Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἀδελφὸν Βασίλειον

Γρηγόριος ὁ Νύσσης

Επίλογος: Αληθινή πνευματική ευγένεια και προτροπή σε μίμηση

Η απόρριψη των κοσμικών εγκωμίων, η ανάδειξη της κατά Θεόν συγγένειας και η προτροπή προς τους πιστούς να τιμήσουν τον άγιο μέσω της έμπρακτης μίμησης των αρετών του, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Ἀλλὰ μὴν διὰ τῶν κεχαρισμένων ἐκείνῳ προσαγαγεῖν πρέπον ἂν εἴη τὴν μνήμην. οὐκοῦν σκεπτέον ὅπως διαθέντες τὴν ἑορτὴν κεχαρισμένως τῷ ἁγίῳ πανηγυρίσωμεν. ἆρά τις ἐπιζητήσει τὸν ἐπιδεικτικὸν ἐπ᾽ αὐτοῦ καὶ κομπώδη τῶν ἐγκωμίων τρόπον; πατρίδα καὶ γένος, καὶ τὴν ἐκ γονέων ἀνατροφήν, καὶ τὰ καθ᾽ ἕκαστον τοῦ βίου ἐπιτηδεύματα, οἷς συνηυξήθη τε καὶ συνήκμασε, καὶ δι᾽ ὧν τὸ περιφανές τε καὶ περίβλεπτον ἔσχεν ἐν ἀνδράσι γενόμενος; ἀλλὰ παρωθεῖται πᾶσαν τὴν κομπώδη ταύτην ὑψηγορίαν τὸ μέγεθος τῶν περὶ αὐτὸν θεωρουμένων καλῶν, ὅτι πρὸς τοὐναντίον ἐκβαίνει τὸ σπουδαζόμενον, τῷ μὴ εἶναι δύναμιν ἐν λόγοις τοιαύτην, ἥτις τοῦ μεγέθους τῶν θαυμάτων πρὸς ἀξίαν ἐφάψεται. ὡς ἂν οὖν μὴ τῇ μικροφυΐᾳ τοῦ λόγου συγκαθαιρεθείη τὸ θαῦμα, καὶ τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης γένοιτό τις διὰ τῶν ἐπαινεῖν ἐπιχειρούντων ἐλάττωσις, κρεῖττον ἂν εἴη τῇ σιωπῇ μᾶλλον αὔξειν ἐν ἑαυτοῖς τὸ θαῦμα, ἢ διὰ τοῦ λόγου κατασμικρύνειν τὸν ἔπαινον. τί γὰρ ἄν τις τοιοῦτον εἰπὼν σεμνότερον αὐτὸν ἀπεργάσαιτο; ἆρα δέξαιτο ἂν ἐκεῖνος τὴν διὰ σαρκός τε καὶ αἵματος λεγομένην εὐγένειαν ἐν ἐπαίνων μέρει παραληφθῆναι;

