Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν αὐτοκράτειραν Πλακίλλαν ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Φιλανθρωπία, ταπεινοφροσύνη, ορθόδοξη πίστη και επίλογος

Εξιστόρηση των φιλανθρωπικών έργων της αυτοκράτειρας, έπαινος της άκρας ταπεινοφροσύνης και της προσήλωσής της στο τριαδικό δόγμα, και κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

ἀνάγνωθι τὸ εὐαγγέλιον· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου (φησὶ ταῦτα πρὸς τοὺς δεξιοὺς ὁ κριτής), κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τὴν παρὰ τίνος ἡτοιμασμένην; ἣν ἑαυτοῖς, φησί, διὰ τῶν ἔργων προητοιμάσασθε. πῶς; ἐπείνων, ἐδίψων, ξένος ἤμην, γυμνός, ἀσθενής, ἐν φυλακῇ· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. εἰ οὖν ἡ περὶ ταῦτα σπουδὴ βασιλείας πρόξενος γίνεται, ἀριθμήσατε, εἴπερ δυνατόν ἐστιν ἐξαριθμήσασθαι, πόσοι τοῖς ἐνδύμασι τοῖς παρ᾽ αὐτῆς ἐσκεπάσθησαν, πόσοι τῇ μεγάλῃ ἐκείνῃ δεξιᾷ διετράφησαν, πόσοι τῶν κατακλείστων οὐκ ἐπισκέψεως μόνον, ἀλλὰ καὶ παντελοῦς ἀφέσεως ἠξιώθησαν. εἰ δὲ τὸ ἐπισκέψασθαι τὸν κατάκλειστον προξενεῖ βασιλείαν, τὸ ἐλευθερῶσαι τῆς τιμωρίας δηλαδὴ πλείονος τιμῆς ἄξιον, εἴπερ τι βασιλείας ἔστιν ἀνώτερον. ἀλλ᾽ οὐ μέχρι τούτων ἐστὶν ἐκείνης ὁ ἔπαινος. παρέρχεται γὰρ καὶ τὰ προστεταγμένα τοῖς κατορθώμασιν. πόσοι δι᾽ ἐκείνην τὴν τῆς ἀναστάσεως χάριν ἐφ᾽ ἑαυτῶν ἐγνώρισαν, οἳ τοῖς νόμοις ἀποθανόντες καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον δεξάμενοι πάλιν δι᾽ αὐτῆς εἰς τὴν ζωὴν ἀνεκλήθησαν. ἐν ὀφθαλμοῖς τῶν εἰρημένων ἡ μαρτυρία.

εἶδες παρὰ τὸ θυσιαστήριον ἀπογνὸν τὴν σωτηρίαν μειράκιον, εἶδες γύναιον ἐπὶ κατακρίσει ἀδελφοῦ ὀδυρόμενον, ἤκουσας τοῦ τὰ ἀγαθὰ τῇ ἐκκλησίᾳ κηρύσσοντος, ὅπως τῇ μνήμῃ τῆς βασιλίδος ἡ σκυθρωπὴ τοῦ θανάτου ψῆφος εἰς ζωὴν ἀναλύεται. ἆρα καὶ μόνον ταῦτα; τὴν δὲ ταπεινοφροσύνην ποῦ θήσομεν ἣν προτιμοτέραν ἡ γραφὴ ποιεῖται παντὸς τοῦ κατ᾽ ἀρετὴν κατορθώματος; ἥτις συνηνιοχοῦσα τῷ μεγάλῳ βασιλεῖ τὴν τοσαύτην ἀρχὴν πάσης δυναστείας ὑποκυπτούσης, τοσούτων ἐθνῶν ὑποτελούντων, γῆς τε καὶ θαλάττης ἐκ τῶν οἰκείων ἑκατέρας δωροφορούσης οὐκ ἔδωκε πάροδον καθ᾽ ἑαυτῆς τῷ τύφῳ ἀεὶ πρὸς ἑαυτὴν οὐκ εἰς τὰ ἔξω ἑαυτῆς ἀποβλέπουσα. διὰ τοῦτο τοῦ μακαρισμοῦ γίνεται κληρονόμος διὰ τῆς προσκαίρου ταπεινοφροσύνης τὸ ἀληθινὸν ὕψος ἐμπορευσαμένη. εἴπω τι καὶ τῆς φιλανδρίας τεκμήριον; ἔδει πάντως διαλυομένης τῆς σωματικῆς συζυγίας καὶ τὰ τίμια τῶν προσόντων αὐτοῖς ἀγαθῶν ἐλθεῖν εἰς διαίρεσιν. πῶς οὖν ἐποιήσατο τὴν διανομήν; τριῶν ὄντων τέκνων (ταῦτα γὰρ τῶν ἀγαθῶν τὰ κεφάλαια) τοὺς ἄρρενας τῷ πατρὶ προσκατέλιπεν, ὥστε εἶναι αὐτοὺς τῆς βασιλείας ἐρείσματα, τῆς δὲ ἰδίας μερίδος μόνην τὴν θυγατέρα πεποίηται. ὁρᾷς πῶς εὐγνώμων τε καὶ φιλόστοργος ἐν τοῖς τιμίοις τὸ πλέον τῷ ἀνδρὶ συγχωρήσασα.

Ἀλλ᾽ ὃ μάλιστα παρ᾽ ἡμῶν λέγεσθαι χρὴ τοῦτο προσθεὶς καταπαύσω τὸν λόγον. τὸ τῶν εἰδώλων μῖσος κοινὸν πάντων ἐστὶ τῶν μετεχόντων τῆς πίστεως, ἀλλ᾽ ἐκείνης ἐξαίρετον τὸ τὴν Ἀρειανὴν ἀπιστίαν ὁμοίως τῇ εἰδωλολατρίᾳ βδελύττεσθαι. τοὺς γὰρ ἐν τῇ κτίσει τὸ θεῖον εἶναι νομίζοντας οὐδὲν ἔλαττον ἀσεβεῖν ᾤετο τῶν εἰδωλοποιούντων τὰς ὕλας, καλῶς καὶ εὐσεβῶς τοῦτο κρίνουσα· ὁ γὰρ τὸ κτίσμα προσκυνῶν, κἂν ἐπ᾽ ὀνόματι τοῦ Χριστοῦ τοῦτο ποιῇ, εἰδωλολάτρης ἐστὶ Χριστὸν ὄνομα τῷ εἰδώλῳ τιθέμενος. διὰ τοῦτο μαθοῦσα ὅτι οὐκ ἔστι θεὸς πρόσφατος, μίαν προσεκύνει θεότητα τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δοξαζομένην. ταύτῃ ἐνηυξήθη τῇ πίστει, ταύτῃ ἐνήκμασεν, ταύτῃ τὸ πνεῦμα παρακατέθετο, ὑπὸ ταύτης προσήχθη τῷ κόλπῳ τοῦ πατρὸς τῆς πίστεως Ἀβραὰμ παρὰ τὴν τοῦ παραδείσου πηγὴν (ἧς ἡ ῥανὶς ἐπὶ τοὺς ἀπίστους οὐκ ἔρχεται), ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὧν καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.