Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Νύσσης

Εσχατολογική ανταπόδοση και βιβλικές μαρτυρίες

Η διάλυση και αναδημιουργία του ανθρώπου, η κοινή ευθύνη ψυχής και σώματος ενώπιον της τελικής κρίσης, τα ηθικά αίτια της απιστίας και οι προφητικές αποδείξεις που καταλήγουν σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ὃ δὲ μάλιστα φράττει τοὺς ἀντιλέγοντας καὶ ἀπιστεῖν παρασκευάζει, τοῦτο πρὸ πάντων ὡς οἶμαι τὸ νομίζειν ἀφανισμὸν παντελῆ γίνεσθαι τῶν σωμάτων. ἔχει δὲ οὐχ οὕτως· οὐ γὰρ τέλεον ἀφανίζεται, ἀλλὰ διαλύεται εἰς τὰ ἐξ ὧν συνετέθη καὶ ἔστιν ἐν ὕδατι καὶ ἀέρι καὶ γῇ καὶ πυρί. τῶν δὲ πρωτοτύπων στοιχείων μενόντων καὶ τῶν ἀπ᾽ ἐκείνων μετὰ τὴν διάλυσιν ἐκείνοις προσχωρησάντων ἐν τοῖς καθόλου σῴζεται καὶ τὰ μέρη. θεῷ δὲ μάλιστα μὲν εὔπορον ἐξ οὐκ ὄντων δημιουργεῖν (καὶ γὰρ οὕτως ἐν ἀρχαῖς ἔλαβε τὰ πάντα τὴν γένεσιν), τὸ δὲ ἐξ ἀρχῶν τῶν οὐσῶν γενεσιουργεῖν πολλῷ δήπου ῥᾷστον καὶ εὐκολώτατον. μὴ τοίνυν τὴν καλὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνέλωμεν τὴν ἐπανόρθωσιν τῆς ἀσθενείας ἡμῶν καὶ τὴν δευτέραν ὡς ἂν εἴποι τις γένεσιν τὴν ἐλευθέραν θανάτου μηδὲ φιληδονίας ὑπερβολῇ τὴν ἀγαθὴν καὶ φιλάνθρωπον τοῦ θεοῦ ὑπόσχεσιν καθυβρίσωμεν· ἐμοὶ γὰρ δοκοῦσιν οἱ τῆς προκειμένης ὑποθέσεως ἐναντίοι ἄνδρες εἶναι κακίας ἑταῖροι καὶ ἀρετῆς ἐχθροί, λάγνοι καὶ πλεονέκται καὶ ἀκρατεῖς ὀφθαλμοῖς καὶ ἀκοῇ καὶ ὀσφρήσει καὶ πάσαις ταῖς αἰσθήσεσι ῥέουσαν ἐπ᾽ αὐτοῖς τὴν ἡδονὴν εἰσδεχόμενοι.

ἐπειδὴ δὲ ὁ τῆς ἀναστάσεως λόγος προκειμένην ἔχει τὴν κρίσιν καὶ τῶν ἱερῶν βίβλων ἀκούουσι λεγουσῶν διαρρήδην, ὡς οὐκ ἀνεύθυνος ἡμῶν ὁ βίος (ἀλλ᾽ ὅταν πρὸς τὴν δευτέραν ἀνακαινισθῶμεν ζωήν, πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὡς ὑπ᾽ ἐκείνῳ κριτῇ τὰς πρὸς ἀξίαν ἀμοιβὰς τῶν βεβιωμένων κομίσασθαι), συνειδότες ἑαυτοῖς πράξεις αἰσχίστας πολλῶν ἀξίας τιμωριῶν μίσει τῆς κρίσεως ἀναιροῦσι καὶ τὴν ἀνάστασιν, ὥσπερ οἱ πονηροὶ τῶν δούλων οἱ τὴν οὐσίαν τοῦ κυρίου δαπανήσαντες, θανάτους δὲ τοῦ δεσπότου καὶ ἀπωλείας ἑαυτοῖς ὑπογράφοντες καὶ πρὸς τὴν ἰδίαν ἐπιθυμίαν διακένους λογισμοὺς ἀναπλάσσοντες. ἀλλ᾽ οὐδὲ εἷς οὕτω φρονήσει τῶν σωφρονούντων· τί γὰρ ὄφελος δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος καὶ παντὸς τοῦ καλοῦ, ὑπὲρ τίνος δὲ μοχθοῦσι καὶ φιλοσοφοῦσιν ἄνθρωποι γαστρὸς ἡδονὴν δουλαγωγοῦντες καὶ ἀγαπῶντες ἐγκράτειαν καὶ ὕπνου πρὸς ὀλίγον μεταλαγχάνοντες καὶ παραταττόμενοι πρὸς χειμῶνα καὶ πνῖγος, εἰ ἀνάστασις οὔκ ἐστιν; εἴπωμεν πρὸς ταῦτα τὰ ῥήματα Παύλου· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.

εἰ ἀνάστασις οὔκ ἐστιν, ἀλλὰ πέρας τοῦ βίου θάνατος, ἄνελέ μοι κατηγορίας καὶ ψόγους, δὸς ἀκώλυτον τῷ ἀνδροφόνῳ τὴν ἐξουσίαν, ἄφες τὸν μοιχὸν μετὰ παρρησίας ἐπιβουλεύειν τοῖς γάμοις, τρυφάτω κατὰ τῶν ἀλλοτρίων ὁ πλεονέκτης, μηδεὶς ἐπικοπτέτω τὸν λοίδορον, ὀμνύτω συνεχῶς ὁ ἐπίορκος, μένει γὰρ θάνατος καὶ τὸν εὔορκον, ψευδέσθω ἄλλος ὅσα βούλεται, οὐδεὶς γὰρ τῆς ἀληθείας καρπός, μηδεὶς ἐλεείτω τὸν πέντητα, ἄμισθος γάρ ἐστιν ὁ ἔλεος. ταῦτα τὰ φρονήματα χείρονα ποιεῖ τοῦ κατακλυσμοῦ σύγχυσιν καὶ πάντα μὲν ἐκβάλλει σώφρονα λόγον, πᾶν δὲ νόημα μανικὸν καὶ λῃστρικὸν ἐπιθήγει· εἰ γὰρ ἀνάστασις οὔκ ἐστιν, οὐδὲ κρίσις, εἰ δὲ κρίσις ἀνῄρηται, καὶ φόβος θεοῦ συνεκβάλλεται· ὅπου δὲ φόβος οὐ σωφρονίζει, ἐκεῖ χορεύει μετὰ τῆς ἁμαρτίας ὁ διάβολος. καὶ λίαν ἁρμοδίως πρὸς τοὺς τοιούτους ὁ Δαβὶδ ἐκεῖνον ἀνέγραψε τὸν ψαλμόν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. εἰ ἀνάστασις οὐκ ἔστι, μῦθος ὁ Λάζαρος καὶ ὁ πλούσιος καὶ τὸ φρικῶδες χάσμα καὶ ἡ τοῦ πυρὸς ἄσχετος φλόγωσις καὶ ἡ διακαὴς γλῶσσα καὶ ἡ ποθουμένη σταγὼν τοῦ ὕδατος καὶ ὁ δάκτυλος τοῦ πτωχοῦ. πρόδηλον γάρ, ὅτι ταῦτα πάντα τὸ μέλλον ἐξεικονίζει τῆς ἀναστάσεως· γλῶσσα γὰρ καὶ δάκτυλος οὐ τῆς ἀσωμάτου ψυχῆς μέλη νοεῖται, ἀλλὰ μέρη τοῦ σώματος.

καὶ μηδεὶς οἰέσθω ταῦτα ἤδη πεπρᾶχθαι, ἀλλὰ προαναφώνησιν εἶναι τοῦ μέλλοντος· ἔσται δὲ τότε, ὅταν ἡ μετακόσμησις ψυχώσασα τοὺς νεκροὺς πρὸς τὰς εὐθύνας ἕκαστον τῶν βεβιωμένων ἀναγάγῃ σύνθετον ὄντα καθὼς πρότερον καὶ διὰ ψυχῆς καὶ σώματος συνεστῶτα. ὁ δὲ θεοφορούμενος Ἰεζεκιὴλ καὶ τῶν μεγάλων ὀπτασιῶν θεωρὸς πρὸς ποίαν ἄρα διάνοιαν ὁδηγούμενος ἔβλεπε τὸ μέγα καὶ ἀνηπλωμένον ἐκεῖνο πεδίον τὸ γέμον τῶν ἀνθρωπίνων ὀστέων, καθ᾽ ὧν ἐκελεύετο προφητεύειν; καὶ σάρκες μὲν εὐθὺς ἐκείνοις περιεφύοντο, τὰ δὲ λελυμένα καὶ ἀτάκτως διερριμμένα εἰς τάξιν καὶ ἁρμονίαν ἀλλήλοις συνεκολλᾶτο. ἢ πρόδηλον, ὡς διὰ τῶν τοιούτων λόγων τὴν τῆς σαρκὸς ταύτης ἀναβίωσιν ἡμῖν ἱκανῶς ὑποδείκνυσιν; ἐμοὶ δὲ δοκοῦσιν οἱ πρὸς τοῦτον τὸν λόγον ἐριστικῶς ἔχοντες οὐ δυσσεβεῖς μόνον ἀλλὰ καὶ παραπαίοντες εἶναι· ἀνάστασις γὰρ καὶ ἀναβίωσις καὶ μετακόσμησις καὶ πάντα τὰ τοιαῦτα ὀνόματα πρὸς τὸ σῶμα τὸ τῇ φθορᾷ ὑποκείμενον τοῦ ἀκροωμένου φέρει τὴν ἔννοιαν. ὡς ἥ γε ψυχὴ αὐτὴ καθ᾽ ἑαυτὴν ἐξεταζομένη οὔποτε ἀναστήσεται, ἐπειδὴ μήτε τελευτᾷ, ἀλλ᾽ ἄφθαρτός ἐστι καὶ ἀνώλεθρος, ἀθάνατος δὲ ὑπάρχουσα θνητὸν ἔχει τὸ κοινωνὸν τῶν πραγμάτων καὶ διὰ τοῦτο παρὰ τῷ δικαίῳ κριτῇ ἐν τῷ καιρῷ τῶν εὐθυνῶν ἐνοικήσει πάλιν τῷ συνεργῷ, ἵνα μετ᾽ ἐκείνου κοινὰς δέξηται τὰς κολάσεις ἢ τὰς τιμάς.

μᾶλλον δὲ ἵνα καὶ πλέον ἡμῖν ὁ λόγος ἀκολουθότερος γένηται, οὕτω σκοπήσωμεν· τὸν ἄνθρωπον τί φαμεν; τὸ συναμφότερον ἢ τὸ ἕτερον; ἀλλὰ πρόδηλον, ὡς ἡ συζυγία τῶν δύο χαρακτηρίζει τὸ ζῷον· οὐ γὰρ προσῆκεν ἐν τοῖς ἀναμφισβητήτοις καὶ γνωρίμοις παρέλκειν. τούτου δὲ οὕτως ἔχοντος κἀκεῖνο προσλογισώμεθα, πότερον, ἃ πράττουσιν ἄνθρωποι οἷον μοιχείαν φόνον κλοπὴν καὶ πᾶν εἴ τι τούτοις ἐχόμενον ἢ τοὐναντίον σωφροσύνην ἐγκράτειαν καὶ πᾶσαν τὴν ἀντίθετον τῆς κακίας ἐνέργειαν, τῶν δύο φαμὲν ὑπάρχειν ἀποτελέσματα, ἢ τῇ ψυχῇ μόνῃ τὰς πράξεις περιορίζομεν; ἀλλὰ κἀν τούτῳ πρόδηλος ἡ ἀλήθεια· οὐδαμοῦ γὰρ ἀποσχίζουσα τοῦ σώματος ἡ ψυχὴ ἢ τὴν κλοπὴν ἐπιτηδεύει ἢ τὴν τοιχωρυχίαν ἐργάζεται οὐδ᾽ αὖ μόνη τῷ πεινῶντι ἄρτον δίδωσιν ἢ ποτίζει τὸν διψῶντα ἢ πρὸς τὸ δεσμωτήριον ἀόκνως ἐπείγεται, ἵνα θεραπεύσῃ τὸν δεσμωτηρίῳ κεκαωμένον, ἀλλ᾽ ἐπὶ πάσης πράξεως ἀλλήλοις ἀμφότερα συνεφάπτεται καὶ συναποτελεῖ τὰ γινόμενα. πῶς τοίνυν τούτων οὕτως ἐχόντων καὶ κρίσιν τῶν βεβιωμένων ἔσεσθαι συγχωρῶν ἀποσπᾷς τοῦ ἑτέρου τὸ ἕτερον καὶ κοινῶν ὄν〈των〉 τῶν εἰργασμένων τῇ ψυχῇ μόνῃ περιορίζεις τὸ δικαστήριον; εἰ δέ τις ἀκριβὴς γένοιτο δικαστὴς τῶν ἀνθρωπίνων πλημμελημάτων καὶ σκοπήσειεν ἐπιμελῶς, πόθεν φύονται αἱ πρῶται τῆς ἁμαρτίας αἰτίαι, τάχα πρῶτον ἀτακτοῦν ἐν τοῖς ἐγκλήμασιν εὑρήσει τὸ σῶμα.

ἠρεμούσης γὰρ πολλάκις τῆς ψυχῆς καὶ γαλήνην ἐχούσης ἀτάραχον εἶδεν ὁ ὀφθαλμὸς ἐμπαθῶς, ἃ μὴ θεάσασθαι βέλτιον ἦν, καὶ τῇ ψυχῇ παραπέμψας τὴν νόσον εἰς χειμῶνα καὶ κλύδωνα τὴν ἡσυχίαν μετέβαλεν. ὁμοίως αἱ ἀκοαὶ ἀσχημόνων τινῶν ἢ παροξυντικῶν ἐπακούσασαι λόγων οἷον διά τινων σωλήνων ἑαυτῶν τὸν τῆς ταραχῆς ἢ τὸν τῆς ἀκοσμίας βόρβορον τοῖς λογισμοῖς ἐπεισφέρουσιν. ἔστι δὲ ὅτε καὶ ἡ ῥὶς διὰ τῆς ὀσφρήσεως καὶ τῶν ἀτμῶν μεγάλα τε καὶ ἀνήκεστα κακὰ † διατίθησι τὸν ἔσωθεν ἄνθρωπον. οἴδασι δὲ καὶ αἱ χεῖρες διὰ τῆς ἐπαφῆς καρτερᾶς ψυχῆς ἐκθηλύνειν στερρότητα. καί μοι κατὰ μικρὸν οὕτως ἐπιόντι καὶ σκοπουμένῳ ὑπαίτιον εὑρίσκεται τῶν πολλῶν ἁμαρτιῶν τὸ σωμάτιον.

Φέρει δὲ καὶ τοὺς ὑπὲρ ἀρετῆς πόνους καὶ τοῖς ἀγῶσιν ἐμμοχθεῖ τῶν καλῶν τεμνόμενον σιδήρῳ καὶ πυρὶ φλεγόμενον καὶ ξαινόμενον μάστιξι καὶ βαρυνόμενον ἀργαλέοις δεσμοῖς καὶ πᾶσαν ὑπομένον λώβην, ἵνα μὴ προδῷ τὴν ἱερὰν φιλοσοφίαν ὥσπερ τινὰ πόλιν καλλίπυργον κεκυκλωμένην τῷ τῆς κακίας πολέμῳ. εἰ τοίνυν ἐν κατορθώμασι συμμοχθεῖ τῇ ψυχῇ καὶ ἐν ἁμαρτήμασιν οὐκ ἀπολιμπάνεται, πόθεν ὁρμώμενος μόνην τὴν ἀσώματον ἐπὶ τὸ δικαστήριον ἄγεις; ἀλλ᾽ οὐκ ἔστιν οὔτε δίκαιος οὔτε σωφρονούντων ὁ λόγος. εἰ μόνη καὶ γυμνὴ διήμαρτε, μόνην καὶ κόλασον, εἰ δὲ φανερὸν ἔχει τὸν συνεργόν, οὐκ ἀφήσει τοῦτον ὁ κριτὴς δίκαιος ὤν. ἐγὼ δὲ καὶ τοῦτο τῆς γραφῆς ἀκούω λεγούσης, ὅτι τοῖς κατεγνωσμένοις ἐπιτεθήσονται δίκαιαι τιμωρίαι πῦρ καὶ σκότος καὶ σκώληξ· ἃ πάντα τῶν συνθέτων καὶ ὑλικῶν σωμάτων κολάσεις εἰσίν, ψυχῆς δὲ καθ᾽ ἑαυτὴν οὔποτ᾽ ἂν ἅψαιτο πῦρ οὐδ᾽ ἂν σκότος αὐτὴν λυπήσειεν ἀμοιροῦσαν ὀφθαλμῶν καὶ τῶν βλεπτικῶν ὀργάνων. τί δ᾽ ἂν καὶ ὁ σκώληξ πράξειε σωμάτων ὑπάρχων φθαρτικός, οὐ πνευμάτων; καὶ διὰ τοῦτο τοῖς ἀκολούθοις τούτοις λογισμοῖς πανταχόθεν συνελαυνόμεθα πρὸς συγκατάθεσιν τῆς ἐγέρσεως τῶν νεκρῶν, ἣν τοῖς καθήκουσι χρόνοις ἐκτελέσει ὁ θεὸς ἔργοις βεβαιῶν τὰς ἰδίας ἐπαγγελίας.

Πιστεύσωμεν τοίνυν τῷ λέγοντι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται, καὶ πάλιν· Ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. οὐ γὰρ ὑπισχνεῖται μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις, οἷς ἐκτελεῖ καθ᾽ ἡμέραν, διδάσκει σαφῶς, ὥς ἐστι παντοδύναμος· οὔτε γὰρ ἐν ἀρχῇ δημιουργῶν ἔκαμεν οὔτε μεταμορφῶν ἀπορήσει σοφίας. τὰ παρόντα θεωρήσωμεν, καὶ τῷ μέλλοντι οὐκ ἀπιστήσομεν· πάσης γὰρ ἐνεργείας τοῦ θεοῦ ἀκόλουθον ἐχούσης τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα καὶ ἄφραστον ὅταν τὰς τῶν πατέρων καὶ προπάππων ὁμοιότητας κατίδωμεν μεταβαινούσας ἀκριβῶς εἰς τὰς τῶν ἀπογόνων μορφὰς καὶ ἐκμαγεῖα γινομένους τοὺς παῖδας ἀπὸ τῶν προπατόρων, τότε δὴ τὴν πάνσοφον τέχνην τοῦ ἀριστοτέχνου θεοῦ καὶ σωτῆρος ὑπερεκπλήττομαι, πῶς τῶν μήτε ὄντων μήτε φαινομένων ἀρχετύπων αἱ μιμήσεις ἐν ἀπορρήτῳ μυστηρίῳ δημιουργοῦνται καὶ ἀναπλάσσονται ἄλλους τινὰς τοὺς τεθνεῶτας διὰ τῆς ἐνεργείας τῶν τύπων ἐγείρουσαι. πολλάκις δὲ καὶ πολλῶν ὁμοῦ προσώπων τὰ ἰδιώματα ἐν ἑνὶ ἐξεικονίζεται σώματι· τοῦ πατρὸς ἡ ῥίς, τοῦ πάππου ὁ ὀφθαλμός, τοῦ θείου τὸ βάδισμα, τῆς μητρὸς τὸ φθέγμα, καὶ εἷς ἄνθρωπος θεωρεῖται καθάπερ τι φυτὸν πολλῶν δένδρων τὰς ἐπιβολὰς δεξάμενον καὶ μυρία καρποφοροῦν γένη τοῖς ὀπωρίζουσιν.

Ταῦτα πάντα θαυμαστὰ μὲν καὶ ὅπως γίνεται ἡμῖν ἀγνοούμενα, πρόχειρα δὲ τῷ δημιουργῷ καὶ μετὰ πολλῆς ὡς ἴσμεν τῆς ῥᾳστώνης ἐπιτελούμενα. ἄτοπον δὲ λίαν καὶ ἀμαθές, τὰ μὲν τῶν σαπέντων καὶ φθαρέντων ἤδη σωμάτων γνωρίσματα ἐν τοῖς νῦν καθ᾽ ἡμέραν φυομένοις ἐγείρεσθαι καὶ τὰ ἀλλότρια μεταβαίνειν εἰς ἄλλους, τὰ δὲ ἴδια καὶ ἐξαίρετα περὶ αὐτῶν τῶν ποτε κεκτημένων ἀνανεοῦσθαι καὶ ἀναβιώσκεσθαι μὴ συνομολογεῖν, ἀλλὰ τοὐναντίον ἀκυροῦν καὶ διαμάχεσθαι καὶ μῦθον οὐ λόγον τὴν ἐπαγγελίαν νομίζειν τοῦ πᾶν τόδε τὸ ὁρώμενον συστησαμένου καὶ κοσμήσαντος, ὡς ἠθέλησεν. ἀλλ᾽ ἡμεῖς γε πεπιστεύκαμεν τῇ ἀναστάσει δόξαν ἀναπέμποντες τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.