Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Νύσσης

Η υπεράσπιση της ανάστασης των σωμάτων έναντι της απιστίας

Απολογητική προσέγγιση του παραδόξου της ανασύστασης των σωμάτων, με έμφαση στην παντοδυναμία του Θεού, τον σκοπό της αρχέγονης δημιουργίας και τις βιβλικές προτυπώσεις θαυματουργικών εγέρσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Πρὸς ταύτην βλέπων ὁ ἀπόστολος τὴν ἡμέραν τῆς ζωῆς τῆς ἐπικαίρου καταφρονεῖ, ἐπιθυμεῖ δὲ τῆς μελλούσης, ἐξευτελίζων δὲ τὰ ὁρώμενά φησιν· Εἰ ἐπὶ τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμέν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. διὰ ταύτην τὴν ἡμέραν κληρονόμοι θεοῦ ἄνθρωποι καὶ συγκληρονόμοι Χριστοῦ. διὰ ταύτην τὴν ἡμέραν, ὅπερ οἱ σαρκοβόροι ὄρνιθες ἔφαγον πρὸ χιλίων ἐνιαυτῶν μέρος τοῦ σώματος, εὑρεθήσεται μὴ λεῖπον, καὶ ὅπερ κήτη καὶ κύνες καὶ τὰ ἐνάλια ζῷα κατεβοσκήθησαν, ἐγειρομένῳ τῷ ἀνθρώπῳ συναναστήσεται, καὶ ὅπερ διέφλεξε πῦρ καὶ σκώληξ ἐν τάφοις κατεδαπάνησε καὶ ἁπλῶς πάντα τὰ σώματα, ὅσα μετὰ τὴν γένεσιν ἠφάνισεν ἡ φθορά, ἀνελλιπῆ καὶ ἀκέραια ἀναδοθήσεται ἐκ τῆς γῆς καὶ, ὡς Παῦλος διδάσκει, ἐν ῥιπῇ ὀφθαλμοῦ τελεσθήσεται ἡ ἀνάστασις (ῥιπὴ δὲ ὀφθαλμοῦ ἐπίμυσις βλεφάρων ἐστί)· καὶ τούτου τοῦ τάχους οὐκ ἂν ἕτερον ὀξύτερον γένοιτο. σὺ δὲ ἀνθρωπικῶς καὶ κατὰ τὴν δύναμιν τὴν σαυτοῦ λογιζόμενος πόσα διαστήματα χρόνων διαγράφεις ἐν τῇ ψυχῇ σου;

πρῶτον, ἵνα τὰ διασαπέντα τῶν ὀστέων καὶ γεωθέντα εἰς τὴν σκληρότητα καὶ λειότητα συμπαγῇ, ἑνωθέντα δὲ ἐκ τῆς θρύψεως πάλιν εἰς ῥυθμὸν ἁρμονίας καὶ τὴν φυσικὴν συνέλθῃ συνάφειαν· εἶτα ἐπινοεῖς τὴν τῶν σαρκῶν περίπλασιν καὶ νεύρων ἀποτεταμένας συνδέσεις καὶ φλεβῶν καὶ ἀρτηριῶν λεπτοὺς ὀχετοὺς ὑφηπλωμένους τῷ δέρματι, ψυχῶν δὲ ἀμύθητον καὶ ἀναρίθμητον πλῆθος ἔκ τινων οἰκήσεων ἀπορρήτων κινούμενον, γνωρίζουσαν δὲ ἑκάστην ὡς ἱμάτιον ἐξαίρετον τὸ ἴδιον σῶμα καὶ τούτῳ πάλιν ἐνοικοῦσαν ὀξέως, ἀπλανῆ δὲ ἔχουσαν τὴν διάκρισιν κατὰ πλήθους τοσούτου ὁμοφύλων πνευμάτων. ἐννόησον γὰρ τὰς ἀπὸ Ἀδὰμ ψυχὰς καὶ τὰ ἀπ᾽ ἐκείνου σώματα πλῆθος τοσούτων οἰκιῶν λυθεισῶν καὶ οἰκοδεσποτῶν ἐκ μακρᾶς τῆς ἀποδημίας ὑποστρεφόντων, πάντα δὲ παραδόξως τελούμενα· οὔτε γὰρ ἡ οἰκία ἀνακτιζομένη βραδύνει οὔτε ὁ ἔνοικος πλανᾶται καὶ θυραυλεῖ ζητῶν, ποῦ τὰ ἴδια καὶ ἐξαίρετα, εὐθὺς δὲ ἐπ᾽ αὐτὴν χωρεῖ ὡσεὶ περιστερὰ πρὸς τὸν ἴδιον πύργον, κἂν πολλοὶ καὶ συνεχεῖς περὶ τὸν αὐτὸν τόπον ὦσι δι᾽ ὁμοίων σχημάτων ἐκλάμποντες. πόθεν πάλιν ἡ ἀνάμνησις καὶ ὁ ἀναλογισμὸς τοῦ προτέρου βίου καὶ ἑκάστης πράξεως ἔννοια οὕτως ὀξέως συναπαρτιζομένη τῷ ζῴῳ πρὸ τοσούτων αἰώνων διαλυθέντι;

