Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Θεόδωρον

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και τιμή των ιερών λειψάνων του μάρτυρα

Εισαγωγική προσφώνηση στη σύναξη των πιστών, αναφορά στη σωτήρια προστασία του αγίου Θεοδώρου και εκτενής περιγραφή της αξίας των λειψάνων, του μαρτυρικού ναού και της εικονογραφίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΟΝ. Ὑμεῖς ὁ τοῦ Χριστοῦ λαὸς, ἡ ἁγία ποίμνη, τὸ βασίλειον ἱεράτευμα, οἱ πανταχόθεν ἀστικοί τε καὶ χωριτικοὶ συῤῥεύσαντες δῆμοι, πόθεν λαβόντες τὸ σύνθημα τῆς ὁδοῦ, πρὸς τὸν ἱερὸν τοῦτον ἐδημαγωγήθητε τόπον; Τίς ὑμῖν τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶ ἐμπρόθεσμον ἀνάγκην ἐπέθηκεν; καὶ ταῦτα ὥρᾳ χειμῶνος, ἡνίκα καὶ πόλεμος ἠρεμεῖ, καὶ στρατιώτης τὴν πανοπλίαν ἀποσκευάζεται, καὶ πλωτὴρ ὑπὲρ καπνοῦ τίθησι τὸ πηδάλιον, καὶ γεωγρὸς ἡσυχάζει τοὺς ἀροτῆρας βοῦς θεραπεύων ἐπὶ τῆς φάτνης; Ἢ πρόδηλον, ὡς ἐσάλπισε μὲν ἐκ τῶν στρατιωτικῶν καταλόγων ὁ ἅγιος μάρτυς· κινήσας δὲ πολλοὺς ἐκ διαφόρων πατρίδων πρὸς τὴν οἰκείαν ἀνάπαυσιν καὶ ἑστίαν ἐκάλεσεν, οὐκ εἰς πολεμικὴν εὐτρεπίζων παρασκευὴν, ἀλλὰ πρὸς τὴν γλυκεῖαν καὶ μάλιστα δὴ Χριστιανοῖς πρέπουσαν συνάγων εἰρήνην; Οὗτος γὰρ, ὡς πιστεύομεν, καὶ τοῦ παρελθόντος ἐνιαυτοῦ τὴν βαρβαρικὴν ζάλην ἐκοίμισε, καὶ τὸν φρικώδη τῶν ἀγρίων Σκυθῶν ἔστησε πόλεμον, δεινὸν αὐτοῖς ἐπισείσας καὶ φοβερὸν ἤδη βλεπομένοις καὶ πλησιάσασιν, οὐ κράνος τρίλοφον, οὐδὲ ξίφος εὖ τεθηγμένον, καὶ πρὸς τὸν ἥλιον ἀποστίλβον, ἀλλὰ τὸν ἀλεξίκακον καὶ παντοδύναμον σταυρὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ αὐτὸς παθὼν, τὴν δόξαν ταύτην ἐκτήσατο.

Καί μοι λοιπὸν τὸν νοῦν ἐπιστήσαντες διασκέψασθε, οἱ τῆς καθαρᾶς ταύτης θρησκείας ὑπηρέται καὶ φιλομάρτυρες, ἡλίκον χρῆμα δίκαιος, καὶ ὅσων ἀξιοῦται τῶν ἀμοιβῶν (τῶν ἐγκοσμίων τε, λέγω, καὶ τῶν παρ᾽ ἡμῖν· τῶν γὰρ ἀοράτων οὐδεὶς ἱκανὸς λογίσασθαι τὴν μεγαλοπρέπειαν)· καὶ διορίσαντες τὸν τῆς εὐσεβείας καρπὸν, ζηλώσατε τῶν οὕτω προτιμωμένων τὴν γνώμην.

