Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Νύσσης

Αναλογίες της παλιγγενεσίας από τον φυσικό κόσμο

Παραδείγματα από τη φύση, την τέχνη, τις καθημερινές εναλλαγές του ανθρώπινου βίου και τη διδασκαλία του αποστόλου Παύλου για τον κόκκο του σίτου, τα οποία καταδεικνύουν την ευχέρεια της ανάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ὀψόμεθα δὲ τοῦτον τὸν λόγον καλῶς, ἂν πρὸς τοῖς εἰρημένοις καὶ τὸν τρόπον τῆς γενέσεως ἡμῶν δοκιμάσωμεν, οὐ τὸν πρῶτον καὶ πρεσβύτατον ἐκεῖνον τὸν παρὰ θεοῦ, περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ τὸν μέχρι νῦν ἀκολούθως παρὰ τῆς φύσεως ἐκτελούμενον· ἄπορος γὰρ οὗτος καὶ λογισμῷ ἀνθρωπίνῳ ἀπρόσιτος. πῶς γὰρ τὸ σπέρμα οὐσία οὖσα ὑγρὰ καὶ ἄπλαστος καὶ ἀνείδεος εἰς κεφαλὴν πήγνυται καὶ εἰς ἀντικνήμια καὶ πλευρὰς στερεοῦται καὶ ποιεῖ ἐγκέφαλον ἁπαλὸν καὶ μανὸν καὶ τὸ περιέχον αὐτὸν ὀστέον οὕτω σκληρὸν καὶ ἀντιτυπὲς καὶ τὴν ποικίλην τοῦ ζῴου κατασκευήν, ἵνα συντόμως εἴπω καὶ μὴ παρέλκω λεπτομερῶς ἐπεξιὼν τοῖς καθ᾽ ἕκαστα; ὡς οὖν τὸ σπέρμα ὑπάρχον ἄμορφον ἐν ἀρχαῖς εἰς σχῆμα τυποῦται καὶ εἰς ὄγκους ἁδρύνεται τῇ ἀπορρήτῳ τοῦ θεοῦ κατασκευαζόμενον τέχνῃ, οὕτως οὐδὲν ἀπεικός, ἀλλὰ καὶ πάνυ ἀκόλουθον, τὴν ἐν τοῖς τάφοις ὕλην τήν ποτε οὖσαν ἐν εἴδει αὖθις εἰς τὴν παλαιὰν ἀνακαινισθῆναι διάπλασιν καὶ πάλιν γενέσθαι τὸν χοῦν ἄνθρωπον, ὥσπερ δὴ καὶ τὸ πρῶτον ἐκεῖθεν ἔσχε τὴν γένεσιν.

Συγχωρήσωμεν τῷ θεῷ δύνασθαι τοσοῦτον ὅσον ὁ κεραμεὺς ἰσχύει. τί γὰρ οὗτος ποιεῖ, λογισώμεθα· πηλὸν λαβὼν ἄμορφον εἰς σκεῦος εἰδοποιεῖ καὶ τοῦτο πρὸς τὴν ἀκτῖνα τὴν ἡλιακὴν προθέμενος ξηραίνει καὶ στερεὸν ἀπεργάζεται, ἔστι δὲ ἀμφορίσκος ἢ πίναξ ἢ πίθος τὸ πλαττόμενον· ἀλλ᾽ ἐμπεσόντος τινὸς ἀτάκτως καὶ ἀνατρέψαντος συντρίβεται καταπεσὼν καὶ γίνεται ἀμόρφωτος γῆ, ὁ δὲ τεχνίτης βουληθεὶς ὀξέως ἐπανορθοῖ τὸ συμβὰν καὶ πάλιν πηλὸν σχηματίσας τῇ τέχνῃ οὐδὲν χεῖρον τοῦ ποτε ὄντος ἀπεργάζεται τὸ σκεῦος. καὶ ὁ μὲν κεραμεὺς οὕτως μικρὸν τῆς τοῦ θεοῦ δυνάμεως κτίσμα, ὁ δὲ θεὸς ἀπιστεῖται ὑπισχνούμενος ἀνακαινίζειν τὸν τεθνηκότα. πολλῆς ταῦτα τῆς ἀνοίας ἐστίν.

Θεωρήσωμεν καὶ τὸ τοῦ σίτου ὑπόδειγμα, ᾧ Παῦλος ὁ πάνσοφος παιδεύει τοὺς ἄφρονας λέγων· Ἄφρων σύ, ὃ σπείρεις, 〈οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις,〉 οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν σπερμάτων, ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. ἀκριβῶς προσέχωμεν τῇ γενέσει τοῦ σίτου, καὶ τάχα τὸν περὶ ἡμῶν λόγον διδαχθησόμεθα. ὁ σῖτος ῥίπτεται εἰς τὴν γῆν, διασαπεὶς δὲ ἐν τῇ νοτίδι καὶ, ὡς ἂν εἴποι τις, τελευτήσας ἀπολήγει εἴς τινα γαλακτώδη οὐσίαν, ἥτις παγεῖσα μικρὸν ὀξὺ καὶ λευκὸν γίνεται κέντρον, αὐξηθεῖσα δὲ ὅσον προκύψαι τῆς γῆς ἐκ τοῦ λευκοῦ πρὸς τὸ ἠρέμα χλοαινόμενον μεταβάλλεται, εἶτα γίνεται πόα καὶ κόμη τῶν βώλων, ἐφαπλωθεῖσα δὲ αὐτοῖς καὶ σκεδασθεῖσα μετρίως πολυσχιδῆ κάτωθεν ὑποτρέφει τὴν ῥίζαν τῷ μέλλοντι βάρει τὴν ὑποβάθραν προευτρεπίζουσα· καὶ ὥσπερ οἱ ἱστοὶ τῶν πλοίων πλείστοις πανταχόθεν διατείνονται κάλοις, ἵνα πάγιοι μένωσιν ἰσορρόποις ταῖς ὁλκαῖς ἀντισπώμενοι, οὕτως αἱ σχοινοειδεῖς ἀποφύσεις τῆς ῥίζης ἀντιλαβαὶ τῶν ἀσταχύων γίνονται καὶ ἐρείσματα. ἐπειδὰν δὲ εἰς κάλαμον ὁ σῖτος διαναστῇ καὶ πρὸς τὸ ὕψος ἐπείγηται, γόνασιν αὐτὸν καὶ κόμβοις ὁ θεὸς ὑπερείδει οἷον οἰκίαν τινὰ συνδέσμοις ἀσφαλιζόμενος διὰ τὴν προσδοκωμένην τῆς κόμης βαρύτητα.

εἶτα τῆς ἰσχύος ἑτοιμασθείσης τὴν κάλυκα σχίσας προάγει τὸν ἄσταχυν. καὶ πάλιν ἐκεῖ θαύματα κρείττονα· στοιχηδὸν γὰρ ὁ σῖτος αὐτῷ περιφύεται καὶ τῶν κόκκων ἕκαστος ἐξαίρετον ἔχει τὴν ἀποθήκην καὶ τελευταῖοι προβέβληνται οἱ ἀνθέρικες ὀξεῖς καὶ λεπτοί, ὅπλα οἶμαι κατὰ τῶν σπερμολόγων ὀρνίθων, ἵνα ταῖς ἐκείνων ἀκμαῖς νυττόμενοι τῷ καρπῷ μὴ λυμαίνωνται. ὁρᾷς, ὅσην εἷς κόκκος διασαπεὶς θαυματουργίαν ἔχει καὶ μόνος πεσὼν μεθ᾽ ὅσων ἐγείρεται· ἄνθρωπος δὲ οὐδὲν προσλαμβάνει πλέον, ὃ δὲ εἶχεν, ἀπολαμβάνει, καὶ διὰ τοῦτο τῆς γεωργίας τοῦ σίτου ὁ ἡμέτερος ἀνακαινισμὸς εὐκολώτερος ἀναφαίνεται.

Ἐντεῦθεν μετάβηθι πρὸς τὴν ἔννοιαν τῶν δένδρων, ὅπως ὁ χειμὼν αὐτοῖς καθ᾽ ἕκαστον ἔτος ἀντὶ θανάτου γίνεται· ἀπορρύεται γὰρ ἡ ὀπώρα καὶ τὸ φύλλον πίπτει καὶ ξηρὰ μένει τὰ ξύλα πάσης χάριτος ἐστερημένα. ἐπειδὰν δὲ τοῦ ἔαρος ὁ καιρὸς ἐπιλάβοι, ἄνθος αὐτοῖς χαριέστατον ὑπερφύεται καὶ μετὰ τὸ ἄνθος ἐπιγίνεται τῶν φύλλων ἡ σκέπη καὶ τότε ὡς εὐειδὲς θέαμα ἀνθρώπων τε τὰς ὄψεις ἐφέλκεται καὶ ὀρνίθων ᾠδικῶν ἐργαστήρια γίνεται τοῖς πετάλοις ἐγκαθημένων καὶ θαυμαστή τις περὶ αὐτὰ χάρις ἐκλάμπει, ὥστε πολλοὶ καὶ οἶκον ἀφῆκαν χρυσῷ κεκοσμημένον καὶ λίθῳ τῷ Θεσσαλῷ καὶ Λάκωνι, τερπνὴν δὲ μᾶλλον ἑαυτοῖς ἔθεντο τὴν ὑπὸ δένδρα διαγωγήν. διὸ καὶ ὁ πατριάρχης Ἀβραὰμ ὑπὸ δρυῒ τὴν σκηνὴν ἐπήξατο οὐκ οἰκίας πάντως ἀπορῶν, ἀλλὰ τῇ σκέπῃ τῶν κλάδων ἐπαγαλλόμενος.

Ὁδηγεῖ με πρὸς συγκατάθεσιν τοῦ προκειμένου λόγου καὶ τῶν ἑρπετῶν ἡ ζωή· νεκροῦται γὰρ ἐκείνων ὥρᾳ χειμῶνος ἡ ζώπυρος δύναμις καὶ τὸν χρόνον τῶν ἓξ μηνῶν ἐν τοῖς φωλεοῖς κατάκειται παντελῶς ἀκίνητα. ἐπειδὰν δὲ ὁ τεταγμένος ἔλθῃ καιρὸς καὶ βροντὴ κατηχήσῃ τοῦ κόσμου, ὥσπερ τι σύνθημα τῆς ζωῆς τὸν κτύπον δεχόμενα ὀξέως ἀναπηδᾷ καὶ διὰ μακροῦ τοῦ χρόνου ἐνεργεῖ τὰ συνήθη. τίς ὁ λόγος οὗτος; λεγέτω μοι ὁ τῶν πράξεων τοῦ θεοῦ βασανιστὴς καὶ ἐπιγνώμων καὶ διδασκέτω με, πῶς βροντῇ μὲν τοὺς ὄφεις διεγείρεσθαι συγχωρεῖ νεκροὺς ὑπάρχοντας, ἀνθρώπους δὲ οὐ δίδωσι ψυχοῦσθαι τῆς τοῦ θεοῦ σάλπιγγος ἐξ οὐρανῶν ἐπηχούσης, καθὼς ὁ θεῖος λόγος φησί· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται· καὶ ἀλλαχοῦ πάλιν σαφέστερον· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ.

Μὴ τοίνυν ταῖς ἀλλοιώσεσι καὶ τοῖς ἀνακαινισμοῖς ἀπιστῶμεν· καὶ γὰρ φυτῶν καὶ ζῴων διαφόρων ὁ βίος καὶ αὐτῶν γε τῶν ἀνθρώπων ἡμᾶς ἐκπαιδεύει, ὡς οὐδὲν ἐν ταυτότητι τῶν ἐν φθορᾷ καὶ γενέσει, ἐν ἀλλοιώσει δὲ καὶ τροπῇ. καὶ πρῶτόν γε εἰ δοκεῖ τὴν ἐν ταῖς ἡλικίαις ἡμῶν μεταβολὴν καταμάθωμεν· τὸ παιδίον τὸ ὑπομάζιον οἷόν ἐστι γνωρίζομεν. ὀλίγου χρόνου παρελθόντος τὴν ἑρπυστικὴν λαμβάνει δύναμιν καὶ οὐδὲν διαφέρει τῶν μικρῶν σκυλάκων τέτρασιν ἐρειδόμενον βάσεσιν· περὶ τὸν τρίτον ἐνιαυτὸν ὄρθιον γίνεται καὶ φωνὴν ὑποτραυλιζομένην καὶ ψελλιζομένην προΐεται· εἶτα διαρθροῖ τὸν λόγον καὶ χαρίεν ἀποτελεῖται μειράκιον· ἀπ᾽ ἐκείνης τῆς ἡλικίας πρὸς τὸν ἔφηβον καὶ νεανίσκον ἐκβαίνει· ἰούλου δὲ τὴν παρειὰν καλύψαντος γενειὰς λάσιος μετ᾽ ὀλίγον καὶ ἄλλος ἐξ ἄλλου· εἶτα ἀνὴρ ἀκμάζων τραχὺς τληπαθής. ἐπειδὰν δὲ παρέλθωσι τέσσαρες δεκάδες ἐνιαυτῶν, ἀρχὴ τῆς ὑποστροφῆς καὶ πολιὰ ἠρέμα ὑπολευκαίνει τὴν κεφαλὴν καὶ ἡ ῥώμη πρὸς ἀσθένειαν ἀποκλίνει καὶ παραγίνεται τελευταῖον τὸ γῆρας τέλειος ἀφανισμὸς τῆς ἰσχύος, κλίνεται δὲ τὸ σῶμα καὶ κυρτοῦται πρὸς γῆν ὡς οἱ ὑπερξηρανθέντες τῶν ἀσταχύων καὶ τὸ λεῖον ἀποτελεῖται ῥυσὸν καὶ πάλιν βρέφος ὅ ποτε νεανίσκος καὶ ἀριστεὺς ψελλιζόμενος, ἀνοηταίνων, ἐπὶ χειρῶν καὶ ποδῶν ὁμοίως ἕρπων ὡς πάλαι. ταῦτα πάντα τί σοι δοκεῖ; οὐκ ἀλλοιώσεις; οὐ μεταβολαὶ πολύτροποι;

οὐ διάφοροι καινότητες τὸ θνητὸν ζῷον μεταμορφοῦσαι καὶ πρὸ θανάτου; ὁ δὲ ὕπνος ἡμῶν καὶ ἡ ἐγρήγορσις πῶς οὐκ ἂν τῷ σοφῷ γένοιτο διδασκάλιον τοῦ ζητουμένου; ὁ μὲν γὰρ εἰκών ἐστι τοῦ θανάτου, ἡ δὲ τῆς ἀναστάσεως μίμημα. διὸ καί τινες τῶν ἔξωθεν σοφῶν ἀδελφὸν προσεῖπον τοῦ θανάτου τὸν ὕπνον διὰ τὴν ὁμοιότητα τῶν ἀφ᾽ ἑκατέρου συμβαινόντων παθῶν· λήθη γὰρ ὁμοίως ἐπ᾽ ἀμφοτέρων καὶ ἄγνοια τῶν παρελθόντων καὶ τῶν μελλόντων καὶ τὸ σῶμα κεῖται ἀναίσθητον φίλον οὐκ εἰδός, ἐχθρὸν οὐ γινῶσκον, τοὺς περιεστῶτας καὶ θεωροῦντας μὴ βλέπον, παρειμένον νεκρόν, πάσης ἀμοιροῦν ἐνεργείας, οὐδὲν διαφέρον τῶν ἀποκειμένων ἐν τάφοις καὶ θήκαις. οὕτω τοι συλᾷς ὡς νεκρὸν εἰ θέλοις τὸν καθεύδοντα, κενοῖς τὴν οἰκίαν, δεσμὰ προσάγεις καὶ οὐδεμία τῶν πραττομένων αἴσθησις ἐπιγίνεται· ὀλίγον δὲ ὕστερον, ὅταν ἀνοχή τις καὶ λώφησις γένηται τοῦ πάθους, ὥσπερ ἄρτι ζωοποιηθεὶς ὁ ἄνθρωπος διανίσταται κατὰ μικρὸν εἰς συναίσθησιν ἑαυτοῦ καὶ τῶν πραγμάτων ἐρχόμενος καὶ σχολῇ τὰς ἐνεργείας ἀναλαμβάνων καὶ οἷον ψυχούμενος τῇ ζωπυρήσει τῆς ἐγρηγόρσεως. εἰ δὲ ὑφεστῶτος ἔτι τοῦ ζῴου καὶ περιόντος τοσαῦται νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἐκστάσεις ἀλλοιώσεις μεταβολαὶ λῆθαι καὶ μνῆμαι τῷ βίῳ παραπεπήγασι, λίαν ἀνόητον καὶ φιλόνεικον θεῷ μὴ πιστεύειν τὸν ἔσχατον ἀνακαινισμὸν ἐπαγγελλομένῳ τῷ καὶ τὴν πρώτην πλάσιν δημιουργήσαντι.