Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν τριήμερον προθεσμίαν τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο του πάθους και ο κοσμικός συμβολισμός του Σταυρού

Η θεολογική αναγκαιότητα της επιλογής του σταυρικού θανάτου και η ερμηνεία των τεσσάρων διαστάσεων του Σταυρού ως συμβόλου της θείας πρόνοιας που διαπερνά και συγκρατεί το σύμπαν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 7

Καὶ περὶ μὲν τούτων τοσαῦτα, ὅσα δὲ καὶ ὁ σταυρὸς ἐμπεριέχει νοήματα, δι᾽ οὗ τελειοῦται τὸ κατὰ τὸ πάθος μυστήριον, τίς ἂν ῥᾳδίως τῷ λόγῳ διασαφήσειεν; μὴ γὰρ οὐκ ἦσαν μυρίοι τρόποι πρὸς θάνατον φέροντες, δι᾽ ὧν ἦν δυνατὸν πληρωθῆναι τὴν ὑπὲρ ἡμῶν τοῦ θανάτου οἰκονομίαν; ἀλλ᾽ ἐκ πάντων οὗτος ὡρίσθη παρ᾽ αὐτοῦ τοῦ ἑαυτῷ κατ᾽ ἐξουσίαν τὸ πάθος ὁρίσαντος. Δεῖ, γάρ φησι, τὸν υἱὸν τοῦ ἀνθρώπου, οὐκ εἶπε· τὰ καὶ τὰ πείσεται ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς ἄν τις ἁπλῶς εἴποι προαγορεύων τὸ μέλλον, ἀλλὰ τὸ ἀναγκαίως κατά τινα λόγον ἀπόρρητον γενέσθαι πάντως ὀφεῖλον οὕτω δογματίζει τῷ ῥήματι ἐν τῷ εἰπεῖν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. κατανόησόν μοι γὰρ τοῦ Δεῖ τὴν διάνοιαν, δι᾽ ἧς εὑρίσκεται τὸ μὴ δεῖν ἄλλως ἢ διὰ τοῦ σταυροῦ πάντως γενέσθαι τὸ πάθος δογματιζόμενον. τίς οὖν ὁ περὶ τούτου λόγος;

μόνου τοῦ μεγάλου Παύλου ἐστι [τοῦ] ἐκ τῶν ἀρρήτων ἐκείνων ῥημάτων [παιδευθέντος], ἃ ἐν τοῖς ἀδύτοις τοῦ παραδείσου μυηθεὶς ἠκροάσατο, καὶ τὸ περὶ τούτου διασαφῆσαι μυστήριον, καθὼς ἐν μέρει διὰ τῶν πρὸς Ἐφεσίους λόγων τὸ κρυπτὸν ὑπῃνίξατο λέγων· Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

οὐ γὰρ ἀργῶς ὁ θεῖος ἐκεῖνος ὀφθαλμὸς τοῦ ἀποστόλου τὸ σχῆμα τοῦ σταυροῦ κατενόησεν, ἀλλ᾽ ἔδειξε καὶ διὰ τούτου σαφῶς, ὅτι πάσας τὰς τῆς ἀγνοίας λεπίδας ἀποβαλὼν τῶν ὀμμάτων πρὸς αὐτὴν ὁρᾷ καθαρῶς τὴν τῶν ὄντων ἀλήθειαν· εἶδε γὰρ ὅτι τὸ σχῆμα τοῦτο τέσσαρσι προβολαῖς ἀπὸ τῆς ἐν τῷ μέσῳ συμβολῆς μεριζόμενον τὴν διὰ πάντων ἥκουσαν τοῦ ἐν αὐτῷ φανέντος δύναμίν τε καὶ πρόνοιαν διασημαίνει καὶ τούτου χάριν ἑκάστην προβολὴν ἰδιαζούσαις κατονομάζει φωναῖς βάθος λέγων τὸ ἐκ τοῦ μέσου κάτω καὶ ὕψος τὸ ὑπερκείμενον, πλάτος δὲ καὶ μῆκος τὸ ἐκ πλαγίου παρατεινόμενον μετὰ τὴν συμβολὴν ἑκατέρωθεν, ὡς τὸ μὲν ἔνθεν τοῦ μέσου πλάτος τὸ δὲ ἑτέρωθεν μῆκος προσαγορεῦσαι, δι᾽ ὧν τοῦτό μοι δοκεῖ σαφῶς διασημαίνειν τῷ λόγῳ, ὅτι οὐδὲν τῶν ὄντων ἐστίν, ὃ μὴ τῇ θείᾳ πάντως διακρατεῖται φύσει, τὸ ὑπερουράνιον, τὸ ὑποχθόνιον, τὸ ἐπὶ τὰ πέρατα τῶν ὄντων πάντοθεν ἐκ πλαγίου παρατεινόμενον· σημαίνει γὰρ διὰ μὲν τοῦ ὕψους τὸ ὑπερκείμενον, διὰ δὲ τοῦ βάθους τὸ ὑποχθόνιον, τῷ μήκει δὲ καὶ τῷ πλάτει τὰ διὰ μέσου πέρατα τὰ ὑπὸ τῆς τὸ πᾶν διακρατούσης δυνάμεως κατεχόμενα. ἔστω δὲ διὰ τῶν ἐν τῇ σῇ ψυχῇ γινομένων ἐν τῇ περὶ θεοῦ ἐννοίᾳ ἡ τῶν λεγομένων ἀπόδειξις.

