Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και πνευματική προετοιμασία για την εορτή της Υπαπαντής

Εισαγωγικές προτροπές για την καθαρότητα του βίου, αλληγορική προσέγγιση της νηστείας και μυστική θεώρηση της παρουσίας του Κυρίου και των αγγελικών ταγμάτων στον ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ. Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ καταφρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος ὁ θεόληπτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφου γραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσας τῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶ τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦ κοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν, ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷ τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰκουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτος ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμενος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε· μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴν ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμενος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης· καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν, ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολιτείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διαταττόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.

Οὕτω γὰρ τῷ παντελείῳ καὶ αἰωνίῳ Θεῷ, ᾧ τὴν πανήγυριν ἄγομεν σήμερον, τῷ δι᾽ ἡμᾶς κατὰ σάρκα ἐπ᾽ ἐσχάτων νηπιάσαντι· ἐξ οὗ πᾶν δώρημα καὶ τελειωτικόν· τῷ τὴν κατὰ φύσιν ὑπερφυῶς τῆς ἀρετῆς τελειότητα καὶ ἐν τῷ ἀνθρωπίνῳ ἑαυτοῦ καταστήματι ἐπιδείξαντι σύσσωμοί τε καὶ συμμέτοχοι γενησόμεθα, καὶ πρὸς τιμὴν αὐτοῦ καὶ δόξαν ἡ Ἐκκλησίας ἔσται συνέλευσις. Οὕτω γὰρ τὴν ἀρτιγενῆ αὐτοῦ σωματικῶς θεοφάνειαν ὁ προφητικὸς αἰνιττόμενος λόγος, τοῖς χαρακτῆρσι τῆς θεοπρεποῦς αὐτοῦ ὑπογράφει τελειότητος. Διότι· πρὶν ἢ γνῶναι, φησὶ, τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξεται τὸ ἀγαθὸν, ὅπερ ἄκρας καὶ τελειοτάτης διακρίσεώς τε καὶ ὄντως φρονήσεως γνώρισμα. Πρὸς οὗπερ ἡμᾶς ὁμοιότητα διασκευάζων ὁ μέγας ἀπόστολος, τὸ προτεθὲν αὐτοῦ θεόπνευστον λόγιον ἔφησεν· ὡς ἐν τούτῳ τῆς κατ᾽ εἰκόνα τε καὶ ὁμοίωσιν θεοτευξίας ἐμφερῶς ἐν ἡμῖν γνωριζομένης, καὶ τῆς τοῦ πρωτοτύπου κάλλους ὑπεραγιότητος γινωσκομένης.

Καθάπερ γὰρ βασιλεῖ τῶν ὑπ᾽ αὐτοῦ στρατευμάτων προπεμπτήριον ἑτοιμαζομένων μεγαλαυχίαν, χρυσορόφους τε καὶ ἐξειλεγμένους εἶναι τοὺς πρὸς δορυφορίαν αὐτοῦ συνειλεγμένους προσῆκε, καὶ τῆς ἐκείνου θέας τὸ ἐκτύπωμα εὐσημότατα προβεβλῆσθαι· οὕτως ἡμᾶς ἀναγκαῖον μεταμορφουμένους τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποθεμένους, καὶ τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, ἐν ἑαυτοῖς περιφέροντας, οὕτως ἐν ταῖς σωτηρίοις καὶ πνευματικαῖς ἀπαντᾷν ἑορταῖς, ἵνα ἔσωνται ἡμῖν, κατὰ τὸν τοῦ προφήτου λόγον, νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς. Τῆς νηστείας ἀναγωγικῶς δηλαδὴ νοουμένης, ἐν τῷ τῆς ἀποχῆς τε καὶ ἐγκρατείας παντὸς μολυσμοῦ, καὶ σαρκός τε καὶ πνεύματος τρόπῳ.

Διὰ γὰρ τετράδος τε καὶ πέμπτης, καὶ μὴν ἑβδόμης τε καὶ δεκάτης πᾶσα σαρκική τε καὶ τῷ εὐεξαπατήτῳ τῶν αἰσθήσεων προσφυὴς, καὶ τῷ παρόντι βίῳ συγκλειομένη σημαίνεται ἔμφασις. Τὴν γὰρ σωματικωτέραν τε καὶ φιλόσαρκον διαγωγὴν διὰ τῆς τετράδος μανθάνομεν, ὡς ἐκ τεσσάρων στοιχείων τῶν σωμάτων συγκεκραμένων· τὸ δὲ διὰ τῶν αἰσθήσεων εὐόλισθον (ὡς πέντε καθεστωσῶν), τὸ τῆς πέμπτης ὄνομα ὑπαινίσσεται. Ἡ ἑβδόμη δὲ, καὶ κατὰ τὸν Σολομῶντα τὸν εἰς ἑαυτὸν ἑβδοματικῶς ἀνακυκλούμενον τῆς κάτω λήξεως αἰῶνα ἐμφαίνειν ἐπίσταται. Ἥ γε μὴν δεκάτη τοῦ ἐντὸς ἀνθρώπου τὴν τῶν αἰσθήσεων κάθαρσιν πρὸς τὰ ἔξωθεν ἀνηγμένου ὑποδείκνυσιν· ὥστε τὸν τοῦ νοῦ ὀφθαλμὸν ἁπλοῦν τε καὶ διαυγῆ ὑπάρχειν, ἵνα ὅλον τὸ σῶμα φωτεινὸν ἔσται, ὥς φησι τὸ ἅγιον Εὐαγγέλιον· ἥ τε τῆς ψυχῆς ἀκοὴ τῆς θείας πληροῦται ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, ἣν ἀκουτισθῆναι καὶ Δαβὶδ ὁ μέγας ἐπεύχεται· τὴν δὲ γευστικὴν αὐτῆς δύναμιν ἐν τῇ τοῦ Κυρίου ἐγγεγυμνᾶσθαι χρηστότητι, ὡς ὁ ψάλλων ἐν προφήταις ἀναφθέγγεται, καὶ ἐν ἀντιλήψει τῆς τοῦ Χριστοῦ εὐωδίας, ἣν ὁ θεῖος Παῦλος ἀπέπνεε, τὴν ὀσφραντικὴν ἕξιν καθίστασθαι· καὶ ταῖς ἔσω τῆς διακρίσεως χερσὶ ψηλαφᾷν τὸν λόγον τῆς ζωῆς, ὡς ὁ τῆς βροντῆς υἱὸς διηγόρευσεν.

Ἡ γὰρ ἐν τούτοις τῶν νοητῶν αἰσθήσεων γυμνασία, ἐν τῇ τῶν ἐναντίων τούτοις ἀποχῇ τε καὶ ἀλλοτριώσει τὴν ἐπαινουμένην παρὰ Θεοῦ νηστείαν ἀπεργάζεσθαι πέφυκεν· οὕτω τε κατορθοῦν ἡμᾶς περιγίνεται τὸ τῇ κακίᾳ μὲν νηπιάζειν, τῆς κατὰ Θεὸν δὲ φρονήσεως ἐν τελειότητι γίνεσθαι.

