοηκοστόν τε καὶ ὄγδοον, καταλήγει δὲ καὶ τοῦτο εἰς ὅμοιον πέρας. ἔχει γὰρ οὕτως· Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο.

τοῦ δὲ τετάρτου τμήματος πέρας ὁ ἑκατοστός τε καὶ πέμπτος, οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον· Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαὸς Γένοιτο, γένοιτο. πέμπτον δὲ μέρος ἐστὶν ἀπὸ τούτου εἰς τὸν ἔσχατον, οὗ πέρας Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.

Τίνα τοίνυν τὴν ἐν τούτοις τεχνικὴν τάξιν κατενοήσαμεν, καιρὸς ἂν εἴη δι᾽ ὀλίγων εἰπεῖν. ἐν τῷ πρώτῳ τοὺς ἐν κακίᾳ ζῶντας ἵστησι μὲν τῆς ἀτόπου πλάνης, ἐφέλκεται δὲ πρὸς τὴν τοῦ κρείττονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεβῶν ἀπάταις ἐπιπορεύεσθαι, μηδὲ τῇ πονηρᾷ τρίβῳ τῆς ἁμαρτίας διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε καὶ καθιδρυμένην ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν, ἀλλὰ τῷ θείῳ συνάπτεσθαι νόμῳ διὰ μελέτης τὴν ἀπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαντας, ὡς ἂν ἐνριζωθείη φυτοῦ δίκην αὐτοῖς ἡ πρὸς τὸ κρεῖττον ἕξις ταῖς θείαις διδασκαλίαις ἐπαρδομένη. ἡ οὖν πρώτη πρὸς τὸ ἀγαθὸν εἴσοδος ἡ τῶν ἐναντίων ἐστὶν ἀπόστασις, δι᾽ ἧς γίνεται ἡ μετοχὴ τοῦ βελτίονος.

Ὁ δὲ γευσάμενος ἤδη τῆς ἀρετῆς καὶ τῇ καθ᾽ ἑαυτὸν πείρᾳ τοῦ ἀγαθοῦ τὴν φύσιν κατανοήσας, οὐκέτι τοιοῦτός ἐστιν, ὡς ἀνάγκῃ τινὶ καὶ νουθεσίᾳ τῆς πρὸς τὴν κακίαν προσπαθείας ἀφέλκεσθαι καὶ πρὸς τὴν ἀρετὴν βλέπειν, ἀλλ᾽ ὑπερδιψῇ τοῦ βελτίονος. τὸ γὰρ ἄσχετόν τε καὶ σφοδρὸν τῆς ἐπιθυμίας τῇ δίψῃ προσεικάζει ὁ λόγος, ἐπιζητήσας τὴν διψωδεστάτην ἐν τοῖς ζῴοις φύσιν, ὡς ἂν μάλιστα τὸ ἐπιτεταμένον τῆς ἐπιθυμίας διὰ τοῦ ὑπερβαλλόντως ἐν δίψῃ γινομένου ζῴου ἐπιδειχθείη. τοῦτο δὲ τὸ ζῷον ἔλαφον λέγει, ᾧ φύσις ἐστὶ τῇ ἐδωδῇ τῶν ἰοβόλων θηρίων πιαίνεσθαι. θερμοὶ δὲ καὶ διακαεῖς οἱ χυμοὶ τῶν θηρίων, ὧν ἐμφαγοῦσα ἡ ἔλαφος, ξηροτέρα γίνεται κατ᾽ ἀνάγκην φαρμακευθεῖσα τῷ τῶν θηρίων χυμῷ. καὶ διὰ τοῦτο σφοδρότερον ἐπιθυμεῖ τοῦ ὕδατος, ἵνα θεραπεύσῃ τὴν ἐκ τῆς τοιαύτης βρώσεως αὐτῇ ἐγγινομένην ξηρότητα. ὁ τοίνυν προτελεσθεὶς τὴν ἐν ἀρετῇ ζωὴν ἐν τῷ πρώτῳ μέρει τῆς ψαλμῳδίας καὶ τὸ γλυκὺ τοῦ ποθουμένου τῇ γεύσει γνωρίσας, δαπανήσας δὲ πᾶν ἑρπυστικὸν ἐπιθυμίας εἶδος ἐν ἑαυτῷ καὶ τοῖς τῆς σωφροσύνης ὀδοῦσι διαφαγὼν ἀντὶ θηρίων τὰ πάθη, διψῇ τῆς τοῦ θεοῦ μετουσίας πλέον ἢ καθ᾽ ὅσον ποθεῖ τὰς πηγὰς τῶν ὑδάτων ἡ ἔλαφος. ἕπεται δὲ τῷ τῆς πηγῆς ἐπιτυχόντι μετὰ τὴν ὑπερβάλλουσαν δίψαν τοσοῦτον σπᾶσαι τοῦ ὕδατος, ὅσον ἡ ἐπιθυμία κατ᾽ ἐξουσίαν ἐφέλκεται.

