Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και εορταστικός χαρακτήρας του Πάσχα

Προοίμιο με αφορμή τον ψαλμικό αίνο, θεολογική προσέγγιση του εκούσιου Πάθους και της Ανάστασης, καθώς και ηθικές προτροπές για την εκδήλωση κοινωνικής αγάπης και ευσπλαχνίας κατά την εορταστική ημέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ Οἱ πένητες τῶν ἀνθρώπων φιλέορτοι δὲ καὶ προθύμῳ τῇ ψυχῇ καὶ γαύρῳ τῷ σχήματι τὰς πανηγύρεις κατασπαζόμενοι, κἂν οἴκοθεν ἑαυτοῖς μὴ ἐπαρκῶσιν εἰς τὴν σπουδαζομένην φαιδρότητα, παρὰ τῶν οἰκείων καὶ γνωρίμων πᾶσαν πολυτέλειαν συνερανιζόμενοι ἀνενδεεῖς ἑαυτοὺς εἰς τὴν προκειμένην χρείαν παρασκευάζουσιν. ὅπερ δοκῶ μοι πρὸς τὴν παροῦσαν ἡμέραν πάσχειν ἐγώ· οὐδὲν γὰρ ἔχων μεγαλοπρεπὲς ἐν ταῖς προκειμέναις εὐφημίαις παρ᾽ ἐμαυτοῦ συντελεῖν πρὸς τὴν ἱερὰν ᾠδήν, ἣν ἀρτίως ᾔσαμεν, καταφεύξομαι. ἐκεῖθεν δὲ ταῖς ἀφορμαῖς χρησάμενος ἀποτίσω τὸ χρέος τῇ γραφικῇ λέξει προσυφήνας καὶ τὰ ἐμά, εἴ τινα ἄρα καὶ τυγχάνει παρὰ τῷ πένητι δούλῳ τῆς εἰς τὸν δεσπότην εὐχαριστίας ἐγκώμια. ἔλεγε τοίνυν ἀρτίως ὁ Δαβὶδ καὶ ἡμεῖς μετ᾽ ἐκείνου· Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. πάντα τὸν ἐξ Ἀδὰμ ἄνθρωπον πρὸς τὸν ὕμνον καλεῖ μηδένα καταλιμπάνων ἔξω τῆς κλήσεως, ἀλλὰ τοὺς ἑσπερίους, τοὺς ἑῴους, τοὺς παρ᾽ ἑκάτερα, εἴ τις τῆς ἄρκτου γείτων καὶ τῆς μεσημβρίας ἔνοικος, ὁμοῦ πάντας δημαγωγεῖ τῷ ψαλμῷ. καὶ ἀλλαχοῦ μὲν ἀπὸ μέρους τισὶ τῶν ἀνθρώπων προσδιαλέγεται ἢ τοὺς ὁσίους καλῶν ἢ τοὺς παῖδας πρὸς ὕμνον ἐγείρων, ἐπὶ δὲ τοῦ παρόντος ἔθνη καὶ λαοὺς τῷ ψαλτηρίῳ συνάγει.

