Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἀδελφὸν Βασίλειον

Γρηγόριος ὁ Νύσσης

Σύγκριση του Βασιλείου με τον Απόστολο Παύλο και τον Ιωάννη τον Πρόδρομο

Παραλληλισμός της ζωής και του έργου του αγίου Βασιλείου με τον Απόστολο Παύλο ως προς την αγάπη προς τον Θεό, και με τον Ιωάννη τον Βαπτιστή ως προς την ασκητική πολιτεία και την παρρησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Τί τοίνυν αὐτοῦ τὸ μεθ᾽ ἑτέρους ἁγίους ἐπιδημῆσαι τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν, ὡς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δοκεῖν εἶναι τὴν ἐπὶ τούτῳ πανήγυριν; σκόπησον γάρ, εἰ δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαβόντων ἁγίων τὸν τούτου βίον ἀντεξετάζων. ἠγάπησε τὸν Θεὸν ὁ Παῦλος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ τῆς ἀγάπης λέγω· ἀφ᾽ ἧς πᾶσα πίστις καὶ ἐλπὶς πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν παντὶ καλῷ ἀμετάπτωτον, καὶ τὸ μετὰ παντὸς πνευματικοῦ χαρίσματος τὸ πλέον ἔχειν. ἀλλ᾽ ἐξετάσωμεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον, ἐρεῖς πάντως ὅτι ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας. τοῦτον γὰρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς Θεὸν ἀγάπης ὅρον ὁ νόμος. οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀναθεὶς τῷ Θεῷ, καὶ πρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἐπιρρεπῶς διακείμενος, ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ.

εἰ μὲν οὖν ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν κατὰ τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν ῥοπήν, οἷον περὶ πλοῦτον ἢ δυναστείαν ἢ κενῆς δόξης ἐπιθυμίαν, τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ᾽ αὐτῷ τῶν ἡδονῶν οὐδὲ λέγειν ἄξιον εἰκός ἐστιν, ὅ τι ἂν τούτων εὑρεθῇ σπουδαζόμενον, ἐλαττοῦσθαι λέγειν δεῖ κατ᾽ ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον, τῆς ἐπιθυμητικῆς αὐτοῦ διαθέσεως ἀπὸ τοῦ Θεοῦ πρὸς τὰ ὑλώδη μεταρρυείσης. εἰ δὲ πάντων τούτων καὶ τῶν τοιούτων ἐχθρός τις ἦν καὶ πολέμιος, πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμπαθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινὴν ζωὴν ἐκκαθαίρων τῷ τε διδακτικῷ λόγῳ καὶ τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι· δῆλον ἂν εἴη ὅτι ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον εἶχεν ἐν ἑαυτῷ οὗ τὸ πλέον οὐκ ἐχώρει ἡ φύσις. ὁ γὰρ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας τὸν Θεὸν ἀγαπῶν, πῶς ἂν ὑπερταθείη πρὸς τὸ πλέον τῆς ἀγάπης μέτρον, ὃ χώραν οὐκ ἔχει; οὐκοῦν εἰ ἕνα τῆς τελείας ἀγάπης ὅρον ἐμάθομεν, τὸν ἐξ ὅλης καρδίας τῷ Θεῷ ἀνακείμενον· ἠγάπων δὲ Παῦλος καὶ Βασίλειος ἐν ὅλῃ καρδίᾳ τῷ Θεῷ ἀνακείμενοι, ἓν μέτρον εἶναι τῆς ἀγάπης ἐν ἀμφοτέροις εἰπεῖν τις τολμήσας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. ἀλλὰ μὴν πάντων τῶν ἀγαθῶν μείζονα τὴν ἀγάπην ὅ τε Ἀπόστολος λέγει, καὶ ἐπιψηφίζει τὸ ὑψηλὸν Εὐαγγέλιον.

