Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ἑῴαν ἀνάστασιν τοῦ κυρίου
Ο θρίαμβος της Ανάστασης και η εσχατολογική βασιλεία
Η λύση των δεσμών του θανάτου, η αποκατάσταση της θείας δόξας μέσω της τριήμερης έγερσης και η επικράτηση της αφθαρσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο θρίαμβος της Ανάστασης και η εσχατολογική βασιλεία
Η λύση των δεσμών του θανάτου, η αποκατάσταση της θείας δόξας μέσω της τριήμερης έγερσης και η επικράτηση της αφθαρσίας.
Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ πάθος τῆς χαρᾶς τὰ κατορθώματα. ὁ ἄτιμος εἰς εὐδοξίαν μετεβάλλετο καὶ ἡ τοῦ κόσμου χαρὰ ἄφθαρτος ἐγήγερται μετὰ τοῦ σώματος. τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου τὸν πάντα λόγῳ κρατοῦντα.
Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου πρόξενον. ὥσπερ γὰρ Μαρία ἡ θεοτόκος παρθενικὰς καὶ ἀνυμφεύτους ὠδῖνας [οὐ] λύσασα βουλήσει θεοῦ καὶ πνεύματος χάριτι ἐγέννησε τὸν τῶν αἰώνων ποιητὴν τὸν ἐκ θεοῦ θεὸν λόγον, οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων δεσπότην· οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας γενόμενον. σκοπῶν τοίνυν ὁ προφήτης Δαβὶδ τῆς εὐπρεπείας τὴν διόρθωσιν, τοῦ θανάτου τὴν λύσιν, τῶν ποτε δούλων τὴν ἐλευθερίαν βοᾷ καὶ λέγει· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ποίαν εὐπρέπειαν ἐνεδύσατο; τὴν ἀφθαρσίαν, τὴν ἀθανασίαν, τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας τὸν στέφανον. οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται, οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι· τὸ γὰρ φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ᾽ αὐτοῖς νομιζόμενος ἄνθρωπος ψιλὸς θεὸς ἀποδέδεικται ἀληθινός. διὸ καὶ ἡμεῖς βοῶμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. δύναμιν λέγει τὴν διὰ σαρκὸς οἰκονομίαν· ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν, διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε, διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν.
ἐπειδὴ γὰρ τὰ πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία, ἀναστὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθὼς προεῖπεν, ἐστερέωσεν αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι. μάρτυρα δὲ τοῦ λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. διὸ καὶ ὁ ψαλμῳδὸς λέγει· Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καί· Ἡ βασιλεία σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται, καὶ πάλιν· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ πάλιν· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς 〈αἰῶνας τῶν αἰώνων, ἀμήν.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.