καὶ τίς οὐκ οἶδεν τοῦ μεγάλου τὴν περὶ τὴν σάρκα διάθεσιν, ὡς ἐναντίως πρὸς αὐτὴν εἶχεν, καθάπερ ἀνδράποδόν τι δραπετικὸν ἀεὶ τοῖς ἐκ τῶν λογισμῶν δεσμοῖς περιβάλλων, καὶ διὰ τῆς ἀκροτάτης κακοπαθείας τε καὶ ἐγκρατείας, μαστίζων τε καὶ στρεβλῶν τὸν μαστιγίαν ἐκεῖνον δοῦλον τὸ σῶμα, οἷόν τις ἀπαραίτητος δεσπότης οὐδεμίαν ἄνεσιν ἐνδιδοὺς τῷ δεσμώτῃ; τὸν οὖν οὕτως ἔχοντα περὶ τὴν σάρκα διὰ τῆς σωματικῆς εὐγενείας ἀποσεμνύνειν τῶν ἀλογωτάτων ἂν εἴη. πῶς γὰρ ὑπὸ τούτου νῦν τιμηθήσεται ᾧ παρὰ τὴν ζωὴν ἐπῃσχύνετο; ὁμοίως δὲ καὶ τῆς πατρίδος ἡ μνήμη τῷ περὶ τοῦ γένους συνεκβάλλεται λόγῳ. ὁ γὰρ παντὸς ὑπερθεὶς ἑαυτὸν τοῦ κόσμου καὶ οἷον στενοχωρούμενος ἐν πάσῃ τῇ αἰσθητῇ τῶν στοιχείων φύσει, ὡς μηδὲ τὸν οὐρανὸν φέρειν ἑαυτοῦ ὑπερκείμενον· ἀλλ᾽ εἰς τὸ ἐπέκεινα ἵεσθαι τῇ ψυχῇ καὶ ὑπερκύπτοντα τὴν αἰσθητὴν τοῦ κόσμου περιοχὴν ἀεὶ τοῖς νοητοῖς ἐμβατεύειν καὶ συμμετεωροπορεῖν ταῖς θείαις δυνάμεσι, μηδὲν τῷ σωματικῷ ἐφολκίῳ πρὸς τὴν τοῦ νοῦ πορείαν ἐμποδιζόμενος· πότε ἂν δέξαιτο μέρει τινὶ τῆς γῆς ἑαυτὸν ἐπονομάζειν καὶ διὰ τῆς τοῦ τόπου εὐφυΐας ἑαυτῷ τοὺς ἐπαίνους συνερανίζεσθαι; ὕβρις γὰρ ἂν εἴη καὶ τῶν ἀληθινῶν ἐπαίνων ἐλάττωσις, εἰ τῆς ἀρετῆς προκειμένης τῇ θεωρίᾳ, ὕδωρ, καὶ φύλλα, καὶ βῶλος, καὶ τὰ τοιαῦτα θαυμάζοιτο.

ἄλλως τε πᾶν ὃ μὴ προαιρέσεως γίνεται κτῆμα, κἂν ὅτι μάλιστα καλὸν ᾖ, οὐδεμίαν εὐφημίαν ἐκείνῳ φέρει ᾧ κατὰ τὸ αὐτὸ συνηνέχθη. οὐκοῦν σιωπάσθω πατρὶς καὶ γένος καὶ πᾶν τὸ τοιοῦτον, ὃ τῇ αὐτομάτῳ συντυχίᾳ τοῖς ἐπιτυχοῦσι συμφέρεται. ἐκείνης δ᾽ ἄν τις εἰκότως ἐπ᾽ αὐτοῦ μνησθείη πατρίδος τε καὶ εὐγενείας ἢ διὰ προαιρέσεως τοῖς ἐσπουδακόσι προσγίνεται.

Τίς οὖν ἡ Βασιλείου εὐγένεια; καὶ τίς ἡ πατρίς; γένος μὲν αὐτῷ ἡ πρὸς τὸ Θεῖον οἰκείωσις· πατρὶς δέ, ἡ ἀρετή. ὁ γὰρ τὸν Θεὸν δεξάμενος, καθώς φησι τὸ Εὐαγγέλιον, ἐξουσίαν ἔχει τέκνον Θεοῦ γενέσθαι. τί δὲ τῆς πρὸς τὸν Θεὸν συγγενείας εὐγενέστερον ἄν τις ἐπιζητήσειεν; ὁ δὲ ἐν τῇ ἀρετῇ ὢν καὶ ταύτην γεωργῶν καὶ ἐκ ταύτης προσοδευόμενος πατρίδα πάντως ἑαυτοῦ ποιεῖται τοῦτο ᾧ ἐμβιοτεύει. σωφροσύνη ἦν αὐτῷ τὸ ἐφέστιον, σοφία τὸ κτῆμα, δικαιοσύνη δὲ καὶ ἀλήθεια καὶ καθαρότης τὰ λαμπρά τε καὶ περίβλεπτα τῶν οἰκοδομημάτων κάλλη· οἷς ἐνδιαιτώμενος ἐπηγάλλετο πλέον ἢ ὅσον οἱ τοῖς μαρμαρίνοις τε καὶ χρυσοπάστοις οἴκοις ἐναβρυνόμενοι. εἴ τις ἀπὸ τοιαύτης αὐτὸν ἐγκωμιάζοι πατρίδος καὶ ἀπὸ τοιούτου σεμνύνοι γένους, ἀληθῆ τε λέξει καὶ ἀπὸ τῶν κεχαρισμένων αὐτῷ τοὺς ἐπαίνους ποιήσεται· γῆν δὲ καὶ αἷμα καὶ σάρκα καὶ πλούτους καὶ δυναστείας καὶ τὰς ἐν τούτοις περιφανείας προσμαρτυρείτωσαν οἱ βουλόμενοι τοῖς τοῦ κόσμου φίλοις.