ὅταν γὰρ κατὰ τὸν ἀπόστολον παρέλθῃ τὸ σχῆμα τοῦ κόσμου τούτου, βασιλεὺς δὲ καὶ θεὸς ἐπιφανῇ πᾶσιν Χριστὸς πᾶσαν ψυχὴν ἄπιστον πληροφορήσας καὶ γλῶσσαν βλάσφημον χαλινώσας, στήσῃ δὲ Ἑλλήνων τὴν ματαιότητα καὶ Ἰουδαίων τὴν πλάνην καὶ τῶν αἱρέσεων τὴν ἀδάμαστον γλωσσαλγίαν, τότε δὴ, τότε πάντα τὰ ἔθνη καὶ οἱ ἀπ᾽ αἰῶνος λαοὶ ὑποκύψαντες ἄμαχον τὴν προσκύνησιν ἀναπέμψουσι καὶ θαυμαστή τις ἔσται συμφωνία δοξολογίας τῶν μὲν ὁσίων συνήθως ὑμνούντων τῶν δὲ ἀσεβῶν ἐξ ἀνάγκης ἱκετευόντων· καὶ τότε ἀληθῶς ὁ ἐπινίκιος ὕμνος συμφώνως παρὰ πάντων ᾀσθήσεται καὶ τῶν κρατηθέντων καὶ τῶν νικησάντων· τότε καὶ ὁ τῆς ταραχῆς ὑπαίτιος, ὁ τὴν τοῦ δεσπότου φαντασθεὶς ἀξίαν μαστιγίας οἰκέτης ὀφθήσεται πᾶσι παρ᾽ ἀγγέλων πρὸς τὴν τιμωρίαν συρόμενος καὶ πάντες οἱ τῆς ἐκείνου κακίας ὑπηρέται καὶ συνεργοὶ ταῖς πρεπούσαις κολάσεσι καὶ δικαίαις ὑποβληθήσονται, εἷς δὲ φανήσεται βασιλεὺς καὶ κριτὴς κοινὸς δεσπότης παρὰ πάντων ὁμολογούμενος, ἡσυχία δὲ ἔσται κατεσταλμένη, ὥσπερ ὅταν ἄρχοντος ἐπὶ βήματος καθημένου ὁ μὲν κήρυξ ὑποσημαίνῃ τὴν σιωπήν, οἱ λαοὶ δὲ καὶ ὄψιν καὶ ἀκοὴν συντείναντες τὴν τῆς δημηγορίας ἀκρόασιν ἀναμένωσιν. διὰ τοῦτο Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

αἰνέσατε ὡς δυνατόν, ἐπαινέσατε ὡς φιλάνθρωπον, ὅτι πεσόντας καὶ νεκροὺς ὄντας αὖθις ἐζωοποίησε καὶ τὸ πονέσαν σκεῦος ἀνενεώσατο πάλιν καὶ τὴν ἐν τοῖς τάφοις τῶν λειψάνων ἀηδίαν εἰς ζῷον ἄφθαρτον φιλανθρώπως ἐμόρφωσε καὶ ψυχὴν τὴν πρὸ [τεσσάρων] χιλιάδων ἐτῶν καταλιποῦσαν τὸ σῶμα ὡς ἐκ μακρᾶς ἀποδημίας εἰς 〈τὴν〉 ἰδίαν οἰκίαν ἐπανήγαγεν οὐδὲν ἀπὸ χρόνου καὶ λήθης ξενιζομένην πρὸς τὸ ἴδιον ὄργανον, ἀλλὰ θᾶττον ἐπ᾽ αὐτὸ χωροῦσαν ἢ ὄρνις ἐπὶ τὴν καλιὰν τὴν οἰκείαν καθίπταται.

Εἴπωμεν γὰρ τὰ οἰκεῖα τῆς ἑορτῆς, ἵνα ἀκολούθως καὶ προσφυῶς τοῖς πράγμασιν ἑορτάσωμεν· τὸ γὰρ ἀνοίκειον καὶ ἀλλότριον πρὸς τῷ μηδὲν ὠφελεῖν ἄτακτόν ἐστι καὶ ἀλλόκοτον οὐκ ἐν τοῖς περὶ θρησκείας καὶ εὐσεβείας λόγοις μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἔξωθεν καὶ τῆς τοῦ κόσμου σοφίας. τίς γὰρ οὕτως ἀνόητος καὶ ὑπεργέλοιος ῥήτωρ, ὡς κληθεὶς εἰς φαιδρότητα γάμου ἀποστῆναι μὲν τῶν ἁρμοδίων λόγων καὶ γλαφυρῶν συνευπαθούντων ταῖς τῆς πανηγύρεως χάρισι, γοερὰ δὲ μέλη θρηνεῖν καὶ τὰ ἐκ τραγῳδίας κακὰ τῶν παστάδων κατολοφύρεσθαι, ἢ τὸ ἔμπαλιν ἐπιταχθεὶς ἑνὶ τῶν τετελευτηκότων τὰ νενομισμένα τελεῖν ἐπιλαθέσθαι μὲν τοῦ πάθους, φαιδρύνεσθαι δὲ πρὸς τὸν κατηφείας γέμοντα σύλλογον; εἰ δὲ ἐν τοῖς ἐγκοσμίοις καλὸν ἡ τάξις καὶ ἐπιστήμη, πολλῷ δήπου πλέον ἐν τοῖς μεγάλοις καὶ οὐρανίοις ἁρμοδιώτερον.

