Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Τότε καὶ αὐτὸς ὁ υἱός»

Γρηγόριος ὁ Νύσσης

Η υποταγή του Υιού ως σωτηρία και ένωση του εκκλησιαστικού σώματος

Θεολογική ερμηνεία της υποταγής του Υιού και του «τα πάντα εν πάσιν», προβάλλοντας την ταύτιση του Χριστού με την Εκκλησία ως κεφαλής με το σώμα και τον ρόλο του στην τελική ένωση της ανθρωπότητας με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ ἀρχῆς ἐν ἡμῖν καταλυθείσης καὶ μηκέτι μηδενὸς πάθους τῆς φύσεως ἡμῶν κυριεύοντος, ἀνάγκη πᾶσα μηδενὸς κατακρατοῦντος ἑτέρου πάντα ὑποταγῆναι τῇ ἐπὶ πάντων ἀρχῇ. θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς τοῦ κακοῦ ἀλλοτρίωσις. ὅταν οὖν κατὰ μίμησιν τῆς ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα, τότε ὅλον τὸ φύραμα τῆς φύσεως τῇ ἀπαρχῇ συμμιχθὲν καὶ ἓν κατὰ τὸ συνεχὲς σῶμα γενόμενον τοῦ ἀγαθοῦ μόνου τὴν ἡγεμονίαν ἐφ᾽ ἑαυτοῦ δέξεται, καὶ οὕτω παντὸς τοῦ τῆς φύσεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν ἀνακραθέντος ἐκείνη ἡ τοῦ υἱοῦ λεγομένη ὑποταγὴ δι᾽ ἡμῶν γίνεται, τῆς ἐν τῷ σώματι αὐτοῦ κατορθωθείσης ὑποταγῆς εἰς αὐτὸν ἀναφερομένης τὸν ἐν ἡμῖν τὴν χάριν τῆς ὑποταγῆς ἐνεργήσαντα.

Ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τοῦ μεγάλου Παύλου δογματισθέντων ἐστίν, ὥς γε ὑπειλήφαμεν, αὕτη. καιρὸς δ᾽ ἂν εἴη καὶ αὐτὰ παραθέσθαι τοῦ ἀποστόλου τὰ ῥήματα ἔχοντα οὕτως· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑπέταξεν, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποτάξῃ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.

Σαφῶς γὰρ ἐν τῷ τελευταίῳ τῶν εἰρημένων τὸ τῆς κακίας ἀνύπαρκτον τῷ λόγῳ παρίστησιν ἐν τῷ εἰπεῖν ἐν πᾶσι γίνεσθαι τὸν θεὸν πάντα ἑκάστῳ γινόμενον. δῆλον γὰρ ὅτι τότε ἀληθὲς ἔσται τὸ ἐν πᾶσι τὸν θεὸν εἶναι, ὅταν μηδὲν κακὸν ἐνθεωρῆται τοῖς οὖσιν. οὐ γὰρ δὴ καὶ ἐν κακῷ τὸν θεὸν εἰκός ἐστι γίνεσθαι. ὥστε ἢ οὐκ ἐν πᾶσιν ἔσται ὅταν ὑπολειφθῇ τι κακὸν ἐν τοῖς οὖσιν ἤ, εἰ ἀληθῶς ἐν πᾶσι χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸ μηδὲν κακὸν εἶναι τῇ περὶ τούτου πίστει συναποδείκνυται. οὐ γάρ ἐστι δυνατὸν ἐν κακῷ τὸν θεὸν γενέσθαι.

