Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Τότε καὶ αὐτὸς ὁ υἱός»

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και εννοιολογική προσέγγιση της υποταγής στη Γραφή

Εισαγωγικές παρατηρήσεις για την καθαρότητα της αποστολικής διδασκαλίας, απόρριψη των αιρετικών παρερμηνειών και ανάλυση των διαφόρων εννοιών της υποταγής, οι οποίες δεν εφαρμόζονται στην άτρεπτη θεία φύση του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΤΟΤΕ ΚΑΙ ΑΥΤΟΣ Ο ΥΙΟΣ ΥΠΟΤΑΓΗΣΕΤΑΙ ΤΩΙ ΥΠΟΤΑΞΑΝΤΙ ΑΥΤΩΙ ΤΑ ΠΑΝΤΑ Πάντα μὲν τὰ λόγια τοῦ κυρίου λόγιά ἐστιν ἁγνά τε καὶ καθαρά, καθώς φησιν ὁ προφήτης, ὅταν, καθ᾽ ὁμοιότητα τῆς περὶ τὸν ἄργυρον ἐν πυρὶ γινομένης καθάρσεως, πάσης αἱρετικῆς ὑπολήψεως ἐκκεκαθαρμένος ὁ νοῦς τῶν λογίων τὴν οἰκείαν ἔχῃ καὶ κατὰ φύσιν τῆς ἀληθείας αὐγήν. πρὸ πάντων δὲ οἶμαι δεῖν τοῖς τοῦ ἁγίου Παύλου δόγμασι πᾶσαν προσμαρτυρεῖν λαμπηδόνα καὶ καθαριότητα, διότι ἐν τῷ παραδείσῳ μυηθεὶς τῶν ἀπορρήτων τὴν γνῶσιν καὶ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τοιαῦτα ἐφθέγγετο οἷα εἰκὸς τὸν ἐκ τοῦ τοιούτου διδασκαλείου πεπαιδευμένον φθέγγεσθαι ὑπὸ καθηγεμόνι τε καὶ διδασκάλῳ τῷ Λόγῳ.

Ἐπειδὴ δὲ οἱ πονηροὶ κάπηλοι ἀδόκιμον ἐπιχειροῦσι ποιεῖν τὸ θεῖον ἀργύριον, τῇ μίξει τῶν αἱρετικῶν τε καὶ κιβδήλων νοημάτων ἀμαυροῦντες τοῦ Λόγου τὴν λαμπηδόνα, καὶ τὰ μυστηριώδη τοῦ ἀποστόλου νοήματα, ἢ μὴ συνιέντες ἢ κακούργως πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες, εἰς συνηγορίαν τῆς κακίας αὐτῶν ἐπισύρονται, λέγοντες πρὸς καθαίρεσιν τῆς τοῦ μονογενοῦς θεοῦ δόξης τὸν ἀποστολικὸν αὐτοῖς συμβάλλεσθαι λόγον ὅς φησιν ὅτι Τότε ὑποταγήσεται ὁ υἱὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ὡς δουλικήν τινα ταπεινότητα τῆς τοιαύτης λέξεως ἐμφαινούσης· τούτου χάριν ἀναγκαῖον ἐφάνη δι᾽ ἐπιμελείας ἐξετάσαι τὸν περὶ τούτου λόγον, ὥστε δεῖξαι καθαρὸν ὡς ἀληθῶς τὸ ἀποστολικὸν ἀργύριον πάσης ῥυπαρᾶς τε καὶ αἱρετικῆς ἐννοίας κεχωρισμένον καὶ ἀνεπίμικτον.

Ἔγνωμεν τοίνυν ἐν τῇ χρήσει τῆς ἁγίας γραφῆς πολύσημον οὖσαν τὴν τοιαύτην φωνὴν καὶ οὐ τοῖς αὐτοῖς ἀεὶ ἐφαρμοζομένην νοήμασιν, ἀλλὰ νῦν μὲν τοῦτο σημαίνουσαν πάλιν δὲ ἕτερον ἐνδεικνυμένην, οἶον· Οἱ δοῦλοι, φησί, τοῖς ἰδίοις δεσπόταις ὑποτασσέσθωσαν· καὶ περὶ τῆς ἀλόγου φύσεως, ὅτι τῷ ἀνθρώπῳ ὑποτέτακται ὑπὸ τοῦ θεοῦ, ὡς ὁ προφήτης λέγει· Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· καὶ περὶ τῶν διὰ πολέμου κεχειρωμένων φησίν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· τῶν τε αὖ δι᾽ ἐπιγνώσεως σῳζομένων ἐπιμνησθεὶς ὡς ἐκ προσώπου τοῦ θεοῦ λέγει τὸ Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. ᾧ δοκεῖ πως οἰκεῖον εἶναι τὸ ἐξητασμένον ἡμῖν ἐν τῷ πρώτῳ καὶ ἑξηκοστῷ ψαλμῷ διὰ τοῦ Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου· ἐπὶ πᾶσι δὲ τούτοις ἐκεῖνο τὸ παρὰ τῶν ἐχθρῶν ἡμῖν προφερόμενον ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς, ὅτι Τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.