ἀνάβλεψον γὰρ εἰς τὸν οὐρανὸν καὶ τὰ κάτω βάθη τῷ λογισμῷ κατανόησον, ἔκτεινον ἐπὶ τὰ πλάγια καὶ τὰ ἄκρα τῆς τοῦ παντὸς συστάσεως τὴν διάνοιαν καὶ λόγισαι, τίς ἐστιν ἡ ταῦτα συνέχουσα δύναμις οἷόν τις σύνδεσμος τοῦ παντὸς γινομένη, καὶ ὄψει ὡς αὐτομάτως ἐν τῇ διανοίᾳ σου τῇ περὶ τῆς θείας δυνάμεως ἐννοίᾳ τὸ σχῆμα τοῦ σταυροῦ ἐγχαράσσεται ἐκ τῶν ὑψηλῶν ἐπὶ τὰ βάθη καθῆκον καὶ ἐπὶ τὰ πέρατα τῶν ἄκρων ἐγκαρσίως παρατεινόμενον. τοῦτο τὸ σχῆμα καὶ ὁ μέγας Δαβὶδ ἐν τῷ καθ᾽ ἑαυτὸν ὕμνησε λόγῳ, Ποῦ πορευθῶ, λέγων, ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν (τοῦτο τὸ ὕψος), ἐὰν καταβῶ εἰς τὸν ᾅδην (τοῦτο τὸ βάθος), ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον (ὅ ἐστιν ἡ ἀνατολὴ τοῦ ἡλίου—τοῦτο τὸ πλάτος), ἢ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης (οὕτω γὰρ τὰς δυσμὰς ὀνομάζει—τοῦτο τὸ μῆκος). ὁρᾷς πῶς διαζωγραφεῖ τὸ τοῦ σταυροῦ σχῆμα διὰ τῶν λεγομένων; σὺ εἶ, φησίν, ὁ διὰ πάντων ἥκων καὶ σύνδεσμος τῶν πάντων γινόμενος καὶ πάντα ἐν ἑαυτῷ διαλαμβάνων τὰ πέρατα· ἄνω σὺ εἶ, κάτω σὺ πάρει, ἐν τῷ πέρατι τούτῳ ἡ χείρ σού ἐστι καὶ ἐν τῷ ἑτέρῳ ἡ δεξιά σου ὁδηγεῖ.