Χριστὸς τοίνυν ἀνέστη σήμερον ὁ θεός, ὁ ἀπαθής, ὁ ἀθάνατος (καὶ μικρὸν ἐπίσχες ὁ ἐθνικὸς παρεὶς τὸν προπετῆ γέλωτα, μέχρις ἂν πάντων ἀκούσῃς), οὐ πρὸς ἀνάγκην παθὼν οὐδὲ τὴν ἐξ οὐρανῶν κάθοδον βιασθεὶς οὐδὲ τὴν ἀνάστασιν ὡς ἀπροσδόκητον εὐεργεσίαν παρ᾽ ἐλπίδας εὑρών, ἀλλ᾽ εἰδὼς πάντων τῶν πραγμάτων τὸ τέλος καὶ οὕτω τὴν ἀρχὴν ποιησάμενος. ἔχων ἐν ὀφθαλμοῖς τῆς θεότητος τῶν προκειμένων τὴν γνῶσιν καὶ πρὶν ἐξ οὐρανῶν κατελθεῖν βλέπων καὶ τῶν ἐθνῶν τὴν ταραχὴν καὶ τοῦ Ἰσραὴλ τὴν σκληρότητα καὶ Πιλάτον προκαθήμενον καὶ Καϊάφαν ἑαυτῷ τὴν ἐσθῆτα περισπαράσσοντα καὶ τὸν στασιώδη δῆμον φλεγμαίνοντα καὶ Ἰούδαν προδιδόντα καὶ Πέτρον ὑπερμαχόμενον καὶ μετ᾽ ὀλίγον ἑαυτὸν τῇ ἀναστάσει εἰς δόξαν ἀφθαρσίας μεταμορφούμενον καὶ πᾶν τὸ μέλλον ἔχων ὑπογεγραμμένον τῇ γνώσει οὐκ ἀνεβάλετο τὴν εἰς τὸν ἄνθρωπον χάριν οὐδὲ ὑπερέθετο τὴν οἰκονομίαν, ἀλλ᾽ ὥσπερ οἱ τὸν ἀσθενῆ παρὰ χαράδρας συρόμενον βλέποντες εἰδότες, ὡς ἔστι καὶ τῷ βορβόρῳ τοῦ χειμάρρου ἐνειληθῆναι καὶ τῆς πληγῆς ἀνασχέσθαι τῶν λίθων τῶν συνωθουμένων παρὰ τοῦ ὕδατος, ὅμως διὰ τὸ συμπαθὲς τὸ περὶ τὸν κινδυνεύοντα οὐκ ὀκνοῦσι τὴν εἴσοδον, οὕτω καὶ ὁ φιλάνθρωπος ἡμῶν σωτὴρ ἐθελοντὴς ὑβριστικὰ καὶ ἄτιμα κατεδέξατο, ἵνα τὸν ἐξ ἀπάτης ἀπολλύμενον σώσῃ.

κατῆλθεν εἰς τὸν βίον, ἐπειδὴ προῄδει καὶ τὴν ἄνοδον ἔνδοξον, ἀποθανεῖν τῷ ἀνθρωπίνῳ ἑαυτοῦ συνεχώρησεν, ἐπειδὴ καὶ τὴν ἔγερσιν προεγίνωσκεν· οὐ γὰρ ὡς εἷς τῶν κοινῶν ἀνθρώπων ῥιψοκινδύνως ἐτόλμα τῇ ἀδηλίᾳ τοῦ μέλλοντος ἐπιτρέπων τὴν ἔκβασιν, ἀλλ᾽ ὡς θεὸς ᾠκονόμει τὸ προκείμενον ἐπὶ ῥητῷ καὶ ἐγνωσμένῳ τῷ τέλει.