ὁ μὲν Ἀπόστολος προφητείας αὐτὴν καὶ γνώσεως προτιμοτέραν λέγων, πίστεως δὲ παγιωτέραν, καὶ ἐλπίδος διαρκεστέραν, καὶ πάντοτε ἐν τῷ αὐτῷ διαμένουσαν, ἧς ἄνευ ἀνόνητον εἶναι πᾶν τὸ ἐπ᾽ ἀγαθοῦ σπουδαζόμενον. ὁ δὲ Κύριος πάντα νόμον, καὶ πάντα τὰ μυστήρια τὰ προφητικὰ τοῦ τοιούτου ἐξάπτων χαρίσματος, πάντων πρωτεύειν τὴν ἀγάπην καὶ αὐτὸς ἀποφαίνεται. εἰ οὖν ἐν τῷ ὑπερέχοντι καὶ περιληπτικῷ τῶν κατορθωμάτων οὐκ ἀπολείπεται τοῦ μεγάλου Παύλου ἄρα καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ὧν ἡ ἀγάπη καθηγεῖται, καὶ ὅσα ἐκ ταύτης ἐκφύεται, πάντως οὐκ ἔλαττον ἔχων ἀναφανήσεται. ὅσπερ γὰρ ὁ τῆς ἀνθρωπίνης φύσεως μετέχων ἐν πᾶσίν ἐστι τοῖς τῆς φύσεως ἰδιώμασιν· οὕτως καὶ ὁ τὸ τέλειον τῆς ἀγάπης ἐν ἑαυτῷ κατορθώσας, πάντα ὅσα συνθεωρεῖται ταύτῃ τῶν ἀγαθῶν εἴδη μετὰ τοῦ πρωτοτύπου τῶν κατορθωμάτων ἔχει. εἴτε γὰρ πίστις ἐστὶν ἡ σώζουσα, εἴτε διὰ τῆς ἐλπίδος σωζόμεθα, εἴτε δι᾽ ὑπομονῆς τὴν χάριν ἀπεκδεχόμεθα, ἡ ἀγάπη πάντα πιστεύει καὶ πάντα ἐλπίζει καὶ πάντα ὑπομένει, καθώς φησιν ὁ Ἀπόστολος. καὶ τὰ ἄλλα πάντα ἵνα μὴ τὰ καθ᾽ ἕκαστον λέγοντες διατρίβωμεν, τῆς κατὰ τὴν ἀγάπην ῥίζης βλάστημα γίνεται, ὅσα τῷ τῆς ἀρετῆς λόγῳ σπουδάζεται, ὥστε τὸν ταύτην ἔχοντα, μηδενὸς ἐνδεῶς ἔχειν τῶν ἄλλων. ἀλλὰ μὴν εἶχε ταύτην ὁ μέγας Βασίλειος· οὐδενὸς ἄρα τῶν ἀγαθῶν δι᾽ αὐτῆς ἀπελείπετο.

εἰ δὲ πάντα εἶχεν ἐν οὐδενὶ πάντως ἠλάττωτο.

Ἀλλ᾽ ἐρεῖ τις πάντως, ὅτι τρίτον οὐρανὸν εἶδεν ἐκεῖνος καὶ ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἀλλ᾽ οὐδὲ ἐκεῖνος φανερῶς διὰ τῆς σαρκὸς ταύτης τὴν τοιαύτην χάριν ἐδέξατο. οὐ γὰρ ἐπικρύπτεται τὴν ἀμφιβολίαν λέγων· Εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. καὶ περὶ τούτου τολμήσας εἴποι τις ἂν ὅτι ἐν σώματι τοιοῦτον μὲν οὐδὲν εἶδεν, τῇ δὲ ἀσωμάτῳ καὶ νοητῇ θεωρίᾳ οὐκ ἔστιν ὅ τι τούτων ἀφῆκεν ἀθέατον. μάρτυς δὲ τούτων ὁ παρ᾽ αὐτοῦ λόγος, ὅν τε ἐφ᾽ ἑαυτοῦ διεξῄει καὶ ὃν κατέλιπεν ἐν συγγράμμασιν. ἐκεῖνος ἀπὸ Ἱεροσολύμων ἐπὶ τὸ Ἰλλυρικὸν ἐν κύκλῳ περιελθὼν πᾶσι τοῖς διὰ μέσου τὸν εὐαγγελικὸν ἐκήρυξε λόγον· καὶ ὁ τούτου λόγος καὶ τὸ κήρυγμα πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην διέλαβεν, ἐπ᾽ ἴσης τοῖς Παύλου λόγοις παρὰ πάντων καὶ αὐτὸ σπουδαζόμενον. παρείσθω δὲ τὰ λοιπὰ δι᾽ ὧν ὁ βίος τούτου πρὸς τὸν ἐκείνου συμφέρεται, οἷον ἐσταυρώθη τῷ κόσμῳ ἐκεῖνος, καὶ τούτῳ ὁ κόσμος. ἐνέκρωσε τὸ σῶμα ἐκεῖνος, ἐτελείωσε καὶ οὗτος ἐν ἀσθενείᾳ τὴν δύναμιν. Χριστὸς ἦν τὸ ζῇν ἀμφοτέροις, καὶ ὅμοιον ἑκατέρῳ κέρδος ὁ θάνατος, καὶ προτιμοτέρα τοῦ πεπλανημένου βίου ἡ πρὸς τὸν Δεσπότην ἀνάλυσις.