Οὕτως ἡμᾶς ἄρδουσα ἡ τῶν ἀποστολικῶν τε καὶ προφητικῶν διδαγμάτων ἐκ τῶν κρουνῶν τοῦ Πνεύματος συῤῥέουσα μεγαλόνοια, καὶ τὸν τοῦ Θεοῦ ποταμὸν τῶν μυστικῶν ὑδάτων πληρώσασα, τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, τὴν ταῖς ὑπερκοσμίοις συγκροτουμένην δυνάμεσι, τοῖς τοῦ ποταμοῦ τούτου ὁρμήμασιν εὐφραίνειν ἐπίσταται, ὡς τῆς ψαλμῳδίας βοώσης ἠκούσαμεν. Καὶ γὰρ ἡ τῶν ἄνω πνευμάτων ἁγία ὁμήγυρις τῇ τῶν ἀνθρώπων σωτηρίᾳ λίαν ἐφήδεται. Οὕτω γὰρ κοινῇ πανηγυρίζειν σὺν τοῖς ἐπιγείοις τὰ οὐράνια εἴωθεν, τὴν ἀγγελοπρεπῆ πολιτείαν τῶν ἐπὶ γῆς ἀσπαζομένων. Ὅ τε γὰρ ὁ Θεὸς ἡμῶν οὗτος, ὃν προδεικτικῶς ὁ προφήτης διήγγειλεν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ τὴν ἄνω μακαριότητα ἐπὶ γῆς φυτευομένην ἐθεάσαντο ἄγγελοι, Δόξα ἐν ὑψίστοις Θεῷ, ἀνεφθέγγοντο, καὶ ἐπὶ γῆς εἰρήνην εὐηγγελίζοντο (θείας εὐδοκίας ἐν ἀνθρώποις γεγενημένης)· οὕτω τε τῆς θείας λειτουργίας ἐξαίρετον καὶ ὄντως καθαρόν τε καὶ μονότροπον αὐχοῦντες οἱ τῶν ἁγίων ἀγγέλων μακάριοι θίασοι, τῆς ἀληθοῦς ἁγιότητος ἐν ἡμῖν ὁρῶντες τοὺς χαρακτῆρας, οὐκ ἀποβλήτους ποιήσονται κοινωνοὺς τῆς ἀκηράτου εὐφροσύνης συμπαραλήψεσθαι· καθάπερ τὸν ῥυπώσῃ ἐστολισμένον ἐσθῆτι ἀπόκριτον τοῦ θείου γάμου ὁ τῆς εὐαγγελικῆς παραβολῆς ἐποιήσατο λόγος.

Καὶ γὰρ ὅτε κατὰ τὸν ἀρχέτυπον καιρὸν (ὡς ἄν τις εἴποι) τῆς παρούσης ἑορτῆς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ μορφὴν δούλου ἑλόμενος, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, τὴν νομικὴν πληρῶν διαγόρευσιν τεσσαράκοντα ἡμερῶν ὑπάρχων βρέφος, ὁ ἀΐδιος Λόγος ἐπὶ τὸν ναὸν ἐχώρει σὺν τῇ τεκούσῃ, καὶ τῇ καταλλήλῳ τῆς διατεταγμένης θυσίας διαγωγῇ, αἱ τῶν ἀσωμάτων ταξιαρχίαι δουλικῶς τὸν αὐχένα ὑποκλίνουσαι, ἐκ τοῦ ἀοράτου θεοπρεπῆ τὴν προπομπὴν ἡτοιμάζοντο, καὶ τὸ τῆς ἀῤῥήτου σοφίας ἐξεθείαζον πέλαγος· καὶ τὴν περαίωσιν τῆς προχειροτέρας τοῦ νομικοῦ γράμματος διατάξεως, φανέρωσιν τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι ἐξεδέχοντο· οὗ τινος ἡμεῖς τὴν ἀνάμνησιν ἑορτάζοντες σήμερον, πνευματικαῖς θεωρίαις κατὰ τοὺς ἀσωμάτους νόας τρυφήσωμεν, καὶ τῶν θείων θαυμασίων τὸ μεγαλεῖον δοξάζοντες, κοινωνοὶ τῆς ἐκείνων ἀξίας ἐσόμεθα· οὐ τῇ νομικῇ σκιᾷ τὸ ὄμμα τῆς ψυχῆς ἀμαυρούμενοι, ἀλλὰ τὸ δὴ λεγόμενον τῷ σοφωτάτῳ Παύλῳ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι.