Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν τριήμερον προθεσμίαν τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Παλαιοδιαθηκικές προτυπώσεις και το μυστήριο της νέας δημιουργίας

Η εκπλήρωση των πατριαρχικών ευλογιών και η τυπολογική ερμηνεία των γεγονότων της Παλαιάς Διαθήκης ως προεικονίσεων του σταυρού, του άδου και της πνευματικής αναγεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 7

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΗΣ ΤΡΙΗΜΕΡΟΥ ΠΡΟΘΕΣΜΙΑΣ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Εἴ τις πατριαρχῶν εὐλογία θείῳ πνεύματι τὸ βέβαιον ἔχουσα, εἴ τι τῆς πνευματικῆς νομοθεσίας ἀγαθὸν δι᾽ ἐπαγγελίας τοῖς κατορθοῦσιν ἐλπίζεται, εἴ τις διὰ τῶν ἱστορικῶν αἰνιγμάτων τῆς ἀληθείας προδιατύπωσις εἶναι πεπίστευται, εἴ τις προφητικὴ φωνὴ τὰ ὑπὲρ φύσιν εὐαγγελίζεται, πάντα ἐκεῖνα ἡ παροῦσα χάρις ἐστίν. καὶ ὥσπερ κατὰ τὸ προκείμενον τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα ἓν φῶς περιαστράπτει τὰς ὄψεις ἐκ μυρίων λαμπάδων ἐρανιζόμενον, οὕτω πᾶσα ἡ τοῦ Χριστοῦ εὐλογία πυρσοῦ δίκην καθ᾽ ἑαυτὴν λάμπουσα τοῦτο ἡμῖν τὸ μέγα φῶς ἀπεργάζεται τὸ ἐκ πολλῶν τε καὶ ποικίλων τῶν τῆς γραφῆς ἀκτίνων συγκεραννύμενον· ἔξεστι γὰρ λαβεῖν ἀφ᾽ ἑκάστου τῶν θεοπνεύστων ὑποδειγμάτων τὸ τῇ παρούσῃ ἱερομηνίᾳ κατάλληλον. ζητεῖς τὴν τοῦ Ἀβραὰμ εὐλογίαν· ἔχεις τὸ ζητούμενον εἰς τὰ παρόντα βλέπων. ὁρᾷς τὰ ἄστρα τοῦ οὐρανοῦ; ταῦτα λέγω τὰ ἄστρα τὰ ἐκ τοῦ πνεύματος ἡμῖν ἀρτίως ἐπανατείλαντα καὶ οὐρανὸν ἀθρόως τὴν ἐκκλησίαν ποιήσαντα, ὧν ἡ τῆς ψυχῆς ἀπαστράπτουσα χάρις ταῖς τῶν πυρσῶν ἀκτῖσι διασημαίνεται. καὶ ταῦτά τις εἰπὼν ὄντως τοῦ Ἀβραὰμ εἶναι τέκνα τὰ ἐξ ἐπαγγελίας αὐτῷ γεγενημένα, τὰ τοῖς ἄστροις τοῦ οὐρανοῦ ὁμοιούμενα τῆς ἀληθείας οὐχ ἁμαρτήσεται.

θαυμάζεις τὸν ὑψηλὸν Μωυσέα τὸν πᾶσαν τὴν τοῦ θεοῦ κτίσιν διαλαβόντα τῇ δυνάμει τῆς γνώσεως. ἰδού σοι τῆς πρώτης κοσμογενείας τὸ εὐλογημένον σάββατον, γνώρισον δι᾽ ἐκείνου τοῦ σαββάτου τοῦτο τὸ σάββατον τὴν τῆς καταπαύσεως ἡμέραν, ἣν εὐλόγησεν ὁ θεὸς ὑπὲρ τὰς ἄλλας ἡμέρας. ἐν ταύτῃ γὰρ ὡς ἀληθῶς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ μονογενὴς θεὸς διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας τῇ σαρκὶ σαββατίσας καὶ εἰς ὃ ἦν πάλιν ἐπανελθὼν διὰ τῆς ἀναστάσεως ἅπαν τὸ κείμενον ἑαυτῷ συνανέστησε ζωὴ καὶ ἀνάστασις καὶ ἀνατολὴ καὶ ὄρθρος καὶ ἡμέρα τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου γενόμενος. πλήρης σοι καὶ ἡ ἱστορία τῆς συγγενοῦς εὐλογίας· ὁ πατὴρ τοῦ Ἰσαὰκ ἐκείνου τοῦ ἀγαπητοῦ μὴ φειδόμενος καὶ ὁ μονογενὴς προσφορὰ καὶ θυσία γενόμενος καὶ ὁ ἀμνὸς ἀντὶ τούτου σφαγιαζόμενος. ἔξεστι γὰρ ἰδεῖν ἐν τῇ ἱστορίᾳ πᾶν τὸ τῆς εὐσεβείας μυστήριον. ὁ ἀμνὸς τοῦ ξύλου ἐξήρτηται ἐκ τῶν κεράτων ἐχόμενος, ὁ δὲ μονογενὴς βαστάζει ἐφ᾽ ἑαυτοῦ τὰ τῆς ὁλοκαρπώσεως ξύλα.

