Ὑπὲρ τῆς εὐσεβείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω, καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν· καθ᾽ ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ τὴν ὑπομονήν.» Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι· καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγκαν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα, καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευόμενοι τὸ πρακτέον· εἷς τις τῶν ἐν τέλει στρατιώτης κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπόκρισιν τὴν τοῦ μάρτυρος, «Ἔστι γὰρ,» ἔφη, «Υἱὸς, ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄνθρωπος ἐμπαθῶς;» —«Ἐμπαθῶς μὲν ὁ ἐμὸς,» ἔφη, «Θεὸς οὐκ ἐγέννησεν· ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ θεοπρεπῆ λέγω τὴν γέννησιν· σὺ, ὦ νηπιώδη τὸν λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ καὶ θήλειαν ὁμολογῶν θεὰν, καὶ ὡς μητέρα δώδεκα παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαίμονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὕας εὐκόλως καὶ ἐγκυϊσκομένην καὶ ἀποτίκτουσαν;» Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι φιλανθρωπίας οἱ τύραννοι, «Ὀλίγος,» φασὶ, «πρὸς διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός· ἴσως κατὰ σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλτιον.»