Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Θεόδωρον

Γρηγόριος ὁ Νύσσης

Επίκληση προς τον άγιο και τελική δοξολογία

Ικεσία προς τον μάρτυρα για την προστασία της Εκκλησίας από βαρβαρικές επιδρομές και αιρέσεις, η οποία ολοκληρώνεται με την τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύκλον καταλαβόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος, ἠθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλομαρτύρων σύλλογον, τόν τε κοινὸν προσκυνοῦντες Δεσπότην, καὶ τὴν ἐπινίκιον πληρώσαντες τῶν σῶν ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου ποτ᾽ ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ, εἴτε τινὰ ἐπουράνιον ἀψίδα περιπολεῖς, ἢ χοροῖς ἀγγέλων συντεταγμένος τῷ Δεσπότῃ παρέστηκας, ἢ μετὰ δυνάμεων καὶ ἐξουσιῶν, ὡς δοῦλος πιστὸς προσκυνεῖς· μικρὸν τὰ αὐτόθι παραιτησάμενος, ἧκε πρὸς τοὺς τιμῶντάς σε ἀόρατος φίλος· ἱστόρησον τὰ τελούμενα, ἵνα τὴν εἰς Θεὸν εὐχαριστίαν διπλασιάσῃς, τὸν ἀντὶ πάθους ἑνὸς, καὶ μιᾶς εὐσεβοῦς ὁμολογίας, τοσαύτας σοι τὰς ἀμοιβὰς χαρισάμενον· εὐφρανθείης δὲ τῷ αἵματι καὶ τῇ τοῦ πυρὸς ἀλγηδόνι. Ὅσους γὰρ εἶχες τότε λαοὺς τῆς τιμωρίας θεατὰς, τοσούτους νῦν τῆς τιμῆς ἔχεις ὑπηρέτας. Χρῄζομεν πολλῶν εὐεργεσιῶν· πρέσβευσον ὑπὲρ τῆς πατρίδος πρὸς τὸν κοινὸν βασιλέα· πατρὶς γὰρ μάρτυρος, τοῦ πάθους ἡ χώρα· πολῖται δὲ καὶ συγγενεῖς, οἱ περιστείλαντες καὶ ἔχοντες καὶ τιμῶντες. Ὑφορώμεθα θλίψεις, προσδοκῶμεν κινδύνους, οὐ μακρὰν οἱ ἀλιτήριοι Σκῦθαι τὸν καθ᾽ ἡμῶν ὠδίνοντες πόλεμον· ὡς στρατιώτης ὑπερμάχησον· ὡς μάρτυς ὑπὲρ τῶν ὁμοδούλων χρῆσαι τῇ παῤῥησίᾳ.

Εἰ καὶ ὑπερέβης τὸν βίον, ἀλλ᾽ οἶδας τὰ πάθη καὶ τὰς χρείας τῆς ἀνθρωπότητος· αἴτησον εἰρήνην, ἵνα αἱ πανηγύρεις αὗται μὴ λήξωσιν, ἵνα μὴ κωμάσῃ κατὰ ναῶν ἢ θυσιαστηρίων λυσσῶν καὶ ἄθεσμος βάρβαρος, ἵνα μὴ πατήσῃ τὰ ἅγια βέβηλος. Ἡμεῖς γὰρ καὶ ὑπὲρ ὧν ἀπαθεῖς ἐφυλάχθημεν, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν· αἰτοῦμεν δὲ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν. Ἂν χρεία γένηται καὶ πλείονος δυσωπίας, ἄθροισον τὸν χορὸν τῶν σῶν ἀδελφῶν τῶν μαρτύρων, καὶ μετὰ πάντων δεήθητι· πολλῶν δικαίων εὐχαὶ, λαῶν καὶ δήμων ἁμαρτίας λυσάτωσαν· ὑπόμνησον Πέτρον, διέγειρον Παῦλον, Ἰωάννην ὁμοίως τὸν θεολόγον καὶ φιλούμενον μαθητήν· ἵν᾽ ὑπὲρ τῶν Ἐκκλησιῶν ἃς συνεστήσαντο μεριμνήσωσιν, ὑπὲρ ὧν τὰς ἁλύσεις ἐφόρεσαν, ὑπὲρ ὧν τοὺς κινδύνους καὶ τοὺς θανάτους ἤνεγκαν· μὴ εἰδωλολατρεία ἄρῃ καθ᾽ ἡμῶν κεφαλὴν, μὴ αἱρέσεις ὡς ἄκανθαι τῷ ἀμπελῶνι ὑποβλαστήσωσι, μὴ ζιζάνιον ἐγερθὲν πνίξῃ τὸν σῖτον· μή τις πέτρα γένηται καθ᾽ ἡμῶν λειπομένη τῆς πιότητος τῆς ἀληθινῆς δρόσου, καὶ ἄριζον ἀποδείξῃ τῆς εὐκαρπίας τοῦ λόγου τὴν δύναμιν· ἀλλὰ τῇ δυνάμει τῆς σῆς πρεσβείας καὶ τῶν σὺν σοὶ, θαυμαστὲ, καὶ ὑπερλάμπον ἐν τοῖς μάρτυσι λήϊον ἀποδειχθείη τὸ τῶν Χριστιανῶν πολίτευμα μέχρι τέλους μένον, ἐν τῇ λιπαρᾷ καὶ εὐκάρπῳ τῆς ἐν Χριστῷ πίστεως ἀρούρᾳ ἀεὶ καρποφοροῦν τὴν αἰώνιον ζωὸν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.