ὁρᾷς πῶς ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ ὁ αὐτὸς καὶ τὸ φορτίον φέρει τῶν ἡμετέρων ξύλων καὶ ὑπὸ τοῦ ξύλου ἀναλαμβάνεται βαστάξων ὡς θεὸς καὶ ὡς ἀμνὸς βασταζόμενος οὕτω τοῦ ἁγίου πνεύματος τὸ μέγα μυστήριον τυπικῶς ἀμφοτέροις ἐπιμερίσαντος τῷ τε ἠγαπημένῳ υἱῷ καὶ τῷ συμπαραδειχθέντι προβάτῳ, ὥστε δειχθῆναι ἐν μὲν τῷ προβάτῳ τὸ τοῦ θανάτου μυστήριον ἐν δὲ τῷ μονογενεῖ τὴν ζωὴν τὴν μὴ διακοπτομένην τῷ θανάτῳ. εἰ δὲ βούλει καὶ αὐτὸν τὸν Μωυσέα λαβεῖν τῇ τῶν χειρῶν ἐκτάσει τὸν σταυρὸν διαγράφοντα καὶ τῷ σχήματι τούτῳ τὸν Ἀμαληκίτην καταστρεφόμενον, ἔξεστί σοι βλέπειν ἐν τῇ ἀληθείᾳ τὸν τύπον καὶ τῷ σταυρῷ τὸν Ἀμαλὴκ ὑποπίπτοντα. ἔχεις καὶ τὸν Ἠσαΐαν οὐ μικρά σοι πρὸς τὴν παροῦσαν συνεισφέροντα χάριν· παρ᾽ αὐτοῦ γὰρ προεδιδάχθης τὴν ἀνύμφευτον μητέρα, τὴν ἀπάτορα σάρκα, τὴν ἀνώδυνον ὠδῖνα, τὸν ἀμόλυντον τόκον οὕτως εἰπόντος τοῦ προφήτου· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι Μεθ᾽ ἡμῶν ὁ θεός. ὅτι δὲ ἄπονος γέγονεν ἡ ὠδίς, πρῶτον μέν σε καὶ τὸ εἰκὸς διδαξάτω· ἐπειδὴ γὰρ πᾶσα ἡδονὴ συνημμένον ἔχει τὸν πόνον, ἀνάγκη πᾶσα ἐπὶ τῶν συνημμένως θεωρουμένων τοῦ ἑνὸς μὴ ὄντος μηδὲ τὸ ἕτερον εἶναι. ὅπου τοίνυν 〈ἡ〉 ἡδονὴ τοῦ τόκου οὐ καθηγήσατο, ἐξ ἀνάγκης οὐδὲ ὁ πόνος ἐπηκολούθησεν.