ὁ δὲ λαβὼν ἐν ἑαυτῷ τὸ ποθούμενον πλήρης ἐστὶν οὗ ἐπόθησεν. οὐ γὰρ καθ᾽ ὁμοιότητα τῆς ἐν σώματι πλησμονῆς κενοῦται πάλιν τὸ πλῆρες γενόμενον οὐδὲ ἀργὸν ἐν ἑαυτῷ τὸ ποτὸν διαμένει, ἀλλ᾽ ἡ θεία πηγή, ἐν ᾧπερ ἂν γένηται, πρὸς ἑαυτὴν μεταποιεῖ τὸν ἁψάμενον καὶ συμμεταδίδωσι τῆς ἰδίας δυνάμεως.

ΚΕΦΑΛΑΙΟΝ ϛʹ Ἀλλὰ μὴν ἴδιόν ἐστι τῆς θεότητος ἡ ἐποπτικὴ τῶν ὄντων δύναμίς τε καὶ ἐνέργεια. οὐκοῦν ὁ ἐν ἑαυτῷ ἔχων ὅπερ ἐπόθησε, καὶ αὐτὸς ἐποπτικὸς γίνεται καὶ τὴν τῶν ὄντων διασκοπεῖται φύσιν. διὰ τοῦτο τοῦ τρίτου τμήματος τῆς ψαλμῳδίας ταύτην πεποίηται τὴν ἀρχήν, ἐν ᾧ τοῦτο μάλιστα διεξετάζει ὁ λόγος, πῶς τὸ δίκαιον τῆς θείας κρίσεως ἐν τῇ ἀνωμαλίᾳ τοῦ βίου διασωθήσεται, οὐ κατὰ τὴν ἀξίαν τῶν προαιρέσεων τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐγγινομένης. πολλάκις γὰρ περὶ τὸν αὐτὸν τὰς δύο κατιδεῖν ἔστιν ἀκρότητας, τὸ ἔσχατον ἐν κακίᾳ καὶ τὸ κατὰ τὴν εὐημερίαν ἀκρότατον. πρὸς ὅν τις βλέπων ὀκλάζει πως τὴν διάνοιαν, μή ποτε κρεῖττον ᾖ τῇ ἀνθρωπίνῃ φύσει τὸ χεῖρον λεγόμενον, καὶ τὸ ἔμπαλιν κακὸν ἐκεῖνο, ὃ ἐν τῇ τοῦ κρείττονος ἀριθμεῖται μοίρᾳ. εἰ γὰρ ἐπαινεῖται μὲν ἡ δικαιοσύνη, πράττει δὲ κακῶς ὁ περὶ ταύτην ἐσπουδακώς, διαβάλλεται δὲ ἡ κακία καὶ πάντων τῶν σπουδαζομένων διαρκεῖς τὰς ἀπολαύσεις τοῖς περὶ αὐτὴν ἐσπουδακόσι χαρίζεται, πῶς ἔστι μὴ προτιμοτέραν πρὸς βίου αἵρεσιν οἴεσθαι τὴν κακίαν τῆς ἀρετῆς, τὴν κατεγνωσμένην τῆς ἐγκωμιαζομένης;

ὁ τοίνυν ὑψηλὸς τὴν διάνοιαν καὶ οἷον ἀπό τινος σκοπιᾶς ἐξεχούσης τοῖς ἀφεστηκόσι τὸν ὀφθαλμὸν ἐπεκτείνων εἶδεν ἐν ᾧ ἐστι τῆς κακίας πρὸς τὴν ἀρετὴν τὸ διάφορον, ὅτι ἐκ τῶν ἐσχάτων, οὐκ ἐκ τῶν παρόντων ἡ τούτων γίνεται κρίσις. τῷ γὰρ ἐποπτικῷ τε καὶ διορατικῷ τῆς ψυχῆς ὀφθαλμῷ ὡς παρὸν κατανοήσας τὸ δι᾽ ἐλπίδος τοῖς ἀγαθοῖς ἀποκείμενον, καὶ παρελθὼν τῇ ψυχῇ πᾶν τι φαινόμενον, ἐντός τε τῶν οὐρανίων ἀδύτων παραδὺς καθάπτεται τῆς ἀκρισίας τῶν μικροπρεπῶς τὴν τοῦ καλοῦ κρίσιν τοῖς αἰσθητικοῖς μορίοις ἐπιτρεπόντων. δι᾽ ὧν φησιν Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; τῷ αὐτῷ μορίῳ τοῦ λόγου τὸ μὲν οὐράνιον θαυμαστικῶς μεγαλύνων τε καὶ ἐξαίρων τῷ λόγῳ, τὸ δὲ ἐπὶ γῆς τοῖς τῶν ἀνοήτων ὀφθαλμοῖς σπουδαζόμενον καταφρονητικῶς τε καὶ σκωπτικῶς ἐξευτελίζων τε καὶ μυσαττόμενος. ὡς εἴ τις τῶν ἐν φυλακῇ τεχθέντων μέγα τι κρίνων ἀγαθὸν εἶναι τὸν ζόφον, ᾧ ἐνετράφη τε καὶ συνηύξησεν, εἶτα τῆς ὑπαίθρου χάριτος μετασχὼν καταγινώσκει τῆς προτέρας αὐτοῦ κρίσεως, λέγων οἵων θεαμάτων ἡλίου τε καὶ ἀστέρων καὶ παντὸς τοῦ περὶ τὸν οὐρανὸν κάλλους προετίθην τὸν συνήθη ζόφον δι᾽ ἀπειρίαν τοῦ κρείττονος. οὗ χάριν προκαταγινώσκει τῷ λόγῳ τῆς περὶ τὸ καλὸν ἀκρισίας, κτηνώδη λέγων ἑαυτὸν εἶναι, ἕως ἐν ἐκείνοις τὸ ἀγαθὸν ἑώρα.

