Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Τότε καὶ αὐτὸς ὁ υἱός»

Γρηγόριος ὁ Νύσσης

Η ενοίκηση του Χριστού, η καταλλαγή και η παράδοση της βασιλείας

Ανάδειξη της χρήσης της έννοιας της υποταγής ως καταλλαγής παρά ως καταναγκασμού. Επεξήγηση της ενοίκησης του Χριστού στους πιστούς και της τελικής προσφοράς των πάντων στον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Τὴν δὲ τοιαύτην χάριν φανερώτερον διασημαίνει τῷ ἐφεξῆς λόγῳ οὕτως εἰπὼν ὅτι Ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. εἰ γὰρ ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, ἐν δὲ τῷ υἱῷ πάντες γινόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως σῶμα αὐτοῦ γινόμενοι, ἀκολούθως ὁ τὸν υἱὸν ἑαυτοῦ ἀγαπῶν ἀγαπᾷ καὶ τοῦ υἱοῦ τὸ σῶμα ὡς αὐτὸν τὸν υἱόν· ἡμεῖς δὲ τὸ σῶμα. οὐκοῦν φανερὸν διὰ τῶν εἰρημένων γέγονε τὸ ἀποστολικὸν νόημα, ὅτι πάσης ἀνθρωπίνης φύσεως τὴν γινομένην τοῦ ὄντος ἐπίγνωσίν τε καὶ σωτηρίαν ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑποταγὴ διασημαίνει.

Σαφέστερος δὲ γένοιτ᾽ ἂν ἡμῖν ὁ λόγος καὶ ἐξ ἑτέρων τινῶν ἀποστολικῶν νοημάτων ἐξ ὧν ἑνὸς ἐπιμνησθήσομαι μόνου, τὰς πολλὰς τῶν μαρτυριῶν, εὐλαβείᾳ τοῦ μὴ εἰς πλῆθος ἐκτεῖναι τὸν λόγον, παραιτησάμενος. φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ὁ Παῦλος ὅτι Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. οὐκοῦν εἰ μηκέτι ὁ Παῦλος ζῇ ὁ τῷ κόσμῳ σταυρωθείς, ἀλλ᾽ ὁ Χριστὸς ἐν αὐτῷ ζῇ, πᾶν τὸ παρὰ τοῦ Παύλου γινόμενόν τε καὶ λεγόμενον εἰκότως εἰς τὸν ἐν αὐτῷ ζῶντα Χριστὸν ἀναφέρεται. καὶ γὰρ τὰ ῥήματα τοῦ Παύλου παρὰ τοῦ Χριστοῦ λαλεῖσθαί φησιν ὁ εἰπών· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; καὶ τὰ εὐαγγελικὰ κατορθώματα οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τῇ χάριτι τοῦ Χριστοῦ τῇ οἰκούσῃ ἐν αὐτῷ ἀνατίθησιν. εἰ τοίνυν ὁ ἐν αὐτῷ ζῶν Χριστὸς ἐνεργεῖν τε καὶ φθέγγεσθαι τὰ ἐκείνου κατὰ τὸ ἀκόλουθον λέγεται, πάντων δὲ ἀποστὰς ὁ Παῦλος τῶν πρότερον ἐπικρατούντων, ὅτε ἦν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, πρὸς μόνον τὸ ἀληθινὸν ἀγαθὸν βλέπει καὶ τούτῳ ἑαυτὸν ποιεῖ εὐπειθῆ καὶ ὑπήκοον, ἄρα καὶ ἡ ὑποταγὴ τοῦ Παύλου ἡ πρὸς τὸν θεὸν γενομένη εἰς τὸν ἐν αὐτῷ ζῶντα τὴν ἀναφορὰν ἔχει ὃς καὶ λαλεῖ ἐν τῷ Παύλῳ τὰ ἀγαθὰ καὶ ἐργάζεται. ἀγαθῶν δὲ πάντων κεφάλαιον ἡ πρὸς τὸν θεόν ἐστιν ὑποταγή.