Αὕτη τοίνυν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ μέθαις καὶ κώμοις, μὴ χοροῖς καὶ παροινίαις, ἀλλὰ ταῖς θεοειδέσιν ἐννοίαις. σήμερον ἅπασαν τὴν οἰκουμένην ἔστιν ἰδεῖν ὡς μίαν οἰκίαν εἰς συμφωνίαν ἑνὸς † πράγματος συναχθεῖσαν καὶ παντὸς ἀμελήσασαν τοῦ κατὰ συνήθειαν πράγματος, μετασκευασθεῖσαν δὲ ἑνὶ συνθήματι εἰς τὴν σπουδὴν τῆς εὐχῆς. αἱ λεωφόροι τοὺς ὁδοιπόρους οὐκ ἔχουσιν, ἡ θάλασσα σήμερον ναυτῶν καὶ πλωτήρων ἔρημος, ὁ γεωργὸς τὴν σκαπάνην καὶ τὸ ἄροτρον ῥίψας εἰς τὸ τοῦ ἑορτάζοντος σχῆμα ἐκαλλωπίσατο, αἱ καπηλεῖαι τῆς ἐμπορίας σχολάζουσιν, αἱ ὀχλήσεις ἐλύθησαν ὡς χειμὼν ἐπιφανέντος ἔαρος, θόρυβοι καὶ ταραχαὶ καὶ ζάλαι τοῦ βίου τῇ εἰρήνῃ τῆς ἑορτῆς ὑπεξέστησαν, ὁ πένης ὡς πλούσιος καλλωπίζεται, ὁ πλούσιος τῆς συνηθείας περιφανέστερος δείκνυται, ὁ πρεσβύτης ὡς νέος τρέχει πρὸς τὴν μετουσίαν τῆς εὐφροσύνης, ὁ ἀσθενὴς καὶ τὴν νόσον βιάζεται, τὸ παιδίον τῇ ἐξαλλαγῇ τῆς ἐσθῆτος αἰσθητῶς ἑορτάζει, ἐπειδὴ νοητῶς οὐδέπω δύναται, ἡ παρθένος ὑπεργάνυται τὴν ψυχήν, ὅτι τῆς ἰδίας ἐλπίδος λαμπρὰν καὶ οὕτω τιμωμένην τὴν ὑπόμνησιν βλέπει, ἡ ἔγγαμος ὅλῳ τῷ πληρώματι τῆς οἰκίας ἑορτάζουσα χαίρει· νῦν γὰρ αὐτῇ καὶ ὁ σύνοικος καὶ οἱ παῖδες καὶ οἱ οἰκέται καὶ πάντες ἐφέστιοι ἀγάλλονται.

καὶ ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν τὸ νέον καὶ ἀρτίτοκον πρῶτον τῆς καταδύσεως ἢ τῶν καλαθίσκων πρὸς τὸν ἀέρα καὶ τὸ φῶς ἐξιπτάμενον ἄθρουν ὁμοῦ καὶ συνημμένον ἑνὶ κλάδῳ δένδρου προσπλάσσεται, οὕτως ἐπὶ ταύτης τῆς ἑορτῆς ὁλόκληρα τὰ γένη πρὸς τὰς ἑστίας συντρέχει. καὶ ἀληθῶς τῇ μιμήσει πρὸς τὴν μέλλουσαν ἡμέραν ἡ παροῦσα καλῶς ἀναφέρεται· ἀθροιστικαὶ γὰρ ἀνθρώπων ἀμφότεραι, ἐκείνη τῶν καθόλου, αὕτη τῶν ἐπὶ μέρους. ἵνα δὲ τὸ ἀληθέστερον εἴπωμεν, ὅσον εἰς φαιδρότητα φέρει καὶ εὐθυμίαν, αὕτη τῆς προσδοκωμένης χαριεστέρα, ἐπειδὴ τότε μὲν ἐπάναγκες καὶ τοὺς ὀδυρομένους ὁρᾶσθαι, ὧν αἱ ἁμαρτίαι ἀποκαλύπτονται, νῦν δὲ ἀνεπίδεκτος τῶν σκυθρωπῶν ἐστιν ἡ εὐπάθεια· ὅ τε γὰρ δίκαιος εὐφραίνεται καὶ ὁ τὸ συνειδὸς μὴ καθαρεύων ἀναμένει τὴν ἐκ τῆς μετανοίας διόρθωσιν καὶ πᾶσα λύπη ἐπὶ τῆς παρούσης ἡμέρας κοιμίζεται, οὐδεὶς δὲ οὕτω κατώδυνος, ὡς ἄνεσιν μὴ εὑρέσθαι τῇ μεγαλοπρεπείᾳ τῆς ἑορτῆς. νῦν ὁ δεσμώτης λύεται, ὁ χρεώστης ἀφίεται, ὁ δοῦλος ἐλευθεροῦται τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ τῆς ἐκκλησίας κηρύγματι οὐ ῥαπιζόμενος ἀσχημόνως κατὰ τῆς παρειᾶς καὶ πληγῇ τῆς πληγῆς ἀφιέμενος οὐδὲ ὥσπερ ἐν πομπῇ τῷ δήμῳ δεικνύμενος ἐφ᾽ ὑψηλῷ βήματι, ὕβριν δὲ ἔχων καὶ ἐρυθριασμὸν τὴν ἀρχὴν τῆς ἐλευθερίας, ἀλλ᾽ οὕτω κοσμίως ἀφιέμενος ὡς γινώσκεται.