καίτοιγε καὶ ἐξ ὕπνου ἄνθρωπος ἀνεγερθεὶς βαρυτέρου ἐπ᾽ ὀλίγον ἀγνοεῖ, ὅστις ἐστὶ καὶ ὅπου διάγει, καὶ τῶν συνήθων ἐπιλανθάνεται, μέχρις ἂν ἡ ἐγρήγορσις τὴν νάρκην ἀποσκεδάσασα πάλιν τὸ μνημονικὸν καὶ ἐνεργὲς ἀναζωπυρήσῃ.

Ταῦτα καὶ τὰ τοιαῦτα τοὺς λογισμοὺς τῶν πολλῶν ὑποτρέχοντα θαύματος ὑπερβάλλοντος πληροῖ τὴν διάνοιαν, συνεισάγει δὲ τὴν ἀπιστίαν τῷ θαύματι· ἐπειδὴ γὰρ ὁ νοῦς οὐχ εὑρίσκει τῶν ἀπορουμένων καὶ ζητουμένων τὴν λύσιν οὐδὲ δύναται τὴν ἑαυτοῦ πολυπραγμοσύνην εὑρέσει καὶ καταλήψει προσαναπαῦσαι, χωρεῖ πρὸς ἀπιστίαν λοιπὸν ἐν τῇ ἀσθενείᾳ τῶν ἰδίων λογισμῶν ἐκβάλλων καὶ ἀθετῶν τὴν τῶν πραγμάτων ἀλήθειαν. μᾶλλον δὲ ἐπειδὴ ὁδῷ προβαίνων ὁ λόγος πρὸς τὸ συνεχῶς λαλούμενον ἀφίκετο ζήτημα καὶ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις οἰκεία καὶ συγγενής, φέρε μικρὸν εἰς ἀρχὴν πρέπουσαν ἀναγαγόντες τὸ προκείμενον πληροφορίαν ἐμποιῆσαι πειραθῶμεν τοῖς πρὸς τὰ φανερὰ κακῶς ἀμφιβάλλουσιν.