ἔπειτα δὲ καὶ ἡ τοῦ προφήτου λέξις βεβαιοῖ τὸν λόγον ἔχουσα οὕτως· Πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν, ἢ ὥς φησιν ἕτερος τῶν ἑρμηνέων, Πρὶν ὠδινῆσαι ἔτεκεν. ἐκ ταύτης, φησί, τῆς παρθένου μητρὸς Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. τοῦτο τὸ παιδίον, οὗτος ὁ υἱὸς Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, μᾶλλον δὲ ὥς φησιν Ἰερεμίας, τοῦτό ἐστι τὸ ἀρνίον τὸ ἄκακον τὸ ἀγόμενον τοῦ θύεσθαι, οὗτος ὁ ἄρτος, ᾧ τὸ ξύλον ἐμβάλλουσιν οἱ καὶ τοῦ ἄρτου καὶ τοῦ ξύλου πολέμιοι. μᾶλλον δὲ τὸ πάντων γυμνότερον τε καὶ φανερώτερον ἐκ τῆς προφητείας λάβωμεν, δι᾽ οὗ προϋπογράφεται σαφῶς τὸ μυστήριον, τὸν Ἰωνᾶν λέγω τὸν ἀπαθῶς κατὰ τοῦ κήτους καταδυόμενον καὶ δίχα πάθους ἐκ τοῦ κήτους πάλιν ἀναδυόμενον τὸν καὶ τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶν ἐν τοῖς κητώοις σπλάγχνοις τὴν ἐν ᾅδου διατριβὴν τοῦ κυρίου προδιαγράψαντα.

Ταῦτα καὶ τὰ τοιαῦτα δεῖ σε παρ᾽ ἑκάστης γραφῆς ἀναζητεῖν καὶ ἐκλέγεσθαι· πάντα γὰρ ἐκεῖνα διὰ τῶν παρόντων ὁρᾷς καὶ ἐν τῇ παρούσῃ φαιδρότητι Ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται, καθώς φησί που τὸ εὐαγγέλιον, καὶ πᾶς θεόπνευστος λόγος καὶ νόμος ἐν ταύτῃ ἀνακεφαλαιοῦται τῇ χάριτι κατὰ τὴν τοῦ Παύλου φωνήν. τοῦτο γάρ ἐστι καὶ τῶν σκυθρωπῶν τὸ πέρας καὶ τῶν ἀγαθῶν ἡ ἀρχή, οἷόν τι λέγω· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ τῆς φθοροποιοῦ δυναστείας λαβὼν τὴν ἀρχήν (ἀλλὰ καὶ μέχρι Μωυσέως αὐτοῦ τὸ πονηρὸν κράτος διέμεινεν οὐδὲν τοῦ νόμου τὴν κακὴν τοῦ θανάτου δυναστείαν ἀμβλύναντος)· ἦλθεν ἡ τῆς ζωῆς βασιλεία καὶ κατελύθη τοῦ θανάτου τὸ κράτος καὶ γέγονεν ἄλλη γέννησις, βίος ἕτερος, ἄλλο ζωῆς εἶδος, αὐτῆς τῆς φύσεως ἡμῶν μεταστοιχείωσις. τίς ἡ γέννησις; Οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ᾽ ἐκ θεοῦ γενομένη. πῶς τοῦτο; σαφῶς σοι παραστήσω διὰ τοῦ λόγου τὴν χάριν· οὗτος ὁ τόκος διὰ πίστεως κυοφορεῖται, διὰ τῆς τοῦ βαπτίσματος ἀναγεννήσεως εἰς φῶς ἄγεται, τροφὸς τούτου ἡ ἐκκλησία, μαζὸς τὰ διδάγματα, τροφὴ ὁ ἄνωθεν ἄρτος, ἡλικίας τελείωσις ἡ ὑψηλὴ πολιτεία, γάμος ἡ τῆς σοφίας συμβίωσις, τέκνα αἱ ἐλπίδες, οἶκος ἡ βασιλεία, κλῆρος καὶ πλοῦτος ἡ ἐν τῷ παραδείσῳ τρυφή, τέλος δὲ ἀντὶ θανάτου ἡ ἀίδιος ζωὴ ἐν τῇ ἀποκειμένῃ τοῖς ἀξίοις μακαριότητι.