Τὸ δὲ πάντα γίνεσθαι τὸν θεὸν 〈ἐν πᾶσι〉 τοῖς οὖσι τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐλπιζομένης ἡμῖν ζωῆς ὑποδείκνυσι. τὸ γὰρ μηκέτι διὰ πολλῶν καὶ ποικίλων καθ᾽ ὁμοιότητα τοῦ νῦν βίου τὴν ζωὴν ἡμῖν συνερανίζεσθαι τῷ λόγῳ τοῦτο παρίστησιν τὸ πάντα ἡμῖν τὸν θεὸν γίνεσθαι ὅσα τῇ ζωῇ ταύτῃ ἀναγκαῖα δοκεῖ, διά τινος ἀναλογίας ἑκάστου μεταλαμβανομένου πρὸς τὸ θειότερον· ὥστε καὶ βρῶσιν εἶναι τὸν θεὸν ἡμῖν, ὡς εἰκὸς βρωθῆναι θεόν, καὶ πόσιν, ὡσαύτως ἔνδυμά τε καὶ σκέπην ἀέρα τόπον πλοῦτον ἀπόλαυσιν κάλλος ὑγίειαν ἰσχὺν φρόνησιν δόξαν μακαριότητα καὶ πᾶν ὅσον ἐν τῇ ἀγαθῇ κρίνεται μοίρᾳ οὖ ἐπιδεὴς ἡ φύσις ἐστί, πρὸς τὸ θεοπρεπὲς ἀναγομένης τῆς σημασίας τῶν εἰρημένων· ὡς διὰ τούτου μαθεῖν ὅτι ὁ ἐν τῷ θεῷ γενόμενος πάντα ἔχει ἐν τῷ ἐκεῖνον ἔχειν. οὐδὲν δὲ ἕτερόν ἐστι τὸ ἔχειν τὸν θεὸν ἢ τὸ ἑνωθῆναι θεῷ. οὐκ ἂν δέ τις ἄλλως ἑνωθείη μὴ σύσσωμος αὐτῷ γενόμενος, καθὼς ὀνομάζει ὁ Παῦλος· οἱ γὰρ πάντες τῷ ἑνὶ σώματι τοῦ Χριστοῦ συναπτόμενοι διὰ τῆς μετουσίας ἓν αὐτοῦ γινόμεθα σῶμα.

Ὅταν οὖν διὰ πάντων ἔλθῃ τὸ ἀγαθόν, τότε ὅλον αὐτοῦ τὸ σῶμα ὑποταγήσεται τῇ ζωοποιῷ ἐξουσίᾳ, καὶ οὕτως ἡ τοῦ σώματος τούτου ὑποταγὴ αὐτοῦ λέγεται εἶναι τοῦ υἱοῦ ὑποταγὴ τοῦ ἀνακεκραμένου πρὸς τὸ ἴδιον σῶμα, ὅπερ ἐστὶν ἡ ἐκκλησία, καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ὁ ἀπόστολος, οὑτωσὶ λέγων τῷ ῥήματι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἰκονομίαν. καὶ πρὸς τὴν Κορινθίων ἐκκλησίαν φησίν· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὸ περὶ τούτου παρατίθεται δόγμα δι᾽ ὧν φησιν ὅτι Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς 〈τῆς〉 ἐπιχορηγίας κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ· ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ Χριστοῦ οἰκοδομοῦντος.

ὃς τότε παύσεται ἑαυτὸν οἰκοδομῶν ὅταν εἰς τὸ ἴδιον μέτρον φθάσῃ ἡ τοῦ σώματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις, καὶ μηκέτι λίπῃ τῷ σώματι τὸ δι᾽ οἰκοδομῆς προστιθέμενον, πάντων ἐποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τε καὶ ἀποστόλων καὶ προσθεμένων τῇ πίστει, ὅταν, καθώς φησιν ὁ ἀπόστολος, Καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Εἰ τοίνυν κεφαλὴ ὢν αὐτὸς τὸ ἐφεξῆς αὐτοῦ σῶμα οἰκοδομεῖ διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν καὶ συμβιβάζων τοὺς πάντας εἰς ἃ πέφυκεν ἕκαστος κατὰ τὸ μέτρον τῆς ἐνεργείας, ὥστε ἢ χεῖρα ἢ ὀφθαλμὸν ἢ πόδα ἢ ἀκοὴν ἢ ἄλλο τι γενέσθαι τῶν συμπληρούντων τὸ σῶμα κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως, ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ, καθὼς εἴρηται, δῆλον ἂν εἴη διὰ τούτων ὅτι ἐν πᾶσι γινόμενος εἰς ἑαυτὸν δέχεται πάντας τοὺς ἑνουμένους αὐτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος, καὶ μέλη τοῦ ἰδίου σώματος ποιεῖται τοὺς πάντας, ὥστε εἶναι Πολλὰ μὲν μέλη ἓν δὲ σῶμα.

