Καὶ οἱ μὲν τῶν σαρκῶν ἀπέξεον· ὁ δὲ ἔψαλλεν, ὡς ἄλλου τινὸς ὑφισταμένου τὴν τιμωρίαν. Διεδέξατο τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαινουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἑωρᾶτο τοῖς ἔξωθεν, ὡς καὶ τὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὄψιν καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον, καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος, καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ τὴν εὐσέβειαν, ἦλθεν ἐπ᾽ αὐτὸν ἡ κατακρίνουσα ψῆφος, καὶ πυρὶ τελειωθῆναι κελευσθεὶς, αὐτὸς μὲν ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν· ἡμῖν δὲ τὴν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλιπε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν ὑπὲρ ἡμῶν παρὰ Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νόσων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λιμένα τῶν χειμαζομένων ταῖς θλίψεσι, πενήτων εὐθηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον, πανήγυριν τῶν ἑορταζόντων ἄληκτον. Εἰ γὰρ καὶ ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν, ἀλλ᾽ οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμένων τὸ πλῆθος, τῶν μυρμήκων δὲ σώζει τὴν ὁμοιότητα ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων, τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις.