ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ. Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ καταφρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος ὁ θεόληπτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφου γραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσας τῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶ τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦ κοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν, ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷ τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰκουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτος ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμενος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε· μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴν ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμενος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης· καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν, ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολιτείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διαταττόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.