Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν Πουλχερίαν

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και ο πάνδημος θρήνος για την κοίμηση της βασιλόπαιδος

Εισαγωγή στο πένθος της πόλης, περιγραφή του αιφνίδιου θανάτου της Πουλχερίας και η παλλαϊκή συμμετοχή κατά την εξόδιο ακολουθία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΠΟΥΛΧΕΡΙΑΝ ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΛΟΓΟΣ Οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι· διπλῆν τε γὰρ ὁρῶ τὴν ὑπόθεσιν καὶ σκυθρωπὴν καθ᾽ ἑκάτερον, ὡς μὴ ῥᾴδιον ἔξω δακρύων τὸν λόγον ἐλθεῖν, ὁτιοῦν ἐξ ἀμφοτέρων ἑλόμενον. ἡ παροῦσα τοῦ ἔτους περίοδος, καθὼς ἡμῖν χθὲς τοῦτο παρὰ τοῦ ποιμένος ἐπήγγελται, σκυθρωπῶν πραγμάτων τῶν τῇ γείτονι πόλει ποτὲ διὰ τοῦ σεισμοῦ συμπεπτωκότων περιέχει τὴν μνήμην. ἃ τίς ἂν ἀδακρυτὶ διεξέλθοι; ἡ δὲ μεγάλη καὶ περιφανὴς αὕτη καὶ τῆς ὑφ᾽ ἥλιον πάσης προτεταγμένη καλλίπολις ἄλλον σεισμὸν ὑπέστη καὶ οὐ μικρὸν ἀπεσυλήθη κόσμον, τοῦ ἐν αὐτῇ λάμψαντος φωστῆρος εἰς προσθήκην τῆς βασιλικῆς εὐκληρίας ἀθρόως ἀφαιρεθεῖσα καὶ διὰ τοῦτο τῇ κατηφείᾳ τῶν βασιλέων συσκυθρωπάζουσα. τὸ δὲ λεγόμενον οὐκ ἀγνοεῖτε πάντως οἱ πληροῦντες τὸν σύλλογον ὁρῶντες αὐτόν τε τὸν τόπον τοῦτον, ἐν ᾧ συνειλέγμεθα, καὶ τὴν ἐν τῷ τόπῳ κατήφειαν. οὐκ οἶδα τοίνυν πρὸς ποῖον σεισμὸν τρέψω τὸν λόγον, πρὸς τὸν νῦν ἢ τὸν πάλαι γενόμενον. ἢ καλῶς ἔχει πρὸς τὸ ὑπερβάλλον τοῦ πάθους στῆναι καὶ καταπραῧναι τῆς πόλεως τὴν ἰδίαν ἀλγηδόνα λογισμοῖς τισι καταφαρμάσσοντα; εἰ γὰρ καὶ μὴ πάντες οἱ τοῦ κακοῦ συμμετέχοντες τῷ συλλόγῳ πάρεισιν, ἀλλὰ διὰ τῶν παρόντων ἴσως καὶ εἰς τοὺς μὴ παρόντας ὁ λόγος διαδοθήσεται.

καὶ γὰρ καὶ τῶν ἰατρῶν ἐκεῖνοι σοφοὶ οἱ πρὸς τὸ πλεονάζον τῶν ἀλγηδόνων διὰ τῆς τέχνης ἱστάμενοι, τῶν δὲ ἧττον ὀδυνηρῶν τὴν θεραπείαν ὑπερτιθέμενοι. ὥσπερ δέ φασιν οἱ περὶ ταῦτα δεινοί, εἰ δύο κατὰ ταὐτὸν ἑνὶ σώματι πόνοι συμπέσοιεν, μόνου τοῦ ὑπερβάλλοντος τὴν αἴσθησιν γίνεσθαι, ἐν τῷ πλεονάζοντι τῆς ἐπικρατούσης ἀλγηδόνος ἐκκλεπτομένης τῆς ἥττονος, οὕτω καὶ ἐπὶ τοῦ παρόντος βλέπω· τὸ γὰρ νέον τε καὶ ἡμέτερον ἄλγημα τῶν διὰ τῆς μνήμης ἀλγυνόντων ἡμᾶς ἐστιν ἐπικρατέστερον. πῶς γὰρ οὐκ ἄν τις ἐπὶ τοῖς συμβεβηκόσι πάθοι; τίς οὕτως ἀπαθὴς τὴν ψυχήν; τίς οὕτω τὸν τρόπον σιδήρεος, ὡς ἀναλγητὶ τὸ συμβὰν δέξασθαι;

ἔγνωτε πάντως τὴν νέαν ταύτην περιστερὰν τὴν ἐντρεφομένην τῇ βασιλικῇ καλιᾷ, τὴν ἄρτι μὲν πτερουμένην ἐν λαμπρῷ τῷ πτερῷ, ὑπερβᾶσαν δὲ τὴν ἡλικίαν ταῖς χάρισιν ὅπως ἀφεῖσα τὴν καλιὰν οἴχεται, ὅπως ἔξω τῶν ὀφθαλμῶν ἡμῶν ἀπέπτη, ὅπως αὐτὴν ἀθρόως ὁ φθόνος τῶν χειρῶν ἡμῶν ἀφήρπασεν, εἴτε περιστερὰν χρὴ λέγειν ταύτην, εἴτε νεοθαλὲς ἄνθος, ὃ οὔπω μὲν ὅλον τῶν καλύκων ἐξέλαμψεν, ἀλλὰ τὸ μὲν ἔλαμπεν ἤδη, τὸ δὲ λάμψειν ἠλπίζετο καὶ ὅμως ἐν τῷ μικρῷ τε καὶ ἀτελεῖ ὑπερέλαμπεν· ὅπως ἀθρόως ἐναπέσβη τῇ κάλυκι καὶ πρὶν εἰς ἀκμὴν προελθεῖν καὶ ὅλον ἄνω διαπετάσαι τὸ ἄνθος, αὐτὸ περὶ ἑαυτὸ κατερρύη καὶ κόνις ἐγένετο, ὃ οὔτε ἐδρέψατό τις οὔτε ἐστεφανώσατο, ἀλλὰ μάτην ἡ φύσις ἐπόνησεν· οὗ τὸ μὲν ἀγαθὸν ἐν ἐλπίσιν ἦν, ὁ δὲ φθόνος ξίφους δίκην πλάγιος ἐμπεσὼν τὴν ἐλπίδα διέκοψεν. σεισμός τις ἦν ἄντικρυς, ἀδελφοί, τὸ γενόμενον, σεισμὸς οὐδὲν τῶν χαλεπῶν συμπτωμάτων φιλανθρωπότερος· οὐ γὰρ ἄψυχον οἰκοδομημάτων κάλλος διελυμήνατο, οὐδὲ εὐανθεῖς γραφὰς ἢ λίθων περικαλλῆ θεάματα εἰς γῆν κατέβαλεν, ἀλλ᾽ αὐτῆς τῆς φύσεως τὸ οἰκοδόμημα λαμπρὸν τῷ κάλλει, ὑπεραστράπτον ταῖς χάρισιν, ἀθρόως προσπεσὼν ὁ σεισμὸς οὗτος διέλυσεν.

