Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε»

Γρηγόριος ὁ Νύσσης

Η κατάσταση των πασχόντων και η αναγκαιότητα της συμπόνιας

Περιγραφή της σωματικής παραμόρφωσης, της κοινωνικής περιθωριοποίησης και της δραματικής διαβίωσης των ασθενών, με έμφαση στο χρέος της έμπρακτης αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Τίς δὲ ἡ ἀπαλλαγὴ τῶν φοβερῶν; τὸ ταύτην τοῦ βίου τὴν ὁδὸν ἑλέσθαι, ἣν νῦν ὑπέδειξεν ἡμῖν ὁ λόγος, τὴν πρόσφατον ὄντως καὶ ζῶσαν. τίς δὲ ἡ ὁδός; Ἐπείνων, ἐδίψων, ξένος ἤμην καὶ γυμνὸς καὶ ἀσθενὴς καὶ ἐν φυλακῇ· ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε. καὶ διὰ τοῦτο φησὶ Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου. τί διὰ τούτων μανθάνομεν; ὅτι εὐλογία μέν ἐστιν ἡ τῶν ἐντολῶν ἐπιμέλεια, κατάρα δὲ ἡ πρὸς τὰς ἐντολὰς ῥᾳθυμία. ἀγαπήσωμεν τὴν εὐλογίαν καὶ φύγωμεν τὴν κατάραν. ἐφ᾽ ἡμῖν γάρ ἐστιν ἑλέσθαι ἢ μὴ ἑλέσθαι κατ᾽ ἐξουσίαν ἑκάτερον· πρὸς ὅτι γὰρ ἂν τῇ προθυμίᾳ ῥέψωμεν, ἐν ἐκείνῳ ἐσόμεθα. οὐκοῦν οἰκειωσώμεθα τὸν τῆς εὐλογίας κύριον τὸν ἑαυτῷ τὴν περὶ τοὺς δεομένους σπουδὴν λογιζόμενον· καὶ μάλιστα νῦν, ὅτε πολλὴν ἔχει κατὰ τὸν παρόντα βίον ὕλην ἡ ἐντολὴ καὶ πολλοὶ μὲν οἱ τῶν ἀναγκαίων ἐνδεεῖς, πολλοὶ δὲ καὶ αὐτοῦ τοῦ σώματος ἔχουσιν ἐνδεῶς ἐκ τῆς πονηρᾶς ἀρρωστίας δαπανηθέντες. οὐκοῦν ἐν τῇ περὶ τούτους σπουδῇ τὴν ἀγαθὴν ἐπαγγελίαν ἑαυτοῖς κατορθώσωμεν· λέγω δὲ σαφῶς οὑτωσὶ περὶ τῶν ἐκ τῆς χαλεπῆς νόσου διαλωβηθέντων· ὅσῳ γὰρ μείζων ἐπὶ τούτων ἡ ἀρρωστία, τοσούτῳ δῆλον ὅτι πλείων ἡ εὐλογία τοῖς τὸ ἐπίπονον τῆς ἐντολῆς κατορθώσασιν.

Τί οὖν χρὴ πράττειν; μὴ ἀντιβαίνειν τῇ διατάξει τοῦ πνεύματος· αὕτη δέ ἐστι τὸ μὴ ἀλλοτριοῦσθαι τῶν κοινωνούντων τῆς φύσεως μηδὲ μιμεῖσθαι τοὺς ἐν τῷ εὐαγγελίῳ κατηγορηθέντας ἐκείνους, τὸν ἱερέα λέγω καὶ τὸν λευΐτην, ἀσυμπαθῶς παραδραμόντας τὸν ἐλέους δεόμενον ἐκεῖνον, ὅν φησι τὸ διήγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. εἰ γὰρ ἐκεῖνοι ὑπαίτιοι μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς ἐν γυμνῷ τῷ σώματι διοιδούσας, πῶς ἡμεῖς ἀνεύθυνοι τοὺς ὑπαιτίους μιμούμενοι; καίτοι τί τοσοῦτον ἦν ἐπὶ τοῦ τοῖς λῃσταῖς παραπεπτωκότος θεάσασθαι, οἷόν ἐστιν ἐπὶ τῶν ἑαλωκότων τῷ πάθει τὸ θέαμα; ὁρᾷς ἄνθρωπον διὰ τῆς πονηρᾶς ἀρρωστίας εἰς τετραπόδου σχῆμα μεταπλασσόμενον, ἀντὶ ὁπλῆς καὶ ὀνύχων ξύλα ταῖς παλάμαις ὑπολαμβανόμενον, καινὸν ἴχνος ταῖς ἀνθρωπίναις ὁδοῖς ἐπιβάλλοντα· τίς ἂν ἐκ τοῦ ἴχνους ἐπιγνοίη, ὅτι ἄνθρωπος τοὺς τοιούτους τύπους ἐνεσημήνατο τῇ πορείᾳ;