Ἢ καὶ τὸν Ἰωάννην ἀντιπαραδεῖξαι τῷ διδασκάλῳ δοκεῖ; ἀλλὰ τὸ μὲν προτερεύειν ἐκεῖνον τῷ ἐν γεννητοῖς γυναικῶν καὶ περισσότερον ἔχειν τοῦ προφήτου τῆς θείας φωνῆς μαρτυρούσης, μανίας ἂν εἴη καὶ ἀσεβείας ἅμα ἄλλον ἀντιπαρεξαγαγεῖν τῷ τοιούτῳ βίῳ διὰ συγκρίσεως· ἀλλὰ τοῦ τοσούτου καὶ τοιούτου καὶ τὸ κατόπιν ἐλθεῖν, τῆς ἀνωτάτω μακαριότητος τὴν ἀπόδειξιν ἔχει. οὑτωσὶ δὲ τὸν λόγον κατανοήσωμεν. οὐκ ἦν οὔτε ἐν μαλακοῖς ἱματίοις ὁ Ἰωάννης, οὔτε κάλαμος ἦν ἀνέμοις ἐνσαλευόμενος. ἠσπάζετο δὲ πρὸ τῶν οἰκουμένων τὴν ἔρημον καὶ πάλιν τοῖς οἰκουμένοις ἐπεχωρίαζεν. μή τις ἄρα ἐπισκήψει τῷ λόγῳ, εἰ τοῦτο προσμαρτυρήσει καὶ τῷ διδασκάλῳ ἡμῶν ἡ ἀλήθεια, ὡς ἐν τούτοις αὐτὸν τοῦ μεγάλου Ἰωάννου μὴ ἀπολείπεσθαι; τίς οὐκ οἶδεν ὅπως μαλακήν τε καὶ τεθρυμμένην τοῦ βίου δίαιταν πολεμίαν ἡγήσατο, ἐν παντὶ τὸ καρτερικὸν καὶ ἀνδρῶδες πρὸ τῶν ἡδέων θηρώμενος, ἡλίῳ θαλπόμενος, κρύει παραβαλλόμενος, νηστείαις καὶ ἐγκρατείαις καταγυμνάζων τὸ σῶμα, ταῖς πόλεσιν ὡς ἐν ἐρήμοις ἐνδιατρίβων οὐδὲν εἰς ἀρετὴν ἐκ τῆς συντυχίας παραβλαπτόμενος, καὶ πόλεις τὰς ἐρημίας ἀπεργαζόμενος; οὔτε γὰρ ἡ μετὰ τῶν πολλῶν διαγωγὴ τῆς ἀκριβοῦς τι καὶ ἀσφαλοῦς πολιτείας παρέτρεψεν.