Ὁ τῶν ὅλων δημιουργὸς θελήσας κτίσαι τὸν ἄνθρωπον οὐχ ὡς εὐκαταφρόνητον ζῷον ἀλλ᾽ ὡς τιμιώτερον πάντων εἰς τὸ εἶναι παρήγαγε καὶ τῆς ὑπ᾽ οὐρανὸν κτίσεως ἀνέδειξε βασιλέα. τοῦτο δὲ προελόμενος καὶ τοιοῦτον ἀπαρτίσας σοφὸν καὶ θεοειδῆ καὶ πολλῇ κατακοσμήσας τῇ χάριτι ἆρα μετὰ γνώμης τοιαύτης εἰς τὸ εἶναι παρήγαγεν, ἵνα γεννηθεὶς φθαρῇ καὶ τελείαν ὑποστῇ τὴν ἀπώλειαν; ἀλλὰ μάταιος ὁ σκοπὸς καὶ σφόδρα γε ἀνάξιον τὴν τοιαύτην ἔννοιαν εἰς θεὸν ἀναφέρειν· παιδίοις γὰρ οὕτως ἀπεικάζεται οἰκοδομοῦσι σπουδῇ καὶ λύουσι ταχέως τὸ κατασκεύασμα πρὸς οὐδὲν πέρας εὔχρηστον τῆς διανοίας αὐτῶν καταληγούσης. πᾶν δὲ τοὐναντίον ἐδιδάχθημεν, ὅτι τὸν πρωτόπλαστον ἀθάνατον ἔκτισεν, ἐπισυμβάσης δὲ τῆς παραβάσεως καὶ τῆς ἁμαρτίας εἰς δίκην τοῦ πλημμελήματος τῆς ἀθανασίας ἐστέρησεν· εἶτα ἡ πηγὴ τῆς ἀγαθότητος ὑπερβλύζουσα τὴν φιλανθρωπίαν καὶ πρὸς τὸ ἔργον ἐπικλασθεῖσα τῶν ἰδίων χειρῶν σοφίᾳ καὶ ἐπιστήμῃ κατεκόσμησεν οὓς εἰς τὴν ἀρχαίαν [ἡμᾶς] εὐδόκησεν ἀνακαινίσαι κατάστασιν.

Ταῦτα καὶ ἀληθῆ τυγχάνει καὶ τῆς περὶ θεοῦ ὑπολήψεως ἄξια· προσμαρτυρεῖ γὰρ αὐτῷ μετὰ τῆς ἀγαθότητος καὶ τὴν δύναμιν. τὸ δὲ ἀπαθῶς ἔχειν καὶ σκληρῶς πρὸς τὰ ἀρχόμενά τε καὶ ποιμαινόμενα οὐδὲ ἀνθρώπων ἐστὶ χρηστῶν καὶ βελτίστων· οὕτως ὁ ποιμὴν βούλεται ἐρρῶσθαι τὸ ποίμνιον αὐτῷ καὶ σχεδὸν ὑπάρχειν ἀθάνατον καὶ ὁ βουκόλος παντοδαπαῖς θεραπείαις αὔξει τὰς βοῦς καὶ τὰς αἶγας διδυμοτόκους ὑπάρχειν ὁ αἰπόλος εὔχεται καὶ πᾶς ἀγελάρχης ἁπλῶς διαμένειν αὐτῷ καὶ εὐθηνεῖσθαι ποθεῖ τὴν ἀγέλην πρός τι τέλος εὔχρηστον ἀφορῶν. τούτου δὲ οὕτως ἔχοντος καὶ ἐκ τῶν ἀρτίως ἡμῖν εἰρημένων δειχθέντος πρεπωδέστατον ὑπάρχειν τῷ δημιουργῷ καὶ τεχνίτῃ τοῦ γένους ἡμῶν ἀναπλάσαι τὸ φθαρὲν ποίημα πρόδηλον, ὡς οἱ τοῖς ἑξῆς ἀπειθοῦντες οὐκ ἄλλοθέν ποθεν ἀπομάχονται ἢ διὰ τὸ νομίζειν ἀδύνατον εἶναι τῷ θεῷ τὸ τεθνηκὸς καὶ διαλυθὲν ἀνεγεῖραι. νεκρῶν ἀληθῶς καὶ ἀναισθήτων τὸ φρόνημα τὸ ἀδύνατον καὶ ἀμήχανον ἐπὶ θεοῦ λογιζομένων καὶ τὰ τῆς ἰδίας ἀσθενείας ἐπὶ τὴν παντοδύναμον φερόντων μεγαλοπρέπειαν.

