Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν αὐτοκράτειραν Πλακίλλαν ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και οικουμενική διάσταση του πένθους

Δικαιολόγηση του επιταφίου λόγου έναντι της σιωπής, ανάδειξη της παρούσας συμφοράς ως παγκόσμιας και αρχικό εγκώμιο των αρετών της αυτοκράτειρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΤΦΙΟΣ ΕΙΣ ΠΛΑΚΙΛΛΑΝ ΒΑΣΙΛΙΣΣΑΝ Ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος (ἐκ γὰρ τῶν ἀνεγνωσμένων ἀπὸ τοῦ θείου εὐαγγελίου προοιμιάζομαι), ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετίας ταύτης τοῦ διδόναι ἐν καιρῷ τοῖς οἰκονομουμένοις τὸ σιτομέτριον, καλῶς ἐν τῷ πρὸ τούτου χρόνῳ καταδικάσας τὴν ἀφωνίαν τοῦ λόγου, καλῶς τοῦ μεγέθους τῆς συμφορᾶς ἐπαισθόμενος καὶ τιμήσας τῇ ἡσυχίᾳ τὸ πένθος, οὐκ οἶδ᾽ ὅπως ἐν τῷ παρόντι συλλόγῳ πάλιν ἐπανάγει τῇ ἐκκλησίᾳ τὸν λόγον αὐτὸς ἀναλύων τὴν ἰδίαν κατὰ τοῦ λόγου ψῆφον· καίτοι γε σφόδρα θαυμάζων τῆς συνέσεως ἐν πολλοῖς τὸν διδάσκαλον ἐν τούτῳ μάλιστα πλέον ὑπερεθαύμασα ὡς καλῶς ἐν τῇ συμφορᾷ τὸν λόγον κατασιγάσαντα. προσφυὲς γάρ μοι δοκεῖ καὶ κατάλληλον εἶναι τοῖς πενθοῦσι φάρμακον ἡ σιγὴ τὸ διοιδοῦν τῆς ψυχῆς χρόνῳ καὶ κατηφείᾳ δι᾽ ἡσυχίας ἐκπέττουσα. ὡς εἴ γέ τις ἔτι τὴν ψυχὴν τοῦ πάθους ὑποθερμαίνοντος ἀνακινοίη τὸν λόγον, δυσαλθέστερον τὸ τῆς λύπης τραῦμα γενήσεται τῇ μνήμῃ τῶν ἀλγεινῶν οἷόν τίσιν ἀκάνθαις ἐπιξαινόμενον. εἰ δὲ μὴ λίαν ἐστὶ τολμηρὸν κἀμέ τι τῶν τοῦ διδασκάλου προσδιορθώσασθαι, τάχα καλῶς ἔσχε μέχρι τοῦ νῦν κατακρατεῖν ἡμῶν τὴν ἡσυχίαν, ὡς ἂν μὴ πρὸς τὸ πάθος ὁ λόγος καθελκυσθεὶς τὴν ἀκοὴν ἀνιάσειεν.

οὔπω γὰρ τοσοῦτος ὁ ἐν τῷ μέσῳ χρόνος ὥστε προσεθίσαι τῷ κακῷ τὴν διάνοιαν· ἔτι νέον ἐν τῇ ψυχῇ τὸ πάθος (τάχα δὲ καὶ ἀεὶ νέον ἔσται τῷ βίῳ τὸ ἄλγημα), ἔτι ταράσσεται ἡμῶν ἡ καρδία καὶ καθάπερ τις θάλασσα κυματουμένη τῇ λαίλαπι τῆς συμφορᾶς ἐκ βυθῶν ἀναστρέφεται, ἔτι διοιδοῦσιν οἱ λογισμοὶ πρὸς τὴν μνήμην τῶν κακῶν ἀναζέοντες. ἀστατούσης οὖν τῷ τοιούτῳ κλύδωνι τῆς ψυχῆς πῶς ἔστι προαγαγεῖν ἐπ᾽ εὐθείας τὸν λόγον οἷόν τινι καταιγίδι τῷ πάθει τῆς λύπης ἐγχειμαζόμενον; ἀλλ᾽ ἐπειδὴ χρὴ κελεύοντι πείθεσθαι, οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι· οὐ γὰρ εὑρίσκω τῆς διανοίας τοῦ διδασκάλου καταστοχάσασθαι. ἢ τάχα βούλεταί τι καὶ τῷ πάθει χαρίσασθαι καὶ τοῖς ἐμπαθεστέροις τῶν λόγων ἀνακινῆσαι τῇ ἐκκλησίᾳ τὸ δάκρυον; καὶ εἰ ταῦτα διανοεῖται, ὀρθῶς κατά γε τὴν ἐμὴν κρίσιν καὶ τοῦτο ποιεῖ· δεῖ γὰρ πάντως, ὥσπερ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν προθυμούμεθα, οὕτω καὶ πρὸς τὰ λυπηρὰ τῶν συμπιπτόντων οἰκείως ἔχειν· τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς συμβουλεύει· Καιρός, φησί, τοῦ γελάσαι καὶ καιρὸς τοῦ κλαῦσαι. μανθάνομεν γὰρ διὰ τούτων ὅτι δεῖ καταλλήλως τῷ ὑποκειμένῳ καὶ τὴν ψυχὴν διατίθεσθαι· κατὰ ῥοῦν τὰ πράγματα φέρεται; εὔκαιρον τὸ εὐφραίνεσθαι· μετέπεσε τὸ φαιδρὸν εἰς κατήφειαν; μεταβάλλειν προσήκει καὶ τὴν εὐθυμίαν εἰς δάκρυον.

