Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο, τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευματικὴν ἑστίαν προβαλλόμενος. Ἦν γὰρ ἀνὴρ ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου· ἀγαθότητι μὲν τῆς γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος· παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γραφῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ἀλλ᾽ ἐπὶ τὸ συνέδριον ἤγετο τῆς ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας· δεῖ γὰρ ἡμᾶς οὕτω παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστόλοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια περιορίζεται· Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον ἔσται δίκαιος· ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. Διδάσκαλοι μὲν γὰρ μαρτύρων, ἀπόστολοι· εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ μάρτυρες.