ἵνα δὲ λόγοις ἐλεγκτικοῖς τῆς ἀνοίας αὐτῶν καθικώμεθα, ἐκ τῶν γεγονότων καὶ ὄντων ἀποδειχθήτω τὸ μέλλον καὶ ἀπιστούμενον· ἤκουσας, ὅτι ὁ χοῦς ἐπλάσθη καὶ ἐγένετο ἄνθρωπος, δίδαξον οὖν με, παρακαλῶ, ὁ πάντα ἀξιῶν τῇ σοφίᾳ τῇ ἑαυτοῦ περιδράσσεσθαι, πῶς ὁ λεπτὸς χοῦς ὁ ἐσκεδασμένος συνήχθη, πῶς ἡ γῆ σὰρξ ἐγένετο καὶ ἡ αὐτὴ ὕλη καὶ ὀστέα ἐποίησε καὶ δέρμα καὶ πιμελὴν καὶ τρίχας, πῶς μιᾶς οὔσης τῆς σαρκὸς διάφοροι αἱ ἰδέαι τῶν μελῶν καὶ αἱ ποιότητες καὶ ἁφαί, πῶς ὁ πνεύμων ἁπαλὸς τὴν ἁφήν, πελιδνὸς τὴν χρόαν, τὸ ἧπαρ στριφνὸν καὶ ἐρυθρόν, ἡ καρδία πεπιλημένη καὶ σκληρότατον μόριον ἐν σαρκί, ὁ σπλὴν ἀραιὸς καὶ μέλας, ὁ ἐπίπλους λευκὸς καὶ ὡς δίκτυον ἁλιευτικὸν συμπεπλεγμένος παρὰ τῆς φύσεως. σκεψώμεθα κἀκεῖνα, πῶς ἡ πρώτη γυνὴ ἀπὸ μικροῦ μέρους τῆς πλευρᾶς ὑπέστη ζῷον ὁλόκληρον ὅμοιον τῷ τελείῳ καὶ πρώτῳ καὶ τὸ μέρος πρὸς πάντα διήρκεσε καὶ τὸ ὀλίγον τὸ πᾶν συνεστήσατο· ἡ πλευρὰ ἐγένετο κεφαλή, χεῖρες καὶ πόδες, ἐγκάτων σκολιὰ καὶ ποικίλη διάπλασις, σὰρξ καὶ τρίχες, ὀφθαλμὸς καὶ ῥὶς καὶ στόμα καὶ πάντα ἁπλῶς, ἵνα μὴ μακρὰν ἀπαγάγω τὸν λόγον, πάντα θαυμαστὰ καὶ παράδοξα ἡμῖν τοῖς ὀλίγοις.

πρόχειροι δὲ παρὰ θεῷ τῆς κατασκευῆς οἱ λόγοι καὶ λίαν ὁμολογούμενοι· πῶς οὖν σωφρονεῖν δόξουσιν οἱ τὴν μὲν μίαν πλευρὰν συγχωροῦντες γενέσθαι ἄνθρωπον, ἀπὸ δὲ ὁλοκλήρου τῆς τοῦ ἀνθρώπου ὕλης ἀπιστοῦντες τὸν αὐτὸν ἀνακτίζεσθαι; οὐκ ἔστιν, οὐκ ἔστιν ἐπινοίαις ἀνθρωπικαῖς θεοῦ πολυπραγμονεῖν ἐνεργείας· εἰ γὰρ πάντα ἦν ἡμῖν καταληπτά, οὐκ ἂν κρείττων ἦν ἡμῶν ὁ κρείττων. τί λέγω περὶ θεοῦ; οὐδὲ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐπί τινων δυνάμεων σύγκρισίν τινα ἔχομεν, ἀλλὰ κἀκείνων ἀπολειπόμεθα. αὐτίκα δρόμῳ μὲν ἡμᾶς ὑπερβάλλονται ἵπποι καὶ κύνες καὶ ἄλλα πολλά, δυνάμει δὲ κάμηλοι καὶ ἡμίονοι, σημειώσει δὲ ὁδῶν οἱ ὄνοι καὶ τὸ τῆς δορκάδος ὀξυωπὸν ἐν ἡμετέροις ὀφθαλμοῖς οὐχ εὑρίσκεται. διὸ εὐγνωμόνων καὶ σωφρονούντων ἐστὶ πιστεύειν τοῖς παρὰ τοῦ θεοῦ λεγομένοις, τοὺς δὲ τρόπους καὶ τὰς αἰτίας τῶν ἐνεργειῶν ὡς ὑπερβαινούσας μὴ ἀπαιτεῖν, ἐπεὶ λεχθήσεται ἑνὶ τῶν πολυπραγμόνων· δεῖξόν μοι τῷ λόγῳ σου τὴν τῶν ὁρωμένων οὐσίωσιν, εἰπὲ ποίᾳ τέχνῃ τὴν πολύμορφον ταύτην ἐργασίαν ἐδημιούργησεν. ἂν γὰρ ταῦτα ἐξεύρῃς, εἰκότως ἀμηχανεῖς καὶ ἀσχάλλεις, διότι τὴν τῆς παλιγγενεσίας μετακόσμησιν ἀγνοεῖς ὁ τῆς γενέσεως τὸν λόγον εἰδώς.