ἄνθρωπος, ὁ τῷ σχήματι ὄρθιος, ὁ εἰς οὐρανὸν βλέπων, ὁ τὰς χεῖρας πρὸς τὴν τῶν ἔργων ὑπηρεσίαν παρὰ τῆς φύσεως ἔχων, οὗτος εἰς τὴν γῆν κλίνεται καὶ τετράποδον γίνεται καὶ μικρὸν ἀποδεῖ τοῦ ἄλογος εἶναι· ἐν δασεῖ καὶ βραγχῶντι τῷ ἄσθματι βιαίως ἔνδοθεν ἀπὸ τῶν σπλάγχνων ὑποβρυχόμενος, μᾶλλον δέ, εἰ χρὴ τολμήσαντα εἰπεῖν, καὶ τῶν ἀλόγων γινόμενος ἀθλιώτερος· τὰ μὲν γὰρ τὸν ἀπὸ γενέσεως χαρακτῆρα μέχρι παντὸς ὡς τὰ πολλὰ διεσώσατο, καὶ οὐδὲν τούτων ἔκ τινος συμφορᾶς τοιαύτης εἰς ἕτερόν τινα χαρακτῆρα μετεκινήθη. οὑτοσὶ δὲ ὥσπερ ἀλλαχθείσης τῆς φύσεως ἄλλο τι φαίνεται καὶ οὐ τὸ σύνηθες ζῷον· αἱ χεῖρες αὐτῷ τὴν τῶν ποδῶν χρῆσιν καταλαμβάνουσι, τὰ γόνατα βάσεις γίνονται, αἱ δὲ κατὰ φύσιν βάσεις καὶ τὰ σφυρὰ ἢ παντελῶς ἀπορρέουσιν ἢ ὥς τι τῶν ἔξωθεν ἐφολκίων εἰκῆ παρηρτημένα κατὰ τὸ συμβὰν ἐπισύρεται. ἐν τοιούτοις τοίνυν βλέπων τὸν ἄνθρωπον οὐκ αἰδῇ τὴν συγγένειαν; οὐκ ἐλεεῖς τὸν ὁμόφυλον, ἀλλὰ βδελύσσῃ τὴν συμφορὰν καὶ μισεῖς τὸν ἱκέτην, ὥσπερ θηρίου τινὸς προσβολὴν τὸν προσεγγισμὸν ἀποφεύγων; καίτοι ἔδει εὐγνωμόνως ἀναλογίζεσθαι, ὅτι σοῦ τοῦ ἀνθρώπου ἄγγελος ἅπτεται, καὶ ἀσώματός τε καὶ ἄϋλος ὢν τὸν σαρκὶ καὶ αἵματι ἐγκεκραμένον οὐκ ἐβδελύξατο. τί δὲ ἀγγέλους λέγω;

αὐτὸς ὁ τῶν ἀγγέλων κύριος, ὁ τῆς οὐρανίας μακαριότητος βασιλεύς, διὰ σὲ ἄνθρωπος γέγονε καὶ τὸ δυσῶδες τοῦτο καὶ ῥυπαρὸν σαρκίον μετὰ τῆς ἐνδεδεμένης ἐν αὐτῷ ψυχῆς ἑαυτῷ περιέθηκεν, ἵνα τὰ σὰ πάθη διὰ τῆς ἰδίας ἐπαφῆς ἐξιάσηται. σὺ δὲ ὁ αὐτὸς ὢν κατὰ τὴν φύσιν τῷ ἀρρωστήσαντι φεύγεις τὸν ὁμογενῆ. μή, ἀδελφέ, μὴ ἀρεσάτω σοι ἡ βουλὴ ἡ κακή. γνῶθι τίς ὢν περὶ τίνων βουλεύῃ· ὅτι περὶ ἀνθρώπων ἄνθρωπος, οὐδὲν ἰδιάζον ἐν σεαυτῷ παρὰ τὴν κοινὴν κεκτημένος φύσιν. μὴ προαποφαίνου τοῦ μέλλοντος· ἐν ᾧ γὰρ καταψηφίζῃ τοῦ πάθους τέως ἐν ἀλλοτρίῳ σώματι φαινομένου, ἀόριστον κατὰ πάσης τῆς φύσεως ἐκφέρεις ἀπόφασιν· μετέχεις δὲ καὶ σὺ τῆς φύσεως παραπλησίως τοῖς πᾶσιν. οὐκοῦν ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὁ λόγος ἔστω.