ὥσπερ γὰρ ὁ γέλως σημεῖον τῆς ἔνδον φαιδρότητος γίνεται, οὕτω καὶ ὁ ἐν τῇ καρδίᾳ πόνος ὑπὸ τῶν θρήνων διερμηνεύεται καὶ γίνεται τῶν τῆς ψυχῆς τραυμάτων ὥσπερ αἷμα τὸ δάκρυον. τοῦτο καὶ ἡ Παροιμία Σολομῶντός φησιν ὅτι Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, τῆς ψυχῆς δὲ ἐν λύπαις οὔσης σκυθρωπάζει. οὐκοῦν ἀνάγκη πᾶσα τῇ διαθέσει τῆς καρδίας συσκυθρωπάσαι τὸν λόγον. καὶ εἴθε δυνατὸν ἦν τοιούτους ἐξευρεῖν τινας λόγους, οἵους ὁ μέγας Ἰερεμίας τῇ συμφορᾷ ποτε τῶν Ἰσραηλιτῶν ἐπεθρήνησεν. ἐκείνων γὰρ ἄξια τὰ παρόντα μᾶλλον ἢ εἴ τι τῶν ἀρχαίων ἐν σκυθρωποῖς μνημονεύεται. χαλεπὰ τὰ τοῦ Ἰὼβ διηγήματα· ἀλλὰ τί χρὴ πρὸς τοσοῦτον κακὸν ἀντεξαγαγεῖν μιᾶς οἰκίας εὐαρίθμητα πάθη; κἂν τὰ μεγάλα καὶ κοινότερα τῶν κακῶν διεξέλθῃς, σεισμοὺς καὶ πολέμους καὶ ἐπικλύσεις καὶ χάσματα, μικρὰ καὶ ταῦτα εἰ πρὸς τὰ παρόντα κρίνοιτο. διὰ τί; ὅτι οὐ πάσης ἀθρόως τῆς οἰκουμένης ἡ κατὰ πόλεμον ἅπτεται συμφορά, ἀλλὰ τὸ μέν τι πολεμεῖται αὐτῆς, τὸ δὲ εἰρηνεύεται. μέρος τι πάλιν ἢ σκηπτὸς ἐπέφλεξεν ἢ τὸ ὕδωρ ἐπέκλυσεν ἢ κατεπόθη τῷ χάσματι. τὸ δὲ παρὸν κακὸν πάσης ἀθρόως τῆς οἰκουμένης ἐστὶ πληγή· οὐκ ἔστιν ἔθνος ἓν ἢ πόλιν μίαν ἀπολοφύρασθαι, ἀλλ᾽ ἁρμόζει τάχα τὴν τοῦ Ναβουχοδονοσὸρ προέσθαι φωνήν, ἣν πρὸς τοὺς ὑποχειρίους πεποίηται· Ὑμῖν λέγω, λαοί, φυλαί, γλῶσσαι.

μᾶλλον δὲ συγχωρήσατέ μοι προσθεῖναί τι τῷ Ἀσσυρίῳ κηρύγματι καὶ μεγαλοφωνότερον ἀνακηρῦξαι τὴν συμφορὰν καὶ εἰπεῖν, ὡς ἄν τις ἐπὶ σκηνῆς ἀναβοήσας εἴποι· ὦ πόλεις καὶ δῆμοι καὶ ἔθνη καὶ σύμπασα γῆ καὶ τῆς θαλάσσης ὅσον τε πλόϊμον καὶ ὅσον οἰκούμενον, ὦ πάσης τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ὅσον τῷ σκήπτρῳ τῆς βασιλείας εὐθύνεται, ὦ πάντες οἱ πανταχόθεν ἄνθρωποι, κοινῇ τῷ πάθει ἐπιστενάξατε, κοινῇ τοῦ θρήνου τὴν συνῳδίαν στήσασθε, κοινῇ τὴν πάντων ζημίαν ἀπολοφύρασθε. ἢ βούλεσθε, καθὼς ἂν οἷός τε ὦ, καὶ τὴν ζημίαν ὑμῖν διηγήσωμαι; ἤνεγκεν ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ ἡ ἀνθρωπίνη φύσις ἐκβᾶσα τοὺς ἰδίους ὅρους καὶ τὰ συνήθη μέτρα νικήσασα, ἤνεγκεν ἡ φύσις, μᾶλλον δὲ ὁ τῆς φύσεως κύριος, ἀνθρωπίνην ψυχὴν ἐν γυναικείῳ τῷ σώματι ὑπὲρ πάντα σχεδὸν τὰ προλαβόντα τῆς ἀρετῆς ὑποδείγματα, ἐν ᾗ πᾶσα μὲν σώματος πᾶσα δὲ ψυχῆς ἀρετὴ συνδραμοῦσα θαῦμα ἄπιστον ἔδειξε τῇ ἀνθρωπίνῃ ζωῇ, πόσων ἀγαθῶν συνδρομὴν μία ψυχὴ ἐν ἑνὶ ἐχώρησε σώματι. καὶ ὡς ἂν μάλιστα καταφανὲς ἅπασι γένοιτο τῆς γενεᾶς τὸ εὐτύχημα, ἐπὶ τὸν ὑψηλὸν θρόνον τῆς βασιλείας ἀνάγεται, ὅπως ἡλίου δίκην ἐκ τοῦ ὑψηλοῦ ἀξιώματος πᾶσαν τὴν οἰκουμένην ταῖς ἀκτῖσι τῶν ἀρετῶν καταλάμψειεν.