εἰ δὲ ὄναρ σοι ἐκεῖνα καὶ φαντασία καὶ πανταχόθεν ἡ ἐπίγνωσις ἄπορος, μὴ ἀγανάκτει, εἰ τὸν λόγον τῆς κατασκευῆς ἀγνοῶν καὶ τὴν διόρθωσιν τοῦ φθαρέντος οὐ συνορᾷς, ὁ αὐτὸς τεχνίτης ἐστὶ καὶ τῆς πρώτης κτίσεως καὶ τῆς δευτέρας μετακοσμήσεως. οἶδεν ὅπως τὸ ἴδιον ἔργον διάλυσιν ὑπομεῖναν συναρμόσει πάλιν εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ σοφίας χρεία, ἡ πηγὴ τῆς σοφίας παρ᾽ ἐκείνῳ, εἰ δυνάμεως, οὐ χρῄζει συνεργοῦ καὶ συλλήπτορος. οὗτός ἐστιν ὁ κατὰ τὴν φωνὴν τοῦ σοφωτάτου προφήτου μετρήσας τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν μέγαν καὶ ἄπλετον οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί. θεώρησον εἰκόνας ἐναργεῖς σημασίας παρεχομένας τῆς ἀρρήτου δυνάμεως, ἀπόγνωσιν ἐμποιούσας τοῖς λογισμοῖς ἡμῶν τοῦ μηδὲν δύνασθαι ἄξιον τῆς τοῦ θεοῦ φύσεως φαντασθῆναι. παντοδύναμος καὶ ἔστι καὶ λέγεται (τάχα γὰρ οὐ ζυγομαχήσεις πρὸς τοῦτο, ἀλλὰ δώσεις ὡς συγκεχωρημένον κρατεῖν), τῷ δὲ πάντα δυναμένῳ οὐδὲν ἄπορον ἢ ἀμήχανον.