Ὁ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς ἑνώσας καὶ ἡμῖν ἑνωθεὶς καὶ διὰ πάντων ἓν πρὸς ἡμᾶς γενόμενος τὰ ἡμέτερα οἰκειοῦται πάντα. κεφάλαιον δὲ τῶν ἡμετέρων ἀγαθῶν ἡ πρὸς τὸ θεῖόν ἐστιν ὑποταγή, ὅταν ὁμόφωνος πᾶσα ἡ κτίσις γένηται πρὸς ἑαυτὴν καὶ Πᾶν αὐτῷ γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. τότε πάσης τῆς κτίσεως ἓν σῶμα γενομένης καὶ πάντων διὰ τῆς ὑπακοῆς μετ᾽ ἀλλήλων ἐν αὐτῷ συμφυέντων, τὴν τοῦ ἰδίου σώματος πρὸς τὸν πατέρα ὑποταγὴν εἰς ἑαυτὸν ἀναφέρει.

Μηδεὶς δὲ ξενιζέσθω τῷ λεγομένῳ. καὶ γὰρ καὶ ἡμεῖς τὸ διὰ τοῦ σώματος ἡμῶν γινόμενον κατά τινα συνήθειαν τῇ ψυχῇ λογιζόμεθα, ὡς ὁ διαλεγόμενος ἐκεῖνος τῇ ἰδίᾳ ψυχῇ ἐπὶ τῇ εὐφορίᾳ τῆς χώρας, ὅτι Φάγε καὶ πίε καὶ εὐφραίνου, τὴν τῆς σαρκὸς πλησμονὴν εἰς τὴν ψυχὴν ἀναφέρει. οὕτω κἀκεῖ ἡ τοῦ ἐκκλησιαστικοῦ σώματος ὑποταγὴ ἀναφέρεται εἰς τὸν ἐνοικοῦντα τῷ σώματι.

Καὶ ἐπειδὴ πᾶν τὸ γενόμενον ἐν αὐτῷ σῴζεται, ἡ δὲ σωτηρία διὰ τῆς ὑποταγῆς ἑρμηνεύεται, καθὼς ἡ ψαλμῳδία νοεῖν ὑποτίθεται, ἀκολούθως τὸ μηδὲν ἔξω τῶν σῳζομένων εἶναι πιστεύειν ἐν τῷ μέρει τούτῳ τοῦ ἀποστόλου μανθάνομεν. τοῦτο δὲ τῇ τοῦ θανάτου καθαιρέσει καὶ τῇ τοῦ υἱοῦ ὑποταγῇ διασημαίνει ὁ λόγος, διότι συμβαίνει ταῦτα πρὸς ἄλληλα, τό τε μὴ εἶναί ποτε τὸν θάνατον καὶ τὸ πάντας ἐν ζωῇ γενέσθαι· ζωὴ δὲ ὁ κύριος, δι᾽ οὖ γίνεται, κατὰ τὸν ἀποστολικὸν λόγον, παντὶ τῷ σώματι αὐτοῦ ἡ προσαγωγὴ πρὸς τὸν πατέρα, Ὅταν παραδιδῷ τὴν βασιλείαν ἡμῶν τῷ θεῷ καὶ πατρί. σῶμα δὲ αὐτοῦ, καθὼς εἴρηται πολλάκις, πᾶσα ἡ ἀνθρωπίνη φύσις ᾗ κατεμίχθη.

Δι᾽ αὐτὸ δὲ τοῦτο τὸ νόημα καὶ Μεσίτης θεοῦ καὶ ἀνθρώπων ὠνομάσθη παρὰ τοῦ Παύλου ὁ κύριος. ὁ γὰρ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἀνθρώποις γενόμενος ἐν τούτῳ πληροῖ τὴν μεσιτείαν ἐν τῷ ἑαυτῷ πάντας ἑνῶσαι καὶ δι᾽ ἑαυτοῦ τῷ πατρί, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, πρὸς τὸν πατέρα τὸν λόγον ποιούμενος· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα οὕτω κἀκεῖνοι ἐν ἡμῖν ἓν ὦσιν. σαφῶς γὰρ τοῦτο παρίστησιν ὅτι ἑαυτῷ ἡμᾶς ἑνώσας ὁ ἐν τῷ πατρὶ ὢν δι᾽ ἑαυτοῦ τὴν πρὸς τὸν πατέρα συνάφειαν ἡμῶν ἀπεργάζεται.

Ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῦ εὐαγγελίου συνᾴδει τοῖς εἰρημένοις· Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς· δόξαν γὰρ ἐνταῦθα λέγειν αὐτὸν οἶμαι τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκε τοῖς μαθηταῖς διὰ τοῦ προσφυσήματος. οὐ γὰρ ἔστιν ἄλλως ἑνωθῆναι τοὺς ἀπ᾽ ἀλλήλων διεστηκότας μὴ τῇ ἑνότητι τοῦ πνεύματος συμφυομένους· Εἰ γάρ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. τὸ δὲ πνεῦμα ἡ δόξα ἐστί, καθώς φησιν ἑτέρωθι πρὸς τὸν πατέρα· Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ᾽ ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ὁ γὰρ θεὸς Λόγος ὁ πρὸ τοῦ κόσμου ἔχων τὴν τοῦ πατρὸς δόξαν, ἐπειδὴ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν σὰρξ ἐγένετο, ἔδει [δὲ] καὶ τὴν σάρκα διὰ τῆς πρὸς τὸν Λόγον ἀνακράσεως ἐκεῖνο γενέσθαι ὅπερ ὁ Λόγος ἐστίν· γίνεται δὲ ἐκ τοῦ ἐκεῖνο λαβεῖν ὃ πρὸ τοῦ κόσμου εἶχεν ὁ Λόγος· τοῦτο δὲ ἦν τὸ πνεῦμα τὸ ἅγιον· οὐδὲν γὰρ ἄλλο προαιώνιον πλὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. διὰ τοῦτο καὶ ἐνταῦθά φησιν ὅτι Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα δι᾽ αὐτῆς ἐμοὶ ἑνωθῶσιν καὶ δι᾽ ἐμοῦ σοί.

Ἴδωμεν δὲ καὶ τὰ ἐφεξῆς ἐν τῷ εὐαγγελίῳ προσκείμενα· Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· σὺ ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς· ὅτι ἐγὼ καὶ σὺ ἕν ἐσμεν· ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ταῦτα γὰρ οὐδεμιᾶς ἐπεξηγήσεως οἶμαι χρῄζειν πρὸς τὸ συναρμοσθῆναι τῷ προκειμένῳ νοήματι, αὐτῆς φανερῶς τῆς λέξεως τὸ περὶ τούτων δόγμα ἐκτιθεμένης. Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· οὐ γάρ ἐστι δυνατὸν ἄλλως τοὺς πάντας ἓν γενέσθαι Καθὼς ἡμεῖς ἐσμεν ἕν, εἰ μὴ πάντων τῶν ἀπ᾽ ἀλλήλων αὐτοὺς διαμεριζόντων χωρισθέντες ἑνωθεῖεν ἡμῖν οἵτινές ἐσμεν ἕν, Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἐσμεν ἕν. τοῦτο δὲ πῶς γίνεται; ὅτι Ἐγὼ ἐν αὐτοῖς. οὐ γάρ ἐστι δυνατὸν ἐμὲ γενέσθαι μόνον ἐν αὐτοῖς, ἀλλὰ πάντως καὶ σέ, ἐπειδὴ Ἐγὼ καὶ σὺ ἕν ἐσμεν. καὶ οὕτω γενήσονται Τετελειωμένοι εἰς τὸ ἓν οἱ ἐν ἡμῖν τελειωθέντες· ἡμεῖς γὰρ τὸ ἕν.