ἐπεὶ δὲ ἐγένετο μετὰ τοῦ θεοῦ, θεὸς δὲ ὁ λόγος, καὶ πρὸς τὸ δεξιὸν ὡδηγήθη, ὁδηγὸς δὲ γίνεται αὐτῷ δεξιὸς διὰ τῆς βουλῆς ὁ λόγος καὶ εἶδε τὴν ἐν ἀρετῇ δόξαν, δι᾽ ἧς γίνεται τοῖς πρὸς τὸν οὐρανὸν βλέπουσιν ἡ ἀνάληψις, τότε χρῆται ταῖς φωναῖς ἐκείναις, ὧν ἡ μὲν ἐν θαύματι ποιεῖται τὸ ἐν οὐρανοῖς ἀγαθόν, ἡ δὲ τὸ οὐτιδανόν τε καὶ μάταιον τῆς ἠπατημένης περὶ τὸν βίον σπουδῆς διαπτύει. ἔχει δὲ πᾶσα ἡ λέξις οὕτως· Κτηνώδης, φησίν, ἐγενόμην παρὰ σοί, τὴν ἄλογον ἐν τοῖς τοιούτοις διασημαίνων προσπάθειαν, εἶτα ἐπάγει Ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ. τοῦτο δὲ εἰπὼν καὶ τὸν τρόπον τῆς πρὸς τὸν θεὸν συναφείας προστίθησιν, ὡς ἂν καὶ ἡμεῖς μάθοιμεν, πῶς ὁ πρότερον κτηνώδης μετὰ ταῦτα τῷ θεῷ συνάπτεται· Ἐκράτησας γάρ, φησί, τῆς χειρὸς τῆς δεξιᾶς μου. θεοῦ ἀντίληψιν λέγει, τὴν πρὸς τὰ δεξιὰ τῆς διανοίας ὁρμήν· Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με· οὐ γὰρ ἄνευ θείας βουλῆς γίνεται ἡ ἐπὶ τὸ καλὸν ὁδηγία. Καὶ μετὰ δόξης προσελάβου με. καλῶς ἀντιδιαστέλλει τῇ αἰσχύνῃ τὴν δόξαν, ἥτις καθάπερ ὄχημά τι καὶ πτερὸν γίνεται τοῦ ὑπὸ τῆς θείας προσλαμβανομένου χειρός, ὅταν τις ἑαυτὸν τῶν κατ᾽ αἰσχύνην ἔργων ἀλλοτριώσῃ. καὶ οὕτω τοῖς ῥηθεῖσιν ἐπήγαγε· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;

ὃ δὴ ποιοῦσι μέχρι τοῦ νῦν οἱ πολλοὶ τῶν ἀνθρώπων· τοιούτων αὐτοῖς κατ᾽ ἐξουσίαν ὑπαρχόντων ἐν τῷ οὐρανῷ, ὅμως ἐν εὐχῆς μέρει ποιοῦνται τὸ παρὰ τοῦ θεοῦ γενέσθαι τὰς φαντασιώδεις ἀπάτας, δυναστείαν τινὰ ἢ τιμὴν ἢ πλοῦτον ἢ τὸ δύστηνον τοῦτο δοξάριον, περὶ ὃ μέμηνεν ἡ ἀνθρωπίνη φύσις. ὁ δὲ ἐν τούτοις γενόμενος δι᾽ ἀκολούθου ἐπάγει τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου. τοῦτο δεικνύς, ὅτι συμφύεται τρόπον τινὰ τῷ θεῷ ὁ πρὸς αὐτὸν διὰ τῶν ἐλπίδων κολλώμενος καὶ ἓν πρὸς ἐκεῖνον γενόμενος.