Ὃ δὲ ἐπὶ τοῦ ἑνὸς εὗρεν ὁ λόγος, τοῦτο καὶ πάσῃ τῇ κτίσει τῶν ἀνθρώπων εὐλόγως ἐφαρμοσθήσεται, ὅταν, καθώς φησιν ὁ κύριος, ἐν παντὶ τῷ κόσμῳ τὸ εὐαγγέλιον γένηται. πάντων γὰρ ἀποθεμένων τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ δεξαμένων ἐν αὑτοῖς τὸν κύριον, ἀναγκαίως ὁ ἐν αὐτοῖς ζῶν ἐνεργεῖ τὰ ἀγαθὰ τὰ παρ᾽ ἐκείνων γινόμενα. τὸ δὲ ἀκρότατον τῶν ἀγαθῶν πάντων ἡ σωτηρία ἡ διὰ τῆς τοῦ κακοῦ ἀλλοτριώσεως ἡμῖν γινομένη· ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως τοῦ κακοῦ χωρισθῆναι μὴ τῷ θεῷ διὰ τῆς ὑποταγῆς ἀνακραθέντας· ἄρα καὶ αὐτὴ ἡ πρὸς τὸν θεὸν ὑποταγὴ εἰς τὸν ἐν ἡμῖν ζῶντα τὴν ἀναφορὰν ἔχει. Εἴ τι, γάρ, καλόν, αὐτοῦ καὶ εἴ τι ἀγαθόν, παρ᾽ αὐτοῦ, φησί τις τῶν προφητῶν. ἐπεὶ οὖν καλόν τε καὶ ἀγαθὸν ἡ ὑποταγὴ ἀνεδείχθη ἐκείνου, καὶ τούτου τὸ ἀγαθὸν πάντως παρ᾽ οὖ παντὸς ἀγαθοῦ φύσις, ὡς ὁ τοῦ προφήτου λόγος.

Μηδεὶς δὲ πρὸς τὴν κοινὴν κατάχρησιν τοῦ τῆς ὑποταγῆς ὀνόματος βλέπων ἀθετείτω τὸ ὄνομα. οἶδε γὰρ ἡ σοφία τοῦ μεγάλου Παύλου πρὸς τὸ δοκοῦν κεχρῆσθαι κατ᾽ ἐξουσίαν τοῖς ῥήμασι, καὶ τῷ ἰδίῳ τῆς διανοίας εἱρμῷ προσαρμόζειν τὰς τῶν ῥημάτων ἐμφάσεις, κἂν πρὸς ἄλλας τινὰς ἐννοίας ἡ συνήθεια τὴν κατάχρησιν τῶν λέξεων φέρῃ. ἐπεὶ πόθεν εἴληπται αὐτῷ ἡ τοῦ Ἐκένωσεν ἑαυτὸν χρῆσις, καὶ Τὸ καύχημά μου οὐδεὶς κενώσει, καὶ τὸ Κεκένωται ἡ πίστις, καὶ Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ; ἐκ ποίας ταῦτα χρήσεως εἰς τὸν ἑαυτοῦ παρεδέξατο λόγον; τίς δὲ κρινεῖ αὐτὸν εἰπόντα ὅτι Ὁμειρόμενοι ὑμῶν, δι᾽ ἦς λέξεως τὴν ἀγαπητικὴν ἐνδείκνυται σχέσιν; πόθεν δὲ τὸ ἀνυπερήφανον τῆς ἀγάπης διὰ τῆς τοῦ μὴ περπερεύεσθαι λέξεως ἐνεδείξατο; ἡ δὲ ἐριστικὴ καὶ ἀμυντικὴ φιλονεικία, πῶς τῷ τῆς ἐριθείας παρ᾽ αὐτοῦ σημαίνεται ῥήματι, φανεροῦ πᾶσιν ὄντος ὅτι ἐκ τῆς ἐριουργίας ἡ ἔριθος ἐκ〈τὸς〉 τῆς γραφῆς ὀνομάζεται καὶ τὴν περὶ τὰ ἔρια σπουδὴν τῷ ὀνόματι τῆς ἐριθείας σημαίνειν εἰώθαμεν; ἀλλ᾽ ὅμως χαίρειν ἐάσας ὁ Παῦλος τὰς ἐτυμολογίας τὰς ψυχρὰς δι᾽ ὧν βούλεται λέξεων ὃ βούλεται παρίστησι νόημα.

καὶ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρεθείη ἂν ἐν τοῖς λόγοις τοῦ ἀποστόλου μὴ δουλεύοντα τῇ χρήσει τῆς συνηθείας, ἀλλὰ κατά τινα ἰδιότροπον ἔννοιαν ἐπ᾽ ἐξουσίας παρ᾽ αὐτοῦ προφερόμενα μηδὲν ἐπιστρεφομένου πρὸς τὴν συνήθειαν.