ταύτην ὁρᾷ καὶ ὁ μέγας Ζαχαρίας τὴν ἀρχὴν τῆς πρὸς τὸ ἀγαθὸν ἀλλοιώσεως καὶ ἀμφιβάλλει περὶ τῆς τοῦ ὀνόματος κλήσεως, τί χρὴ κυρίως προσειπεῖν τὴν ἐνεστῶσαν χάριν· τὰ γὰρ ἄλλα τὰ περὶ τὸ πάθος θαύματα διεξελθὼν καὶ τοῦτό φησι περὶ τοῦ καιροῦ τούτου ὅτι Οὐχ ἡμέρα καὶ οὐχὶ νύξ, δι᾽ ὧν ἐνδείκνυται, ὅτι ἡμέρα μὲν κληθῆναι οὐ δύναται ἡλίου μὴ ὄντος, νὺξ δὲ οὔκ ἐστι τῷ μηδὲ σκότος εἶναι· τὸ γὰρ σκότος ἐκάλεσεν ὁ θεὸς νύκτα, καθώς φησιν Μωυσῆς. ἐπεὶ οὖν κατὰ μὲν τὸν χρόνον νὺξ κατὰ δὲ τὸ φῶς ἡμέρα, τούτου ἕνεκέν φησιν ὁ προφήτης· Καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ. εἰ οὖν μήτε ἡμέρα μήτε νὺξ κατὰ τὸν τοῦ προφήτου λόγον ὁ καιρὸς οὗτός ἐστιν, ἄλλο τι παρὰ ταῦτα πάντως ἡ παροῦσα χάρις ἐστί τε καὶ ὀνομάζεται. βούλεσθε εἴπω, ὃ ἐντεθύμημαι; Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἄλλη παρὰ τὰς ἐν ἀρχῇ τῆς κτίσεως γεγενημένας ἡμέρας, αἷς διαμετρεῖται ὁ χρόνος, ἄλλης κτίσεώς ἐστιν ἀρχὴ αὕτη· ἐν ταύτῃ γὰρ ποιεῖ ὁ θεὸς τῇ ἡμέρᾳ οὐρανὸν καινὸν καὶ γῆν καινήν, καθώς φησιν ὁ προφήτης. ποῖον οὐρανόν; τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. ποίαν γῆν; τὴν ἀγαθὴν καρδίαν φημί, καθὼς εἶπεν ὁ κύριος, τὴν γῆν τὴν πίνουσαν τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τὸν πολύχουν στάχυν ἁδρύνουσαν.

ἐν ταύτῃ τῇ κτίσει ἥλιος μέν ἐστιν ὁ καθαρὸς βίος, ἄστρα δὲ αἱ ἀρεταί, ἀὴρ δὲ ἡ διαφανὴς πολιτεία, θάλασσα δὲ τὸ βάθος ἐστὶ τοῦ πλούτου τῆς σοφίας τε καὶ τῆς γνώσεως, πόα δὲ καὶ βλαστήματα ἡ ἀγαθὴ διδασκαλία καὶ τὰ θεῖα διδάγματα, ἅπερ ὁ λαὸς τῆς νομῆς, τουτέστιν ἡ ποίμνη τοῦ θεοῦ ἐπινέμεται, δένδρα δὲ ποιοῦντα καρπὸν ἡ τῶν ἐντολῶν ἐργασία. ἐν ταύτῃ κτίζεται καὶ ὁ ἀληθινὸς ἄνθρωπος ὁ κατ᾽ εἰκόνα γενόμενος θεοῦ καὶ ὁμοίωσιν. ὁρᾷς οἵου κόσμου γίνεται ἀρχὴ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, περὶ ἧς φησιν ὁ προφήτης, ὅτι οὔτε ἡμέρα κατὰ τὰς ἄλλας ἡμέρας οὔτε νὺξ κατὰ τὰς ἄλλας νύκτας. καὶ οὔπω τὸ ἐξαίρετον τῆς παρούσης χάριτος ὁ λόγος ἐκήρυξεν. αὕτη ἔλυσε τὴν τοῦ θανάτου ὠδῖνα, αὕτη τὸν τῶν νεκρῶν πρωτότοκον ἐμαιεύσατο, ἐν ταύτῃ συνετρίβησαν αἱ σιδηραῖ τοῦ θανάτου πύλαι, ἐν ταύτῃ οἱ χαλκοῖ τοῦ ᾅδου μοχλοὶ συνεθλάσθησαν. νῦν ἀνοίγεται τοῦ θανάτου τὸ δεσμωτήριον, νῦν κηρύσσεται τοῖς αἰχμαλώτοις ἡ ἄφεσις, νῦν γίνεται τοῖς τυφλοῖς ἡ ἀνάβλεψις, νῦν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡ ἐξ ὕψους ἀνατολὴ ἐπισκέπτεται.