Διὰ τί τοίνυν οὐδείς σε τῶν φαινομένων οἶκτος εἰσέρχεται; ὁρᾷς ἀνθρώπους νομάδας ὡσπερεὶ τὰ βοσκήματα πρὸς τὴν τῆς τροφῆς χρείαν ἐσκεδασμένους· ῥάκια περικεκεντημένα, τοῦτο ἡ ἐσθής· βακτηρία ἐν ταῖς χερσί, τοῦτο τὸ ὅπλον, τοῦτο τὸ ὄχημα· οὐδὲ αὐτὴ δακτύλοις κατεχομένη, ἀλλά τισιν ὀχάνοις πρὸς τὰς παλάμας συνδεδεμένη· πήρα ῥωγαλέα, καὶ ἄρτου τρύφος, εὐρῶτι καὶ σηπεδόνι διεφθαρμένον· ἡ ἑστία, ὁ οἶκος, ἡ στιβάς, ἡ κλίνη, τὸ ταμιεῖον, ἡ τράπεζα, πᾶσα ἡ τοῦ βίου παρασκευὴ ἡ πήρα ἐστίν. εἶτα οὐ λογίζῃ τίς ὁ ἐν τούτοις ὤν; ὅτι ἄνθρωπος, ὁ κατ᾽ εἰκόνα θεοῦ γεγονώς, ὁ κυριεύειν τῆς γῆς τεταγμένος, ὁ ὑποχείριον τὴν τῶν ἀλόγων ὑπηρεσίαν ἔχων. οὗτος εἰς τοῦτο συμφορᾶς καὶ μεταβολῆς προῆλθεν, ὥστε ἀμφίβολον τὸ φαινόμενον εἶναι, οὔτε ἀνθρώπου καθαρῶς οὔτε τινὸς ἄλλου τῶν ζῴων ἐναργῆ φέρων ἐφ᾽ ἑαυτοῦ τὰ γνωρίσματα· ἐὰν πρὸς ἄνθρωπον εἰκάσῃς, ἀρνεῖται τὴν ἀμορφίαν ὁ χαρακτὴρ ὁ ἀνθρώπινος· ἐὰν πρὸς τὰ ἄλογα τρέψῃς τὴν εἰκασίαν, οὐδὲ ἐκεῖνα τὴν ὁμοιότητα τοῦ φαινομένου προσίεται. μόνοι τοιοῦτοι πρὸς μόνους ἑαυτοὺς βλέποντες καὶ μετ᾽ ἀλλήλων ἀγελαζόμενοι διὰ τὴν ὁμοιοτροπίαν τοῦ πάθους· οἱ τοῖς μὲν ἄλλοις πᾶσι βδελυκτοὶ γινόμενοι, ἀλλήλους δὲ ὑπ᾽ ἀνάγκης οὐ βδελυσσόμενοι· πανταχόθεν γὰρ ἐξειργόμενοι ἴδιος γίνονται δῆμος, πρὸς ἀλλήλους συρρέοντες.