Οὕτω τοίνυν καὶ ἐνταῦθα τὸ τῆς ὑποταγῆς σημαινόμενον ἄλλο τι παρὰ τὰς κοινὰς ἐννοίας ὑπὸ τοῦ Παύλου νενόηται. ἀπόδειξις δὲ τοῦ λόγου ὅτι οὐδὲ ἡ ἐν τῷ μέρει τούτῳ τῶν παρ᾽ αὐτοῦ μνημονευθέντων ἐχθρῶν ὑποταγὴ τὸ κατηναγκασμένον τε καὶ ἀκούσιον ἔχει, καθὼς ἂν εἴποιεν οἱ τῇ συνηθείᾳ δουλεύοντες, ἀλλὰ σαφῶς ἐπ᾽ αὐτῶν ἡ σωτηρία τῷ ὀνόματι τῆς ὑποταγῆς ἑρμηνεύεται· τεκμήριον δὲ τὸ διεστάλθαι κατὰ τὸ μέρος τοῦτο ὑπὸ τοῦ Παύλου τὸ τῆς ἔχθρας ὄνομα εἰς διπλῆν σημασίαν· τῶν γὰρ ἐχθρῶν, τοὺς μὲν ὑποταγήσεσθαι λέγει, τοὺς δὲ καταργηθήσεσθαι. καταργεῖται μὲν οὖν ὁ τῇ φύσει ἐχθρός, τουτέστι ὁ θάνατος, καὶ ἡ περὶ αὐτὸν τῆς ἁμαρτίας ἀρχή τε καὶ ἐξουσία καὶ δύναμις. ὑποταγήσονται δὲ οἱ καθ᾽ ἕτερον λόγον ἐχθροὶ τοῦ θεοῦ λεγόμενοι, οἱ ἀπὸ τῆς βασιλείας πρὸς τὴν ἁμαρτίαν αὐτομολήσαντες, ὧν καὶ ἐν τῷ πρὸς Ῥωμαίους μέμνηται λόγῳ εἰπὼν ὅτι Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ· τὴν γὰρ ἐνταῦθα ὑποταγὴν ἐκεῖ καταλλαγὴν ὀνομάζει, ἓν νόημα δι᾽ ἑκατέρου τῶν ὀνομάτων ἐνδειξάμενος τὴν σωτηρίαν. ὢς γὰρ ἐκ τῆς ὑποταγῆς τὸ σωθῆναι προσγίνεται, οὕτω καὶ ἐν ἑτέρῳ φησὶν ὅτι Καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. τοὺς μὲν οὖν τοιούτους ἐχθροὺς ὑποτάσσεσθαι λέγει τῷ θεῷ καὶ πατρί, τὸν δὲ θάνατον καὶ τὴν περὶ αὐτὸν ἀρχὴν μηκέτι ἔσεσθαι.

τοῦτο γὰρ ἐνδείκνυται ἡ τοῦ καταργηθήσεσθαι λέξις· ὡς διὰ τούτου γενέσθαι δῆλον ὅτι τῶν μὲν κακῶν ἡ δυναστεία εἰς τὸ παντελὲς ἐξαργηθήσεται. οἱ δὲ διὰ τῆς παρακοῆς ἐχθροὶ τοῦ θεοῦ κληθέντες, οὖτοι διὰ τῆς ὑποταγῆς φίλοι τοῦ κυρίου γενήσονται, ὅταν πεισθῶσι τῷ λέγοντι ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ, καὶ κατὰ τὴν γενομένην ἐν τῷ εὐαγγελίῳ ὑπόσχεσιν οὐκέτι ἐν τοῖς δούλοις ὑπὸ τοῦ κυρίου ἀλλ᾽ ἐν τοῖς φίλοις καταλλαγέντες ἀριθμηθήσονται.

Τὸ δὲ Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, εὐσεβῶς, ὡς οἶμαι, παραδεξόμεθα τὸ ἀριστεύειν αὐτὸν διὰ τοῦ βασιλεύειν νοήσαντες. τότε γὰρ παύεται τῆς ἀριστείας ὁ δυνατὸς ἐν πολέμῳ, ὅταν ἀφανισθῇ πᾶν τὸ τῷ ἀγαθῷ ἀντικείμενον, ὅταν πᾶσαν τὴν ἑαυτοῦ βασιλείαν συναγαγὼν προσαγάγῃ τῷ θεῷ καὶ πατρί, πρὸς ἑαυτὸν ἑνώσας τὰ πάντα. τὸ γὰρ παραδοῦναι αὐτὸν τῷ πατρὶ τὴν βασιλείαν ταὐτόν ἐστι κατὰ τὴν διάνοιαν τῷ προσαγαγεῖν τοὺς πάντας τῷ θεῷ, δι᾽ οὖ ἔχομεν τὴν προσαγωγὴν ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. πάντων τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ γενομένων ἐν τῷ δέξασθαι τὸ θεῖον ἴχνος ἐν ἑαυτοῖς, καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ ὄντων τῶν ἀποθνῃσκόντων οὐδὲ ὁ θάνατος ἔσται πάντως), τότε ἐν τῇ πάντων ἡμῶν ὑποταγῇ, ἥτις οὐχὶ δουλικὴ νοεῖται ταπεινότης ἀλλὰ βασιλεία καὶ ἀφθαρσία καὶ μακαριότης, ὁ ἐν ἡμῖν ζῶν ὑποταγήσεσθαι τῷ θεῷ παρὰ τοῦ Παύλου λέγεται, ὁ τὸ ἀγαθὸν ἡμῶν δι᾽ ἑαυτοῦ τελειῶν καὶ ποιῶν ἑαυτῷ ἐν ἡμῖν τὸ εὐάρεστον.