ἔχεις πολλὰ τῆς πίστεως ἐνέχυρα ἀναγκαστικῶς σε συνελαύνοντα πρὸς τὸ συντίθεσθαι τοῖς παρ᾽ ἡμῶν λεγομένοις· πρῶτον μὲν πᾶσαν τὴν ποικίλην καὶ πολυσύνθετον κτίσιν βοῶσαν παντὸς κηρύγματος εὐσημότερον, ὅτι ὁ μέγας καὶ σοφὸς τεχνίτης ὁ πάντα τὰ βλεπόμενα τεχνησάμενος· πρὸς δὲ ταύτην προμηθὴς ὢν ὁ θεὸς καὶ τὰ τῶν ἀπίστων ψυχάρια πόρρωθεν καθορῶν ἔργῳ τὴν τῶν νεκρῶν ἔγερσιν ἐβεβαίωσεν πολλὰ σώματα τῶν τετελευτηκότων ψυχώσας. διὰ τοῦτο Λάζαρος τετραήμερος νεκρὸς τῆς θήκης ἐξήλατο καὶ τῆς χήρας ὁ μονογενὴς ἀπεδόθη τῇ μητρὶ ἐκ τῆς κλίνης καὶ τῆς ἐκφορᾶς πρὸς τοὺς ζῶντας ἀναλυθεὶς καὶ ἄλλοι μυρίοι, οὓς ἀπαριθμεῖσθαι νῦν ὀχληρόν. τί λέγω περὶ τοῦ θεοῦ καὶ σωτῆρος, ὁπότε, ἵνα ἐπὶ πλέον δυσωπηθῶσιν οἱ ἀμφιβάλλοντες, καὶ τοῖς δούλοις αὐτοῦ τοῖς ἀποστόλοις τὴν τοῦ ἐγείρειν νεκροὺς ἐχαρίσατο δύναμιν; ἔστιν οὖν ἡ ἀπόδειξις ἐναργής, καὶ διὰ τί οἱ φιλόνεικοι πράγματα ἡμῖν παρέχετε ὡς ἀναποδείκτων λόγων ἐξηγηταῖς; ὡς εἷς ἠγέρθη, οὕτω καὶ δέκα, ὡς οἱ δέκα καὶ τριακόσιοι, ὡς τριακόσιοι καὶ οἱ πολλοί· ὁ γὰρ ἑνὸς ἀνδριάντος τεχνίτης ἔσται ῥᾳδίως καὶ μυρίων δημιουργός. οὐκ εἴδετε τοὺς μηχανικούς, ὅπως τῶν μεγάλων καὶ ἐξαισίων οἰκοδομημάτων ἐν ὀλίγῳ κηρῷ τὰς μορφὰς καὶ τοὺς τύπους προαναπλάττουσι καὶ ὁ ἐν τῷ μικρῷ λόγος τὴν αὐτὴν ἔχει δύναμιν ἐν ταῖς πολλαῖς καὶ μεγάλαις κατασκευαῖς;

μέγας ὁ οὐρανός, τεχνικὸν τοῦ θεοῦ δημιούργημα· ἐπειδὴ δὲ λογικὸν ζῷον ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν, ἵνα τῇ καταλήψει τῶν ποιημάτων δοξάσῃ τὸν σοφὸν καὶ εὐμήχανον ποιητήν, ὄψει τὸ τοῦ ἀστρονόμου σφαιρίον μικρὸν μέν, ἐν δὲ τῇ χειρὶ κινούμενον τοῦ ἐπιστήμονος οὕτως ὡς 〈ὁ〉 οὐρανὸς παρὰ τοῦ θεοῦ. καὶ τὸ ἐλάχιστον κατασκεύασμα τοῦ μεγάλου δημιουργήματος εἰκὼν γίνεται καὶ ἐν τοῖς μικροῖς ὁ λόγος ἑρμηνεύει τὰ ὑπέρογκα καὶ τὰ τὴν αἴσθησιν ἡμῶν ὑπερβαίνοντα. ταῦτα δὲ πρὸς τί διῆλθον; ἵνα γινώσκῃς, ὅτι κἂν ἐρωτήσῃς με, πῶς ἔσται τῶν ἀπ᾽ αἰῶνος σωμάτων ἡ ἀνάστασις, ἀντακούσῃ ταχέως· πῶς ὁ τετραήμερος ἠγέρθη Λάζαρος; πρόδηλον γὰρ ὡς τὴν ἐπὶ τῷ ἑνὶ πληροφορίαν κἀν τοῖς πολλοῖς ὁμοίως ὁ σωφρονῶν παραδέξεται. θεὸν ὑποτιθέμενος τὸν ποιοῦντα μηδὲν εἴπῃς ἀδύνατον μηδὲ τῇ σαυτοῦ ἐννοίᾳ καταληπτὴν νομίσῃς τὴν τοῦ ἀκαταλήπτου σοφίαν· οὔτε γὰρ ἐκείνῳ τι ἄπειρον καὶ σοὶ τὰ τοῦ ἀπείρου ἀνεξερεύνητα.