Εἰ οὖν ἀχώρητον τῷ ἡμετέρῳ λόγῳ τὸ ἁρμόζον ἐκείνῳ ἐγκώμιον, παραιτητέον ἂν εἴη τὰς τοιαύτας σπουδὰς καὶ παραγράφεσθαι τῶν ἐγκωμίων τὰς τέχνας. πῶς οὖν τὴν ἐπ᾽ αὐτῷ μνήμην ἀγάγωμεν, ἴσως ἐρεῖ τις, εἰ μὴ μετ᾽ ἐγκωμίων τοῦτο ποιήσωμεν; πῶς ὁ νόμος τῆς Γραφῆς πληρωθήσεται, ὅς φησι, τὴν μνήμην τῶν δικαίων μετ᾽ ἐγκωμίων δεῖ γενέσθαι, εἰ τὸ μὲν διὰ τῶν ἀληθῶν ἐπαίνων προσάγειν τὸν λόγον ἐστὶν ἀμήχανον, τὸ δὲ διὰ τῶν κοινοτέρων ἐφύβριστον; ἀλλ᾽ ἔστιν ἴσως οὐκ ἀπορῆσαί τινος ἐπινοίας, ὡς μὴ πάντη τῶν ἡμετέρων αὐτὸν ἐπαίνων καταλειφθῆναι ἀγέραστον. τίς οὖν ἐστιν ἡ ἐπίνοια; τίς οὐκ οἶδεν ὅτι πᾶς λόγος τῶν ἔργων διεζευγμένος μάταιος καθ᾽ ἑαυτόν ἐστι καὶ ἀνυπόστατος; ἡ δὲ τῶν ἔργων φύσις ἐν ὑποστάσει καὶ ἀληθείᾳ τὸ λεγόμενον δείκνυσιν. οὐκοῦν προτιμότερος ἂν εἴη τοῦ λόγου ὁ διὰ τῶν ἔργων πληρούμενος ἔπαινος. τοῦτο δέ ἐστι τί; τὸ διὰ τῆς μνήμης ἐκείνου τὸν βίον ἡμῖν γενέσθαι τῆς συνηθείας βελτίονα.

καθάπερ γὰρ ἐπὶ δακτυλίου σφενδόνης καλλίστης τινὸς ἐν γλυφίδι προφαινομένης μορφῆς, ὁ ἐντυπωθεὶς τῇ σφραγῖδι κηρὸς εἰς ἑαυτὸν τὸ ἐγκείμενον τῇ γλυφίδι κάλλος μετήνεγκεν, ὅλον τὸν χαρακτῆρα τῆς σφραγῖδος τοῖς ἰδίοις τύποις ἀναμαξάμενος· καὶ οὐκ ἄν τις οὕτω διὰ τοῦ λόγου τὴν εὐδιάθετον τῆς γλυφῆς ὥραν εἰς ὑπογραφὴν ἀγάγοι, ὡς ἐπὶ τοῦ κηροῦ δεικνύων μεμορφωμένον τὸ κάλλος· τὸν αὐτὸν τρόπον, εἰ ὁ μὲν λόγῳ ψιλῷ τοῦ διδασκάλου τὴν ἀρετὴν ἀποσεμνύνοι, ἕτερος δὲ τὸν ἑαυτοῦ βίον καλλωπίζοι διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως, ἐνεργότερος ἂν εἴη τοῦ ὑψηλοῦ λόγου ὁ διὰ τοῦ βίου πληρούμενος ἔπαινος.