ὁρᾷς τοὺς ἀτερπεῖς χορευτάς, τὸν γοερὸν καὶ κατεστυγνασμένον τοῦτον χορόν; πῶς ἐμπομπεύουσι τοῖς ἑαυτῶν δυστυχήμασιν; πῶς θεατρίζουσιν ἐν ἑαυτοῖς ἀσχημονοῦσαν τὴν φύσιν, ὥσπερ τινὲς θαυματοποιοὶ τὰς πολυτρόπους ἀρρωστίας τοῖς συνιοῦσιν ἐπιδεικνύμενοι; ποιηταὶ γοερῶν μελῳδημάτων, ἐφευρεταὶ σκυθρωπῶν διηγημάτων, μελοποιοὶ τῶν πονηρῶν ἐκείνων ᾀσμάτων, τραγῳδοὶ τῆς καινῆς ταύτης καὶ δυστυχοῦς τραγῳδίας, οὐκ ἀλλοτρίοις τραγῳδήμασι πρὸς τὰ πάθη χρώμενοι, ἀλλὰ διὰ τῶν οἰκείων κακῶν τὴν σκηνὴν πληροῦντες. οἷα τὰ σχήματα· οἷα τὰ διηγήματα. τί δὲ λεγόντων ἀκούομεν; πῶς παρὰ τῶν γεννησαμένων ἀπώσθησαν ἐπ᾽ οὐδενὶ ἀδικήματι; πῶς ἀπελαύνονται μὲν πόλεων, ἀπελαύνονται δὲ συλλόγων κοινῶν, ἑορτῶν τε καὶ πανηγύρεων, ὥσπερ ἀνδροφόνοι τινὲς ἢ πατραλοῖαι τῇ ἀειφυγίᾳ κατάκριτοι, μᾶλλον δὲ κἀκείνων παρὰ πολὺ δυστυχέστεροι· εἴγε τοῖς ἀνδροφόνοις μὲν ἔξεστιν ἀλλαχοῦ μεταστᾶσι μετ᾽ ἀνθρώπων ζῆν, οὗτοι δὲ μόνοι τῶν πάντων ἁπανταχόθεν ἀπείργονται ὡς κοινοί τινες ἀποδεδειγμένοι πολέμιοι, οὐ στέγης μιᾶς, οὐ τραπέζης κοινῆς, οὐ χρήσεως σκευῶν ἀξιούμενοι. καὶ οὔπω τοῦτο δεινόν. ἀλλ᾽ οὐδὲ πηγαὶ βρύουσι τούτοις πρὸς τοὺς ἄλλους ἀνθρώπους κοιναὶ οὐδὲ ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ τῆς ἀρρωστίας μολύσματος.

ἐὰν κύων λάψῃ τοῦ ὕδατος τῇ αἱμοβόρῳ γλώσσῃ, οὐκ ἐνομίσθη βδελυκτὸν διὰ τὸ θηρίον τὸ ὕδωρ· ἐὰν ὁ ἄρρωστος προσεγγίσῃ τῷ ὕδατι, εὐθὺς ἀπεκηρύχθη καὶ τὸ ὕδωρ διὰ τὸν ἄνθρωπον. ταῦτα διεξέρχονται, ταῦτα ὀδύρονται, διὰ τοῦτο ῥίπτουσιν ἑαυτοὺς κατ᾽ ἀνάγκην πρὸ τῶν ἀνθρώπων οἱ δείλαιοι, ἱκέται παντὸς τοῦ παρατυγχάνοντος γινόμενοι. πολλάκις ἐπεδάκρυσα τῷ σκυθρωπῷ τούτῳ θεάματι, πολλάκις πρὸς αὐτὴν τὴν φύσιν ἀπεδυσπέτησα καὶ νῦν πρὸς τῇ μνήμῃ συγχέομαι. εἶδον πάθος ἐλεεινόν, εἶδον θέαμα δακρύων πλῆρες· πρόκεινται κατὰ τὰς ὁδοὺς τῶν παριόντων ἀνθρώπων ἄνθρωποι νεκροί· μᾶλλον δὲ οὐκέτι ἄνθρωποι, ἀλλὰ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα, συμβόλων τινῶν καὶ γνωρισμάτων εἰς τὸ πιστευθῆναι δεόμενοι. οὐ γὰρ ἔχουσιν ἀπὸ τῶν τῆς φύσεως χαρακτήρων ἐπιγινώσκεσθαι ἄνθρωποι· μόνοι τῶν πάντων ἑαυτοὺς μισοῦντες, μόνοι τὴν γενέθλιον ἡμέραν διὰ κατάρας ἄγοντες· μισοῦσι γὰρ εἰκότως τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτοῖς τῆς τοιαύτης ζωῆς. ἄνθρωποι, οἳ καὶ ὀνομάζειν ἑαυτοὺς ἀπὸ τῆς κοινῆς προσηγορίας αἰσχύνονται, ὡς ἂν μὴ τῇ κοινωνίᾳ τοῦ ὀνόματος τὴν κοινὴν φύσιν δι᾽ ἑαυτῶν καθυβρίσειαν· οἰμωγαῖς ἀεὶ συζῶντες, ἄπαυστον τῶν θρήνων τὴν ὑπόθεσιν ἔχοντες.

