Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Γρηγόριος ὁ Νύσσης

Ο αστέρας, η προσκύνηση των Μάγων και η σφαγή των νηπίων

Η καθοδήγηση των Μάγων από τον αστέρα σε αντιπαραβολή με την απιστία του Ισραήλ. Η ταραχή του Ηρώδη και η δραματική περιγραφή του πάθους των νηπίων και του διπλού θρήνου των μητέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺ γὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖν ταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰ τῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξαν ἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ᾽ οὐ καταυγάζεται ὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσει Ἰσραηλίτην λαὸν καὶ τὸν οὐράνιον φωστῆρα γνωρίσαντες καὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες. ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν. ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν. ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν, οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται. ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗ ἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.

Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσι λίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται, τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇ τινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν. οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν. ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρ βούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷ τὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται; ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ᾽ οὔρανον θαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοις ἐμήνυσε, —τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντι σημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷ συνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν. εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ, μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων, ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται; διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεται πρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος, ἀναιρεῖσθαι τὰ δείλαια βρέφη, —τί ἀδικήσαντα; —τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ᾽ ἑαυτῶν παρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναι καὶ εἰς φῶς ἐλθεῖν;

καὶ ὑπὲρ τούτων ἔδει καταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναι δῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖς τῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντων τοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων;

Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂν ὑπ᾽ ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸν σύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶν δημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τις διαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳ τὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶ φθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφος πρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον; —τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίον ἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφους ἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖς τὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον, πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰς ἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶν τέκνων περιπλοκὰς—καὶ πολλῶν ἅμα τοιούτων κατὰ ταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροπον τῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶν ἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆς φύσεως, —ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷ προσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίαν ἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχε τῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνου τοῖς κόλποις ἐδέχετο;

πολλάκις δέ που τῇ ῥύμῃ τῆς χειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνον τῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρον ἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίας τοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτο πρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνον κατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναι ψῆφον, ἀλλ᾽ εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι—γέγραπται γὰρ, ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω—ἕτερον ἐν τούτοις κατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁ μεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν. οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμα δύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲν τὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸ ὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸς ἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνα σχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖς μητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος—οὐκ ἔχουσαν, ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένων τὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτι καὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ᾽ ἀκροᾶται τοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇ τὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ; τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ; τῇ τίνος οἰμωγῇ ἀντοδύρηται;

ποίῳ ἀποθρηνήσει θανάτῳ ἴσως ἐφ᾽ ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως;