Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον καὶ σωτήριον πάσχα

Γρηγόριος ὁ Νύσσης

Η λύση της καταδίκης και η επάνοδος στον παράδεισο

Εξαίρεται η φωτεινή ημέρα της Αναστάσεως ως αιτία αγαλλιάσεως, μέσω της οποίας καταλύεται η αρχική καταδίκη και ο πεπτωκώς άνθρωπος επανέρχεται στον παράδεισο και τις δωρεές της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 3

ἐπειδὴ τοίνυν ἡ φωτεινὴ νὺξ αὕτη τὰς ἐκ τῶν λαμπάδων αὐγὰς ταῖς ὀρθριναῖς ἀκτῖσι τοῦ ἡλίου συμμίξασα μίαν κατὰ τὸ συνεχὲς ἡμέραν ἐποίησε μὴ διαμερισθεῖσαν τῇ παρενθήκῃ τοῦ σκότους, νοήσωμεν, ἀδελφοί, τὴν προφήτειαν τὴν λέγουσαν ὅτι Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἐν ᾗ ἔργον ἐστὶν οὐ βαρύ τι καὶ δυσκατόρθωτον, ἀλλὰ χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίαμα οὕτως εἰπόντος τοῦ λόγου ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὢ καλῶν προσταγμάτων, ὢ γλυκείας νομοθεσίας. τίς ὑπερτίθεται πρὸς τὸ ὑπακοῦσαι τοιούτοις προστάγμασι; τίς δὲ οὐχὶ ζημίαν ἡγεῖται καὶ τὴν ἐν ὀλίγῳ τῶν προσταγμάτων ἀναβολήν; εὐφροσύνη τὸ ἔργον καὶ ἀγαλλίαμά ἐστι τὸ ἐπίταγμα, δι᾽ ὧν ἀναλύεται ἡ ἐπὶ τῇ ἁμαρτίᾳ κατάκρισις καὶ εἰς χαρὰν τὰ λυπηρὰ μεθαρμόζεται. τοῦτό ἐστι τὸ τῆς σοφίας ἀπόφθεγμα, ὅτι ἐν ἡμέρᾳ εὐφροσύνης ἀμνηστία κακῶν. λήθην ἐποίησε τῆς πρώτης καθ᾽ ἡμῶν ἀποφάσεως ἡ ἡμέρα αὕτη, μᾶλλον δὲ ἀφανισμόν, οὐχὶ λήθην· ἐξήλειψε γὰρ καθόλου πᾶν μνημόσυνον τῆς καθ᾽ ἡμῶν κατακρίσεως.

τότε ἐν λύπαις ὁ τοκετός, νῦν χωρὶς ὠδίνων ἡ γέννησις· τότε ἐκ σαρκὸς ἐγεννήθημεν σάρκες, νῦν τὸ γεννηθὲν πνεῦμά ἐστιν ἐκ πνεύματος· τότε υἱοὶ ἀνθρώπων, νῦν τέκνα θεοῦ ἐγεννήθημεν· τότε εἰς γῆν ἐξ οὐρανῶν ἀπελύθημεν, νῦν ὁ ἐπουράνιος καὶ ἡμᾶς οὐρανίους ἐποίησε· τότε διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐβασίλευε, νῦν ἀντιμεταλαμβάνει διὰ τῆς ζωῆς ἡ δικαιοσύνη τὸ κράτος· εἷς ἤνοιξε τότε τοῦ θανάτου τὴν εἴσοδον, δι᾽ ἑνὸς καὶ νῦν ἡ ζωὴ ἀντεισάγεται· τότε διὰ τοῦ θανάτου τῆς ζωῆς ἐξεπέσομεν, νῦν ὑπὸ τῆς ζωῆς ἀναιρεῖται ὁ θάνατος· τότε ὑπ᾽ αἰσχύνης τῇ συκῇ ὑπεκρύβημεν, νῦν διὰ δόξης τὸ ξύλον τῆς ζωῆς προσεγγίζομεν· τότε διὰ τῆς παρακοῆς τοῦ παραδείσου ἐξῳκίσθημεν, νῦν διὰ πίστεως τοῦ παραδείσου εἴσω γινόμεθα. πάλιν ὁ καρπὸς τῆς ζωῆς εἰς τρυφὴν πρόκειται κατ᾽ ἐξουσίαν ἡμῖν· πάλιν ἡ τοῦ παραδείσου πηγὴ ἡ τετραχῆ διὰ τῶν εὐαγγελικῶν ποταμῶν μεριζομένη ἅπαν ποτίζει τὸ πρόσωπον τῆς ἐκκλησίας, ὡς καὶ μεθύειν ἡμῶν τὰς αὔλακας τῶν ψυχῶν, ἃς ὁ σπείρων τὸν λόγον τῷ ἀρότρῳ τῆς διδασκαλίας ἀνέτεμε, καὶ πληθύειν τῆς ἀρετῆς τὰ γεννήματα.