ἕως γὰρ ἂν ἑαυτοὺς βλέπωσιν, ἀεὶ τὰς τοῦ θρηνεῖν ἔχουσιν ἀφορμάς, ἀποροῦντες ὅτι καὶ μᾶλλον ὀδύρονται, τὰ μηκέτι ὄντα τοῦ σώματος ἢ τὰ λειπόμενα· ὅσα προανάλωσεν ἡ νόσος ἢ ὅσα τῇ νόσῳ λείπεται· ὅτι βλέπουσιν ἐφ᾽ ἑαυτῶν τοιαῦτα ἢ ὅτι οὐδὲ βλέπειν ἰσχύουσιν ἀμαυρωθείσης ἐν τῷ πάθει τῆς ὄψεως· ὅτι τοιαῦτα ἔχουσι περὶ ἑαυτῶν διηγεῖσθαι ἢ ὅτι οὐδὲ διηγήσασθαι τὰ πάθη δύνανται τὴν φωνὴν ἐκ τοῦ πάθους ἀφῃρημένοι· ὅτι τοιαύτῃ χρῶνται τροφῇ ἢ ὅτι οὐδὲ ἐκείνην εὐκόλως 〈παραδέχονται〉 ἐκ νόσου τῇ διαφθορᾷ τῶν περὶ τὸ στόμα μορίων ἐμποδιζούσης τῆς βρώσεως· ὅτι ἐν αἰσθήσει τὰ τῶν νεκρῶν δυστυχοῦσιν ἢ ὅτι καὶ τῶν αἰσθήσεων αὐτῶν προσαφῄρηνται. ποῦ γὰρ παρ᾽ ἐκείνοις ἡ ὅρασις; ποῦ δὲ ἡ ὄσφρησις; ποῦ δὲ ἡ ἁφή; ποῦ δὲ τὰ λοιπὰ τῶν αἰσθητηρίων, ἃ κατ᾽ ὀλίγον νεμομένου τοῦ πάθους ἡ σηπεδὼν ἐπιβόσκεται; διὰ ταῦτα κατὰ πάντας ἀλῶνται τοὺς τόπους, καθάπερ τὰ ἄλογα πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενοι· ἐφόδιον τῆς κατὰ τὴν τροφὴν ἐμπορίας τὴν συμφορὰν περιφέροντες καὶ πᾶσι τὴν νόσον ἀνθ᾽ ἱκετηρίας προτείνοντες καὶ τῶν χειραγωγούντων δι᾽ ἀρρωστίαν δεόμενοι καὶ ἀλλήλους διὰ τὴν ἀπορίαν ὑποστηρίζοντες.

καθ᾽ ἑαυτὸν γὰρ ἕκαστος ἀσθενοῦντες ἔρεισμα τῷ ἑτέρῳ γίνονται τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων χρώμενοι· οὐ γὰρ καθ᾽ ἕνα φαίνονται, ἀλλά τι ἔχει καὶ ἡ ταλαιπωρία σοφὸν εἰς τὴν τοῦ βίου ἐπίνοιαν, τὸ μετ᾽ ἀλλήλων αὐτοὺς θέλειν ὁρᾶσθαι. ὄντες γὰρ καὶ καθ᾽ ἑαυτοὺς ἕκαστος ἐλεεινοί, ὡς ἂν μᾶλλον συμπαθεστέρους τοὺς ἀνθρώπους ποιήσειαν, προσθήκη τοῦ πάθους ἀλλήλοις γίνονται, τὸν πονηρὸν τῷ κοινῷ συνεισφέροντες ἔρανον, ἄλλος δι᾽ ἄλλης τινὸς συμφορᾶς ἔλεον ἑαυτοῖς ἐρανίζοντες. ὁ μὲν χεῖρας ἠκρωτηριασμένας προτείνων, ἄλλος γαστέρα προδεικνύων φλεγμαίνουσαν καὶ πρόσωπον ἠχρειωμένον ἕτερος καὶ ἄλλος τὸ σκέλος ἀποσηπόμενον, ὁ δὲ ὃ ἂν τύχῃ τοῦ σώματος ἀπογυμνώσας ἐν ἐκείνῳ τὸ πάθος ἔδειξεν.