διὰ τοῦτο καὶ ὁ μέγας ἀπόστολος, ὅταν πληρωθῇ τὰ πάντα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως, προσκυνεῖσθαι λέγει τὸν ὑπὲρ πᾶν ὄντα ὄνομα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ὑπό τε τῶν οὐρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων. πάλιν καὶ διὰ τούτων κατὰ τὸ σχῆμα τοῦ σταυροῦ μερίζει τοῦ Χριστοῦ τὴν προσκύνησιν· ἡ μὲν γὰρ ὑπερκόσμιος λῆξις ἐν τῷ ἄνω τοῦ σταυροῦ μέρει τῷ δεσπότῃ πληροῖ τὴν προσκύνησιν, ἡ δὲ ἐγκόσμιος ἐν τοῖς μέσοις, ἡ δὲ ὑποχθόνιος τοῦ βάθους ἔχεται. τοῦτο καὶ τὸ ἰῶτά ἐστι κατὰ τὸν ἐμὸν λόγον τὸ μετὰ τῆς κεραίας θεωρούμενον, ὃ καὶ τῶν οὐρανῶν μονιμώτερον καὶ τῆς γῆς σταθερώτερον καὶ πάσης τῆς τῶν ὄντων συστάσεώς ἐστι διαρκέστερον. Οὐρανὸς καὶ γῆ παρελεύσεται καὶ ὅλου τοῦ κόσμου παράγει τὸ σχῆμα, τὸ δὲ ἰῶτα τὸ ἐκ τοῦ νόμου καὶ ἡ κεραία οὐ παρέρχεται. ἡ κάθετος γραμμὴ ἡ ἄνωθεν ἐπὶ τὸ βάθος καθήκουσα ἰῶτα λέγεται, ἡ δὲ ἐγκαρσίως ἀγομένη διὰ πλαγίου κεραία ὀνομάζεται, καθὼς ἔστι καὶ παρὰ τῶν ναυτιλλομένων τοῦτο μαθεῖν· τὸ γὰρ ξύλον τὸ διὰ πλαγίου τῷ ἱστίῳ ἐπικείμενον, οὗ καὶ τὴν ὀθόνην ἐξαπλοῦσι, κεραίαν λέγουσιν ἐκ τοῦ σχήματος ὀνομάζοντες.

διό μοι δοκεῖ πρὸς τοῦτο βλέπειν ἡ θεία τοῦ εὐαγγελίου φωνή, ὅτι ἐκεῖνό ἐστιν, ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸ τῶν ἐν αὐτῷ περικρατουμένων ἀιδιώτερον, ὃ τὴν ἑαυτοῦ δύναμιν τὴν συντηρητικὴν πάντων τῶν ὄντων οἷον δι᾽ αἰνίγματος καὶ ἐσόπτρου τινὸς 〈διὰ〉 τοῦ κατὰ τὸν σταυρὸν σχήματος ὑποδείκνυσι. διὰ δὴ τοῦτό φησιν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου οὐχ ἁπλῶς ἀποθανεῖν, ἀλλὰ σταυρωθῆναι, ἵνα γένηται τοῖς διορατικωτέροις θεολόγος ὁ σταυρὸς τὴν παντοδύναμον ἐξουσίαν τοῦ ἐπ᾽ αὐτῷ δειχθέντος καὶ πάντα ἐν πᾶσιν ὄντος ἀνακηρύσσων τῷ σχήματι. μὴ παρασιωπήσωμεν, ἀδελφοί, μηδὲ τὸν εὐσχήμονα βουλευτὴν ἐκεῖνον τὸν ἀπὸ Ἁριμαθαίας Ἰωσήφ, ὃς δῶρον τὸ ἄχραντον καὶ ἅγιον ἐκεῖνο σῶμα λαβὼν καθαρὰν περιτίθησιν αὐτῷ σινδόνα καὶ καθαρῷ μνημείῳ ἐναποτίθεται. νόμος ἡμῖν ἔστω τὸ τοῦ εὐσχήμονος ἐκείνου βουλευτοῦ ἔργον τοῦ καὶ ἡμᾶς ὁμοίως βουλεύεσθαι, ὅταν λάβωμεν ἐκεῖνο τὸ δῶρον τοῦ σώματος, μὴ ἐρρυπωμένῃ τῇ τῆς συνειδήσεως σινδόνι διαλαμβάνειν μηδὲ ὀδωδότι ἐξ ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας τῷ μνήματι τῆς καρδίας ἐναποτίθεσθαι, ἀλλά, καθώς φησιν ὁ ἀπόστολος, δοκιμάζειν ἕκαστον ἑαυτόν, ἵνα μὴ κρίμα ἡ χάρις γένηται τῷ ἀναξίως δεχομένῳ τὴν χάριν.