εἶδον ἐγὼ καὶ τὸ ὑψηλὸν ἔρνος, τὸν ὑψίκομον φοίνικα (τὸ βασιλικόν φημι κράτος) τὸν ταῖς βασιλικαῖς ἀρεταῖς οἷόν τισι κλάδοις πάσης ὑπερανεστῶτα τῆς οἰκουμένης καὶ πάντα διαλαμβάνοντα· εἶδον αὐτὸν τῶν μὲν ἄλλων κρατοῦντα, τῇ δὲ φύσει καμπτόμενον καὶ πρὸς τὴν ἀποβολὴν τοῦ ἄνθους ἐπικλινόμενον. εἶδον καὶ τὴν εὐγενῆ κληματίδα τὴν περιειλημμένην τῷ φοίνικι τὴν τὸ ἄνθος ἡμῖν τοῦτο ὠδίνασαν, οἵας ὑπέστη ἐκ δευτέρου πάλιν ὠδῖνας ἐν ψυχῇ, οὐκ ἐν σώματι, ὅτε αὐτῆς οὗτος ὁ βλαστὸς ἀπετίλλετο. τίς ἀστενάκτως τὸ πάθος παρέδραμεν; τίς τὴν τοῦ βίου ζημίαν οὐκ ὠλοφύρατο; τίς οὐκ ἐπαφῆκε τῷ πάθει δάκρυα; τίς οὐ κατέμιξε τῇ κοινῇ συνῳδίᾳ τοῦ θρήνου τὰς ἰδίας φωνάς; εἶδον θέαμα ἄπιστον, ὃ οὐκ ἂν εἰς πίστιν ἔλθοι τοῖς ἀκοῇ παραδεχομένοις τὰ θαύματα· εἶδον ἐξ ἀνθρώπων πέλαγος τῇ πυκνότητι τῶν συνεστώτων οἷόν τι ὕδωρ κατὰ πᾶν μέρος τοῖς ὀφθαλμοῖς προφαινόμενον· πλήρης ὁ ναός, πλῆρες τοῦ ναοῦ τὸ προαύλιον, ἡ ἐκδεχομένη πλατεῖα, οἱ στενωποί, τὰ ἄμφοδα, ἡ μέση, τὰ πλάγια, ἡ ἐπὶ τῶν δωμάτων εὐρυχωρία· πᾶν τὸ ὁρώμενον ἀνθρώπων πλήρωμα ἦν, ὥσπερ πάσης τῆς οἰκουμένης εἰς ταὐτὸν συνδραμούσης ἐπὶ τῷ πάθει. θέαμα δὲ προέκειτο πᾶσι τὸ ἱερὸν ἄνθος ἐκεῖνο ἐπὶ κλίνης χρυσῆς κομιζόμενον. πῶς κατηφῆ πάντων ἦν τῶν προσορώντων τὰ πρόσωπα. πῶς δεδακρυμένα τὰ ὄμματα. χεῖρες ἀλλήλαις συναρασσόμεναι.

στεναγμοὶ πρὸς τούτοις τὴν ἐγκάρδιον ὀδύνην καταμηνύοντες. οὔ μοι ἔδοξε κατὰ τὴν ὥραν ἐκείνην (τάχα δὲ οὐδὲ τοῖς ἄλλοις τῶν τότε παρόντων) τὴν ἐκ φύσεως χάριν ὁ χρυσὸς ἀποστίλβειν. ἀλλὰ καὶ αἱ τῶν λίθων αὐγαὶ καὶ τὰ ἐκ χρυσοῦ ὑφάσματα καὶ αἱ τοῦ ἀργύρου μαρμαρυγαὶ καὶ τὸ ἐκ τοῦ πυρὸς φῶς πολύ τε καὶ ἄφθονον κατὰ τὰ πλάγια ἑκατέρωθεν τῇ συνεχείᾳ τῶν ἐκ τοῦ κηροῦ λαμπάδων παρατεινόμενον, πάντα τῷ πένθει συνεμελαίνετο καὶ πάντα μετεῖχε τῆς κοινῆς κατηφείας. τότε καὶ ὁ μέγας Δαβὶδ τὰς ἰδίας ὑμνῳδίας τοῖς θρήνοις ἔχρησε καὶ ἀντὶ τῆς φαιδρᾶς χοροστασίας μεταλαβὼν τὴν γοεράν τε καὶ πένθιμον ἐξεκαλεῖτο τοὺς θρήνους τοῖς μέλεσιν, πάσης δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἡδονῆς τῶν ψυχῶν ἀπελαθείσης μόνον ἦν ἐν ἡδονῇ τοῖς ἀνθρώποις τὸ δάκρυον.