Ἐπιθυμήσατε δὲ τῶν γερῶν ἃ Χριστὸς πρὸς ἀξίαν διανέμει τοῖς ἀθληταῖς. Καὶ τέως, εἰ δοκεῖ, τῆς ἀπολαύσεως τῶν μελλόντων ἀγαθῶν σχολαζούσης, ἣν ἐλπὶς ἀγαθὴ ταμιεύεται τοῖς δικαίοις, ἡνίκα ἂν ὁ τῶν ἡμετέρων βίων δικαστὴς ἐπιφοιτήσῃ, τὴν παροῦσαν ἴδωμεν τῶν ἁγίων κατάστασιν, ὅπως καλλίστη ἐστὶ καὶ μεγαλοπρεπής. Ψυχὴ μὲν γὰρ ἀνελθοῦσα περὶ τὸν ἴδιον κλῆρον ἐμφιλοχωρεῖ, καὶ ἀσωμάτως τοῖς ὁμοίοις συνδιαιτᾶται· σῶμα δὲ τὸ σεμνὸν καὶ ἀκηλίδωτον ἐκείνης ὄργανον, οὐδαμοῦ τοῖς ἰδίοις πάθεσι βλάψαν τῆς ἐνοικησάσης τὴν ἀφθαρσίαν, μετὰ πολλῆς τιμῆς καὶ θεραπείας περισταλὲν, σεμνῶς ἐν ἱερῷ τόπῳ κατάκειται, ὥσπερ τι κειμήλιον πολυτίμητον τῷ καιρῷ τῆς παλιγγενεσίας τηρούμενον, πολὺ τὸ ἀσύγκριτον ἔχον πρὸς τὰ ἄλλα τῶν σωμάτων, ἃ κοινῷ καὶ τῷ τυχόντι διελύθη θανάτῳ, καὶ ταῦτα ἐν ὁμοίᾳ ὕλῃ τῆς φύσεως. Τὰ μὲν γὰρ ἄλλα τῶν λειψάνων, καὶ βδελυκτὰ τοῖς πολλοῖς ἐστι, καὶ οὐδεὶς ἡδέως παρέρχεται τάφον, ἢ καὶ ἀνεῳγότι τυχὼν ἐκ τοῦ παραδόξου, ἐπιβαλὼν δὲ τὴν ὄψιν τῇ ἀμορφίᾳ τῶν ἐγκειμένων, πάσης ἀηδίας πληρωθεὶς, καὶ βαρέα καταστενάξας τῆς ἀνθρωπότητος παρατρέχει.

Ἐλθὼν δὲ εἴς τι χωρίον ὅμοιον τούτῳ, ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἅγιον λείψανον· πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς Θεοῦ ναὸν, ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς, καὶ τῷ τῆς ἐπικοσμήσεως κάλλει, ἔνθα καὶ τέκτων εἰς ζώων φαντασίαν τὸ ξύλον ἐμόρφωσε, καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἀπέξεσεν. Ἐπέχρωσε δὲ καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης ἐν εἰκόνι διαγραψάμενος, τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων μορφὰς, τὰς ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν τοῦ ἀθλητοῦ, τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα, πάντα ἡμῶν ὡς ἐν βιβλίῳ τινὶ γλωττοφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσε τοὺς ἀγῶνας τοῦ μάρτυρος, καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάϊσεν· οἶδε γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν, καὶ τὰ μέγιστα ὠφελεῖν· καὶ ὁ τῶν ψηφίδων συνθέτης, ἱστορίας ἄξιον ἐποίησε τὸ πατούμενον ἔδαφος.

Καὶ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν, ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ· ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. Εἰ δὲ καὶ κόνιν τις δοίη φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, δῶρον ὁ χοῦς λαμβάνεται, καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται.

Τὸ γὰρ αὐτοῦ τοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία τοιαύτη παράσχοι τὴν ἐξουσίαν, ὅπως ἐστὶ πολυπόθητον, καὶ εὐχῆς τῆς ἀνωτάτω τὸ δῶρον, ἴσασιν οἱ πεπειραμένοι, καὶ τῆς τοιαύτης ἐπιθυμίας ἐμφορηθέντες. Ὡς σῶμα γὰρ αὐτὸ ζῶν καὶ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις προσάγοντες ταῖς αἰσθήσεσιν, εἶτα τὸ τῆς εὐλαβείας καὶ τὸ τοῦ πάθους ἐπιχέοντες δάκρυον, ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ Θεοῦ παρακαλοῦντες, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενοι.

Ἐκ τούτων πάντων, ὁ εὐσεβὴς λαὸς, καταμάθετε, ὅτι Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἓν μὲν γὰρ καὶ τὸ αὐτὸ σῶμα πάντων ἀνθρώπων, ἐξ ἑνὸς φυράματος ἔχον τὴν σύστασιν· ἀλλὰ τὸ μὲν ἁπλῶς ἀποθανὸν, ῥίπτεται ὡς τὸ τυχόν· τὸ δὲ τῷ πάθει τοῦ μαρτυρίου χαριτωθὲν, οὕτως ἐστὶν ἐράσμιον καὶ ἀμφισβητήσιμον, ὡς ὁ προλαβὼν λόγος ἐδίδαξεν. Διὰ τοῦτο πιστεύσωμεν ἐκ τῶν φαινομένων τοῖς ἀοράτοις, ἀπὸ τῆς ἐν τῷ κόσμῳ πείρας τῇ τῶν μελλόντων ἐπαγγελίᾳ. Πολλοὶ γὰρ οἱ τὴν γαστέρα, καὶ τὴν κενοδοξίαν, καὶ τὸν ἐνθάδε συρφετὸν πάντων ἐπίπροσθεν ἄγοντες, οὐδὲν ἡγοῦνται τὸ μέλλον· τῷ τέλει δὲ τοῦ βίου συμπεραιοῦσθαι τὰ πάντα νομίζουσιν.