οὔτε, εἰ πρὸς ἑαυτὸν ἐπὶ τὴν ἐσχατιὰν ἐχώρησεν, γυμνωθῆναι τῶν ἐπ᾽ ὠφελείᾳ συνόντων οἷός τε ἦν· ὥστε καὶ ἐπὶ τούτου καθ᾽ ὁμοιότητα τοῦ Βαπτιστοῦ πόλιν τὴν ἔρημον γενέσθαι στενοχωρουμένην τοῖς ἐπιρρέουσιν. τὸ δὲ μὴ κάλαμον αὐτὸν εἶναι δι᾽ εὐκολίας πρὸς τὰς ἐναντίας ὑπολήψεις μετακλινόμενον δείκνυσι τὸ ἐν πᾶσι τοῖς παρὰ τὸν βίον κεκριμένοις αὐτῷ ἀμετάπτωτον. ἤρεσεν ἐξ ἀρχῆς ἡ ἀκτημοσύνη· πέτρα τις ἄσειστος ἡ κρίσις ἐγένετο· ἐπεθύμει διὰ καθαρότητος προσεγγίζειν τῷ Θεῷ ὄρος ἦν ἡ ἐπιθυμία αὕτη, οὐ κάλαμος· οὐδέποτε γὰρ πρὸς τὰς ἀντιπνοίας τῶν πειρασμῶν ὑπεκλίνετο. τῆς δὲ πρὸς τὸν Θεὸν ἀγάπης τὸ πάγιον μόνου ἦν τοῦ Ἀποστόλου διὰ τῶν ἰδίων λόγων ἐνδείξασθαι, τῷ μήτε τὴν ζωήν, μήτε τὸν θάνατον, μὴ ἐνεστῶτα, μὴ μέλλοντα, μήτε τινὰ κτίσιν ἑτέραν δύνασθαι αὐτοῦ τὴν καρδίαν ἀπὸ τῆς πρὸς τὸν Θεὸν ἀγάπης παρώσασθαι.

Οὕτω καὶ ἐν πᾶσι τοῖς κατ᾽ ἀρετὴν αὐτῷ κεκριμένοις οὐδαμῶς καλαμώδης τις ἦν καὶ ἀβέβαιος τὴν διάνοιαν, ἀλλὰ διὰ πάντων ὁ βίος εἶχε τὸ ἐν τοῖς καλοῖς ἀμετάπτωτον. παρρησιάζεται πρὸς τὸν Ἡρώδην Ἰωάννης, καὶ οὗτος πρὸς Οὐάλεντα. ἀντεξετάσωμεν δὲ πρὸς ἄλληλα τῶν ἀνδρῶν τούτων τὰ ἀξιώματα. ὁ μὲν μέρους τινὸς τῆς Παλαιστίνης ψήφῳ Ῥωμαίων τὴν δυναστείαν κεκλήρωτο· τούτου δὲ τῆς ἀρχῆς ὅρος ἦν ὅλος μικροῦ δεῖν ὁ τοῦ ἡλίου δρόμος ἐκ τῶν τῆς Περσίδος ὅρων εἰς Βρεττανούς τε καὶ τὰ ἔσχατα τοῦ Ὠκεανοῦ παρατείνων. καὶ τῆς μὲν πρὸς τὸν Ἡρώδην παρρησίας ἦν ὁ σκοπός, μὴ παρανομεῖν κατὰ γυναίου τινὸς ἀλλὰ κολάζειν ἐφ᾽ ἑαυτοῦ τὴν ἐπιθυμίαν ὡς ἀπειρημένην τῷ νόμῳ. ἡ δὲ πρὸς Οὐάλεντα τοῦ διδασκάλου παρρησία τίς ἦν; ἄσυλόν τε καὶ ἀμίαντον τὴν πίστιν ἐᾷν, ἧς ἡ παρανομία πάσης τῆς οἰκουμένης ἄγος ἐγίνετο. ἀντιτιθέτω τοίνυν ὁ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς τήν τε δυναστείαν τῇ δυναστείᾳ, καὶ τὸν σκοπὸν τῆς παρρησίας ταύτης πρὸς τὴν παρρησίαν ἐκείνην. ἐκεῖ μὲν γὰρ ἐν τῷ σώματι τοῦ Ἡρώδου τὸ ἄγος περιωρίζετο· ἐνταῦθα δὲ πάσης ἦν ἀδικία τῆς ἀνθρωπίνης φύσεως, ἡ παρανομία τῆς πίστεως. ἐκεῖνος μέχρι θανάτου ἐμμένει τῇ παρρησίᾳ· καὶ τούτῳ πέρας τῆς παρρησίας ἐξορία γίνεται, τοῦτο τοῦ βασιλέως ἀντὶ τῆς ἐπιθανατίου ψήφου καταδικάσαντος.

ἀλλὰ καὶ Ἰωάννης ἀποθανὼν ζῇν ἐπιστεύετο· καὶ Βασιλείῳ παρ᾽ αὐτῶν τῶν ἐχθρῶν ἡ τῆς ἐξορίας ἀναλύεται ψῆφος, οὐδὲν διὰ τῆς ἀπειλῆς μαλακισθέντι περὶ τὴν ἔνστασιν.