Ἐπειδὴ τοίνυν ἐπὶ πολλὰ νοήματα φέρεται τῆς φωνῆς ταύτης ἡ σημασία, καλῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ᾽ ἑαυτοῦ διελομένους ἐπιγνῶναι πρὸς ποῖον τῆς ὑποταγῆς σημαινόμενον ἡ τοῦ ἀποστόλου ῥῆσις οἰκείως ἔχει. φαμὲν τοίνυν ὅτι ἐπὶ τῶν μὲν διὰ πολέμου τῇ τῶν κεκρατηκότων δυναστείᾳ κεχειρωμένων τὸ ἀκουσίως τε καὶ κατηναγκασμένως ὑποκύψαι τοῖς νενικηκόσι τὸ τῆς ὑποταγῆς ἐνδείκνυται σημαινόμενον· εἰ γάρ τις τοῖς αἰχμαλώτοις προσγένηται δύναμις, ἐλπίδα τοῦ ὑπερσχήσειν τῶν κεκρατηκότων ὑποδεικνῦσα, πάλιν ἑαυτοὺς ἀντεγείρουσι τοῖς κρατήσασιν, ὕβριν καὶ ὄνειδος τὸ τοῖς ἐχθροῖς ὑποτετάχθαι κρίνοντες. τὰ δὲ ἄλογα τοῖς λογικοῖς εἰσι ὑποχείρια καθ᾽ ἕτερον τρόπον, τῷ ἐλλιπῶς ἔχειν τὴν φύσιν αὐτοῖς τοῦ μεγίστου τῶν ἀγαθῶν, τουτέστι τοῦ λόγου, ὡς ἀνάγκην εἶναι τῷ πλεονεκτοῦντι κατὰ τὴν εὐκληρίαν τῆς φύσεως ὑποτετάχθαι τὸ ἐλαττούμενον. οἱ δὲ ἐν τῷ ζυγῷ τῆς δουλείας διὰ νομίμου τινὸς ἀκολουθίας κεκρατημένοι, κἂν ἐν τῇ φύσει τὸ ὁμότιμον ἔχωσιν, ἀλλ᾽ οὖν πρὸς τὸν νόμον ἀντισχεῖν οὐ δυνάμενοι, δέχονται τῶν ὑποχειρίων τὴν τάξιν τῷ ἀπαραιτήτῳ τῆς ἀνάγκης πρὸς τὴν ὑποταγὴν ἐναγόμενοι. τῆς δὲ πρὸς τὸν θεὸν γινομένης ἡμῖν ὑποταγῆς ὁ σκοπός ἐστιν ἡ σωτηρία, καθὼς παρὰ τῆς προφητείας ἐμάθομεν ἥ φησι· Τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου· παρ᾽ αὐτῷ γὰρ τὸ σωτήριόν μου.

Ὅταν τοίνυν προφέρηται παρὰ τῶν ἐναντίων ἡμῖν ἡ τοῦ ἀποστόλου φωνὴ ἡ τὸν υἱὸν ὑποταγήσεσθαι τῷ πατρὶ λέγουσα, ἀκόλουθον ἂν εἴη κατὰ τὴν διεσταλμένην τῆς τοιαύτης φωνῆς σημασίαν ἐρωτᾶν αὐτοὺς πρὸς ποῖον σημαινόμενον τῆς ὑποταγῆς ὁρῶντες ταύτην ἐφαρμόζειν οἴονται δεῖν τῷ μονογενεῖ θεῷ τὴν φωνήν. ἀλλὰ δῆλον ὅτι κατ᾽ οὐδένα τρόπον τῶν εἰρημένων τοῦ υἱοῦ τὴν ὑποταγὴν ἐροῦσι νοεῖν· οὔτε γὰρ ἐχθρὸς ὢν διὰ πολέμου γέγονεν ὑποχείριος, ὥστε πάλιν αὐτῷ τὴν κατὰ τοῦ κρατοῦντος ἐπανάστασιν δι᾽ ἐλπίδος τε καὶ σπουδῆς εἶναι· οὔτε ὡς ἕν τι τῶν ἀλόγων ὁ Λόγος διὰ τῆς τοῦ ἀγαθοῦ ἐλλείψεως ἀναγκαίαν ἐν τῇ φύσει τὴν ὑποταγὴν ἔχει, ὡς πρόβατα καὶ κτήνη καὶ βόες πρὸς τὸν ἄνθρωπον ἔχουσιν· ἀλλὰ μὴν οὐδὲ καθ᾽ ὁμοιότητα τῶν ἀργυρωνήτων ἢ οἰκογενῶν ἀνδραπόδων νόμῳ δεδουλωμένος ἀναμένει δι᾽ εὐνοίας ἢ χάριτος τοῦ ζυγοῦ ποτε γενέσθαι τῆς δουλείας ἐλεύθερος· ἀλλ᾽ οὐδὲ κατὰ τὸν τῆς σωτηρίας σκοπὸν εἴποι τις ἂν τὸν μονογενῆ θεὸν τῷ πατρὶ ὑποτάσσεσθαι, ὡς διὰ τούτου καθ᾽ ὁμοιότητα τῶν ἀνθρώπων τὴν σωτηρίαν ἑαυτῷ παρὰ τοῦ θεοῦ πραγματεύεσθαι.