Οὕτως οὖν, ἀδελφοί, καὶ ἡμεῖς μιμησάμενοι τῇ σωφροσύνῃ τὸν σώφρονα οἷς ποιοῦμεν, κατ᾽ ἀξίαν τὴν ἀρετὴν ἐπαινέσωμεν, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τὸ θαῦμα τοῦ σοφοῦ ἐν τῇ μετουσίᾳ τῆς σοφίας πληρούσθω· ὁ τῆς ἀκτημοσύνης ἔπαινος ἐν τῷ καὶ ἡμᾶς γενέσθαι τῆς ὑλικῆς περιουσίας ἀκτήμονας· ἡ ὑπεροψία τοῦ κόσμου τούτου μὴ λεγέσθω μόνον, ὅτι ἐστί τις ἐπαινετὴ καὶ ἐπίδοξος· ἀλλὰ μάρτυς τῆς ὑπεροψίας τῶν κατὰ τὸν κόσμον σπουδαζομένων ὁ βίος ἔστω. μὴ λέγε μόνον ὅτι τῷ Θεῷ ἐκεῖνος ἀνέκειτο, ἀλλὰ ἀνάθες καὶ σὺ σεαυτὸν τῷ Θεῷ· μήθ᾽ ὅτι μόνον ἦν αὐτῷ κτῆμα ἡ ἐλπιζομένη ἀνάπαυσις, ἀλλὰ καὶ σὺ θησαύρισον σεαυτῷ τοῦτον τὸν πλοῦτον ὥσπερ ἐκεῖνος· ἔξεστι γάρ. μετέθηκεν ἐκεῖνος ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, μετάθες καὶ σύ. τοῖς ἀσύλοις τοῦ οὐρανοῦ θησαυροφυλακείοις τὸν ἴδιον ἐναπέθετο πλοῦτον, μίμησαι διὰ τούτων καὶ σὺ τὸν διδάσκαλον. κατηρτισημένος γὰρ ἔσται μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ. καὶ γὰρ ἐν τοῖς λοιποῖς ἐπιτηδεύμασιν, ὁ ἰατρῷ μαθητεύσας, ἢ γεωμέτρῃ, ἢ ῥήτορι, ἀναξιόπιστος ἐπαινέτης τῆς τοῦ διδασκάλου τέχνης γενήσεται, εἰ τῷ μὲν λόγῳ θαυμάζοι τοῦ καθηγητοῦ τὴν ἐπιστήμην, ἐφ᾽ ἑαυτοῦ δὲ δεικνύοι μηδὲν τοῦ θαύματος ἄξιον. ἐρεῖ γάρ τις πρὸς αὐτόν· πῶς λέγεις ἰατρὸν τὸν ἑαυτοῦ διδάσκαλον, αὐτὸς ἀνιάτρευτος ὤν; ἢ πῶς μαθητὴν σεαυτὸν τοῦ γεωμέτρου λέγεις ἀπείρως τῆς γεωμετρίας ἔχων;

ἀλλ᾽ εἴ τις ἐν ἑαυτῷ δείκνυσι τὴν τέχνην ᾗ ἐμαθήτευσε, σεμνύνει τῇ καθ᾽ ἑαυτὸν ἐπιστήμῃ τὸν τῆς τέχνης καθηγησάμενον. οὕτω καὶ ἡμεῖς οἱ Βασίλειον αὐχοῦντες διδάσκαλον τῷ βίῳ δείξωμεν τὴν μαθητείαν, ἐκεῖνο γινόμενοι, ὅπερ αὐτὸν ὀνομαστόν τε καὶ μέγαν Θεῷ καὶ ἀνθρώποις ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.