Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν τριήμερον προθεσμίαν τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Το ευαγγέλιο της Αναστάσεως και η τελική δοξολογία

Η αποκύλιση του λίθου, η εξαγγελία του αναστάσιμου μηνύματος, η προσαγωγή της ανθρώπινης φύσεως στον Πατέρα και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 7

ἀλλὰ γὰρ μεταξὺ λέγων αἰσθάνομαι τῇ φωτεινῇ στολῇ τοῦ ἀγγέλου καταστραπτόμενος καί μου διασείει ὑφ᾽ ἡδονῆς τὴν καρδίαν ὁ γλυκὺς ἐκεῖνος σεισμὸς ὁ τὸν βαρὺν λίθον τοῦ ἀνθρωπίνου μνήματος ἀποκυλίων, δι᾽ οὗ ἀνοίγεται πᾶσιν ἡ θύρα τῆς ἀναστάσεως.

Δράμωμεν καὶ ἡμεῖς ἐπὶ τὴν θέαν τοῦ παραδόξου θεάματος (διαγέγονε γὰρ ἤδη τὸ σάββατον), μὴ κατόπιν τῶν γυναικῶν ἀπαντήσωμεν. ἔστω καὶ ἐν ταῖς ἡμετέραις χερσὶ τὰ ἀρώματα ἡ πίστις καὶ ἡ συνείδησις· αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν ἡ εὐωδία. μηκέτι μετὰ τῶν νεκρῶν τὸν ζῶντα ζητήσωμεν· τὸν γὰρ οὕτως αὐτὸν ζητοῦντα ἀπωθεῖται ὁ κύριος λέγων· Μή μου ἅπτου, ἀλλ᾽ ὅταν ἀναβῶ πρὸς τὸν πατέρα, τότε σοι ἔξεστιν ἅπτεσθαι, τουτέστιν μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ, ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ θεοῦ ὄντα λόγον τοῦτον προσκύνει, μὴ τὴν τοῦ δούλου μορφήν. ἀκούσωμεν, τί εὐαγγελίζεται ἡμῖν καὶ ἡ γυνὴ ἡ προλαβούσα τὸν ἄνδρα διὰ τῆς πίστεως καλῶς τοῦτο ποιήσασα, ἵνα διὰ τοῦ κατάρξαι πρὸς τὸ ἀγαθὸν περὶ τῆς τοῦ κακοῦ αἰτίας ἀπολογήσηται. τί οὖν ἐστι τὸ τῆς γυναικὸς εὐαγγέλιον; ὄντως Οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. ἄκουε, γάρ φησιν, ὃ ἐντέταλται ἡμῖν ὁ κύριος πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς οὓς καὶ ἀδελφοὺς αὐτοῦ κατονομάζει, ὅτι Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ὢ καλῶν τε καὶ ἀγαθῶν εὐαγγελίων.

ὁ δι᾽ ἡμᾶς γενόμενος καθ᾽ ἡμᾶς, ἵνα διὰ τοῦ γενέσθαι ἡμῖν ὁμογενὴς ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ ποιήσῃ, προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον τῷ ἀληθινῷ πατρί, ἵνα δι᾽ αὐτοῦ ἅπαν τὸ ὁμογενὲς ἐφελκύσηται, ὡς μηκέτι ὄνειδος εἶναι τοῖς δουλεύσασι τοῖς φύσει μὴ οὖσι θεοῖς. διὰ τοῦ προσαχθῆναι πάλιν τῷ ζῶντι καὶ ἀληθινῷ θεῷ μηδ᾽ ἀποβλήτους καὶ ἀποκηρύκτους τῆς πατρῴας κληρονομίας γενέσθαι τοὺς τῷ υἱῷ διὰ τῆς υἱοθεσίας ἀκολουθήσαντας ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκον τῆς ἀγαθῆς κτίσεως ἑαυτὸν διὰ τῆς σαρκὸς ποιήσας πᾶσαν τὴν φύσιν, ἧς ἐκοινώνησε, διὰ τῆς ἀνακραθείσης αὐτῷ σαρκὸς ἐπεσπάσατο. ἀλλ᾽ ἐπειδὴ ὁ πρὸ τοῦ Πάσχα ἄρτος ὁ ἄζυμος ὄψον τὴν πικρίδα ἔχει, ἴδωμεν τίνι ἡδύσματι ὁ μετὰ τὴν ἀνάστασιν ἄρτος ἡδύνεται. ὁρᾷς τοῦ Πέτρου ἁλιεύοντος ἐν ταῖς χερσὶ τοῦ κυρίου ἄρτον καὶ κηρίον μέλιτος· νόησον, εἰς τί σοι ἡ πικρία τοῦ βίου μετασκευάζεται. οὐκοῦν ἀναστάντες καὶ ἡμεῖς ἐκ τῆς τῶν λόγων ἁλείας ἤδη τῷ ἄρτῳ προσδράμωμεν, ὃν καταγλυκαίνει τὸ κηρίον τῆς ἀγαθῆς ἐλπίδος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.