ἐπὶ μὲν γὰρ τῆς τρεπτῆς φύσεως τῆς διὰ μετουσίας ἐν τῷ ἀγαθῷ γινομένης ἀναγκαία ἐστὶν ἡ πρὸς θεὸν ὑποταγὴ διὰ τὸ ἐκεῖθεν γίνεσθαι τῶν ἀγαθῶν ἡμῖν τὴν κοινωνίαν· ἐν δὲ τῇ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ δυνάμει ἡ ὑποταγὴ χώραν οὐκ ἔχει ἐν ᾖ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα θεωρεῖται, τὸ ἀΐδιον, τὸ ἄφθαρτον, τὸ μακάριον, τὸ ἀεὶ ὡσαύτως ἔχον, τὸ μὴτε κρεῖττον μήτε χεῖρον γενέσθαι δυνάμενον· οὔτε γὰρ προσθήκην ἐν τῷ ἀγαθῷ ἐπιδέχεται οὔτε τὴν πρὸς τὸ χεῖρον ῥοπήν· ὃ 〈γὰρ〉 τοῖς ἄλλοις πηγάζει τὴν σωτηρίαν, οὐκ αὐτὸ τοῦ σῴζοντος ἐνδεῶς ἔχει.

Ποῖον τοίνυν εὐλόγως φήσουσιν ἐπ᾽ αὐτοῦ κυρίως νοεῖν τὸ τῆς ὑποταγῆς σημαινόμενον; ηὑρέθη γὰρ τὰ ἐξητασμένα πάντα μακρὰν ἀπέχοντα τοῦ κυρίως ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ νοεῖσθαι καὶ λέγεσθαι. εἰ δὲ χρὴ κἀκεῖνο τὸ τῆς ὑποταγῆς εἶδος προσθεῖναι ὅ φησι τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ὅτι Ἧν ὑποτασσόμενος τοῖς γονεῦσιν εἰς δωδέκατον προελθὼν ἔτος ὁ κύριος, οὐδὲ ἐκεῖνο ἁρμόζοι ἂν ἐπὶ τοῦ προαιωνίου τε καὶ ἀληθινοῦ 〈υἱοῦ〉 πρὸς τὸν ἀληθινὸν ἑαυτοῦ πατέρα λέγεσθαι. ἐκεῖ μὲν γὰρ ὁ πεπειραμένος κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας ἐδέξατο καὶ διὰ τῶν ἡλικιῶν προελθεῖν τῆς φύσεως ἡμῶν, καὶ ὥσπερ παιδίον γενόμενος τὴν βρεφικὴν τροφὴν προσήκατο, βούτυρον καὶ μέλι φαγών, οὕτω καὶ εἰς μειράκιον προελθὼν τὸ κατάλληλόν τε καὶ πρέπον τῇ τοιαύτῃ ἡλικίᾳ οὐ παρῃτήσατο, τύπος εὐταξίας τῷ βίῳ γενόμενος. ἐπειδὴ γὰρ ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀτελὴς ἐν τοῖς τοιούτοις ἐστὶν ἡ διάνοια καὶ χρεία τῇ νεότητι τῆς διὰ τῶν τελειοτέρων πρὸς τὸ κρεῖττον γινομένης χειραγωγίας, τούτου χάριν ὁ δωδεκαέτης τῇ μητρὶ ὑποτάσσεται, ἵνα δείξῃ ὅτι τὸ διὰ προκοπῆς τελειούμενον πρὶν εἰς τὸ τέλειον φθάσαι καλῶς τὴν ὑποταγὴν ὡς χειραγωγὸν πρὸς τὸ ἀγαθὸν καταδέχεται.