εὐεργετεῖται καὶ ὁ μένων ἐπὶ τῆς δουλείας ἔτι· εἰ γὰρ καὶ πολλὰ καὶ βαρέα τὰ ἁμαρτήματα παραίτησιν ὑπερβαίνοντα καὶ συγγνώμην, αἰδούμενος ὁ δεσπότης τὸ τῆς ἡμέρας γαληνὸν καὶ φιλάνθρωπον δέχεται τὸν ἀπερριμμένον καὶ ἐν τοῖς ἀτίμοις ὁρώμενον ὡς ὁ Φαραὼ τὸν οἰνοχόον ἐκ τοῦ δεσμωτηρίου· οἶδε γὰρ, ὡς κατὰ τὴν προθεσμίαν τῆς ἀναστάσεως, ἧς καθ᾽ ὁμοιότητα τὴν παροῦσαν τιμῶμεν, χρῄζει καὶ αὐτὸς τῆς ἀνεξικακίας καὶ τῆς ἀγαθότητος τοῦ δεσπότου καὶ δανείζων ἐνταῦθα τὸν ἔλεον προσδοκᾷ τὴν ἀπόδοσιν ἐν καιρῷ. ἠκούσατε οἱ δεσπόται, φυλάξατε τὸν λόγον ὡς ἀγαθόν, μὴ διαβάλητέ με παρὰ τοῖς δούλοις ὡς ψευδῶς τὴν ἡμέραν ἐγκωμιάζοντα, ἀφέλετε τὴν λύπην τῶν θλιβομένων ψυχῶν ὡς ὁ κύριος τῶν σωμάτων τὴν νέκρωσιν, μεταμορφώσατε τοὺς ἀτίμους εἰς ἐπιτιμίαν, τοὺς θλιβομένους εἰς χαράν, τοὺς ἀπαρρησιάστους εἰς παρρησίαν, ἐξαγάγετε τῆς γωνίας τοὺς ῥιφέντας ὡς τάφων, ἐπανθησάτω τὸ τῆς ἑορτῆς κάλλος ὡς ἄνθος τοῖς πᾶσιν. εἰ γὰρ βασιλέως ἀνθρώπου γενέθλιος ἡμέρα ἀνοίγει δεσμωτήριον ἢ ἐπινίκιος ἑορτή, Χριστὸς ἀναστὰς οὐκ ἀφήσει τοὺς τεθλιμμένους;

οἱ πτωχοὶ τὴν ὑμετέραν τροφὸν ἀσπάσασθε, οἱ διερρυηκότες καὶ λελωβημένοι τὰ σώματα τὴν ἰωμένην ὑμῶν τὰς συμφοράς· διὰ γὰρ τὴν ἀπὸ τῆς ἀναστάσεως ἐλπίδα καὶ ἀρετὴ σπουδάζεται καὶ κακία μισεῖται, ἐπεὶ ἀναστάσεως ἀνῃρημένης εἷς παρὰ πᾶσι κρατῶν εὑρεθήσεται λόγος· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.