Εἶτα μετὰ τοὺς λόγους τούτους αὐτὸς ἑαυτὸν ἐρωτᾷ καὶ ἑαυτῷ ἀποκρίνεται. ἐρωτήσας γάρ· Τί τὸ γεγονός; αὐτό, φησί, τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτό, φησί, τὸ ποιηθησόμενον. τί οὖν βούλεται τὸ ἐρώτημα; ὡς ἐξ ἀκολουθίας ἡμῶν πρὸς αὐτόν, ἀφ᾽ ὧν μεμαθήκαμεν, ἀντιτιθέντων καὶ λεγόντων· εἰ τὰ πάντα ματαιότης, δῆλον ὅτι οὐδὲ γέγονεν ἕν τι τούτων, ἃ οὐχ ὑφέστηκε· τὸ γὰρ μάταιον πάντως ἀνύπαρκτον, τὸ δὲ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο. εἰ δὴ ταῦτα οὐκ ἔστιν, εἰπὲ τί ἐστι τὸ γενόμενον, ὃ ἐν τῷ εἶναι μενεῖ; συντόμως οὖν αὐτῷ γέγονε πρὸς τὸ ἐρωτηθὲν ἡ ἀπόκρισις· βούλει γνῶναι, τί ἐστι τὸ γενόμενον; νόησον, τί ἐστι τὸ ἐσόμενον, καὶ ἐπιγνώσῃ ὃ γέγονε. τοῦτο δέ ἐστι τὸ νόησόν μοι, φησίν, ὦ ἄνθρωπε, οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας. εἰ κατὰ πάντα διὰ τῶν ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων, εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμάτων τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας, τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; οἵαν σεαυτῷ περιθήσεις μορφήν; ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς, ἐδιδάχθης τὸ ἐν τοῖς πρώτοις γενόμενον, ὅ γε ἀληθῶς ἐστι γενησόμενον, τὸ Κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. καὶ ποῦ νῦν ἐκεῖνό ἐστιν, ἐρῶ πρὸς τὸν ταῦτα διδάσκοντα, ὅ ποτε γέγονε καὶ εἰς ὕστερον αὖθις ἐλπίζεται, νῦν δὲ οὐκ ἔστιν;