ὁ δὲ ἀεὶ τέλειος ὢν ἐν παντὶ ἀγαθῷ καὶ μήτε προκοπὴν μήτε μείωσιν δυνάμενος ἐφ᾽ ἑαυτοῦ καταδέξασθαι διὰ τὸ ἀπροσδεὲς τῆς φύσεως αὐτοῦ καὶ ἀμείωτον, ὑπὲρ τίνος ὑποτάσσεται οὐκ ἂν εἰπεῖν ἔχοιεν οἱ πάντα λέγοντες ἀπερισκέπτως. ὅτι γὰρ διὰ σαρκὸς τῇ ἀνθρωπίνῃ συναναστρεφόμενος φύσει ἐν τῇ παιδικῇ ἡλικίᾳ ἐνομοθέτει, δι᾽ ὧν ἐποίει, τὴν ὑποταγὴν τῇ νεότητι, δῆλόν ἐστιν ἐκ τοῦ πρὸς τὸ τέλειον τῆς ἡλικίας αὐτὸν προελθόντα μηκέτι πρὸς τὴν τῆς μητρὸς ἐξουσίαν βλέπειν. προτρεπομένης γὰρ αὐτὸν ἐκείνης ἐν Κανὰ τῆς Γαλιλαίας δεῖξαι τὴν δύναμιν ἐν τῷ λείποντι τῇ πανδαισίᾳ τῶν γάμων καὶ τὴν τοῦ οἴνου χρείαν τῇ εὐωχίᾳ χαρίσασθαι, τὴν μὲν χάριν τοῖς δεομένοις παρασχεῖν οὐκ ἠρνήσατο, τὴν δὲ μητρῷαν συμβουλὴν ὡς οὐκέτι κατὰ καιρὸν αὐτῷ προσαγομένην ἀπεποιήσατο εἰπών· Τί ἐμοὶ καὶ σοί, γύναι; μὴ καὶ ταύτης μου τῆς ἡλικίας ἐπιστατεῖν ἐθέλεις; Οὔπω ἥκει μου ἡ ὥρα ἡ τὸ αὐτοκρατὲς παρεχομένη τῇ ἡλικίᾳ καὶ αὐτεξούσιον;

Εἰ οὖν ἐν τῇ διὰ σαρκὸς ζωῇ τὸ καθῆκον τῆς ἡλικίας μέτρον τὴν τῆς γεννησαμένης ὑποταγὴν ἀποσείεται, τίνα χώραν ἔχει ἡ ὑποταγὴ ἐπὶ τοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἴδιον γὰρ τῆς θείας καὶ μακαρίας ἐστὶ ζωῆς τὸ πάντοτε ἐν τῷ αὐτῷ διαμένειν καὶ τὴν ἐξ ἀλλοιώσεως μεταβολὴν μὴ προσίεσθαι. ἐπεὶ οὖν ὁ ἐν ἀρχῇ ὢν Λόγος, ὁ μονογενὴς θεός, ἀλλότριός ἐστι προκοπῆς πάσης καὶ ἀλλοιώσεως, πῶς ὃ νῦν οὐκ ἔστι μετὰ ταῦτα γίνεται; οὐ γὰρ ὡς ἀεὶ ὑποτεταγμένου τοῦ υἱοῦ φησιν ὁ ἀπόστολος, ἀλλ᾽ ὡς πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως μέλλοντος ὑποτάσσεσθαι. καίτοι εἰ καλὸν ἡ ὑποταγὴ καὶ ἄξιον περὶ θεοῦ λέγεσθαι, πῶς νῦν ἄπεστι τοῦ θεοῦ τὸ καλόν; ἐπίσης γὰρ πάντως ἀμφοτέροις καλὸν τῷ τε ὑποτασσομένῳ υἱῷ καὶ τῷ τὴν ὑποταγὴν τοῦ υἱοῦ δεχομένῳ πατρί. λείπει τοίνυν ἐν τῷ παρόντι καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ τοιοῦτον καλόν, καὶ ὃ μὴ ἔσχεν πρὸ τῶν αἰώνων μήτε ὁ πατὴρ μήτε ὁ υἱός, τοῦτο ἐπὶ συμπληρώσει τῶν χρόνων καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ προσγενήσεται, τοῦ μὲν ὑπομένοντος τὴν ὑποταγὴν τοῦ δὲ προσθήκην τινὰ καὶ ἐπαύξησιν τῆς ἑαυτοῦ δόξης διὰ τούτου λαμβάνοντος ἣν ἐν τῷ παρόντι τέως οὐκ ἔχει. ποῦ τοίνυν ἐν τούτῳ τὸ ἀναλλοίωτον; τὸ γὰρ μετὰ ταῦτά τι γινόμενον νῦν δὲ μὴ ὂν ἴδιον τῆς τρεπτῆς ἐστι φύσεως.