Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Α': Εισαγωγή στον Εκκλησιαστή και η έννοια της ματαιότητας

Εισαγωγικές παρατηρήσεις για τη μελέτη του βιβλίου, ερμηνεία του τίτλου και της έννοιας της ματαιότητας. Αναφορά στον κύκλο των φυσικών στοιχείων και την παροδικότητα της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΟΜΙΛΙΑ Αʹ Πρόκειται ἡμῖν ὁ Ἐκκλησιαστὴς εἰς ἐξήγησιν ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς θεωρίας. τῶν γὰρ παροιμιακῶν νοημάτων ἤδη προγυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινοὶ λόγοι καὶ αἱ σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα καὶ αἱ ποικίλαι τῶν λόγων στροφαί, καθὼς περιέχει τὸ τοῦ βιβλίου ἐκείνου προοίμιον, ... τότε τοῖς πρὸς τὰ τελειότερα τῶν μαθημάτων αὐξηθεῖσιν ἐπὶ ταύτην τὴν γραφὴν τὴν ὑψηλὴν ὄντως καὶ θεόπνευστον ἡ ἄνοδος γίνεται. εἰ οὖν ἡ παροιμιακὴ μελέτη ἡ πρὸς ταῦτα ἡμᾶς ἑτοιμάζουσα τὰ μαθήματα οὕτως ἐπίπονός τίς ἐστι καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾶν τοῖς ὑψηλοῖς τούτοις νοήμασι τοῖς νῦν προκειμένοις εἰς θεωρίαν ἡμῖν; ὥσπερ γὰρ οἱ ἐν παιδοτρίβου τὴν παλαιστρικὴν ἐκπονήσαντες πρὸς μείζονας ἱδρῶτας καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἀποδύονται, οὕτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδασκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδοτριβοῦσα τὰς ψυχὰς ἡμῶν καὶ προμαλάσσουσα. εἰ οὖν ἡ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσασθαι;

ἦ που πᾶσάν τις ὑπερβολὴν ἐννοήσας οὐκ ἂν παραστήσειε κατ᾽ ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι πόνους τὸ τῆς γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζομένοις πρὸς τὴν τῶν νοημάτων ἀσφάλειαν διὰ τῆς ἀθλητικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λόγον, ἀλλ᾽ ἐν πάσῃ νοήματος συμπλοκῇ ὄρθιον διασῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν. πλὴν ἀλλ᾽ ἐπειδὴ καὶ τοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ τὸ δεῖν ἐρευνᾶν τὰς γραφάς, ἀνάγκη πᾶσα, κἂν κατόπιν τῆς ἀληθείας ὁ ἡμέτερος εὑρεθῇ νοῦς τοῦ μεγέθους τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως τὸ μὴ δοκεῖν παρορᾶν τὴν ἐντολὴν τοῦ κυρίου διὰ τῆς κατὰ δύναμιν περὶ τὸν λόγον σπουδῆς κατορθῶσαι. οὐκοῦν ἐρευνήσωμεν τὴν προκειμένην γραφὴν ὡς δυνάμεθα. πάντως γὰρ ὁ τοῦ ἐρευνᾶν τὴν ἐντολὴν δεδωκὼς καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς γέγραπται ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

Καὶ πρῶτόν γε ἡμῖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου προτεθήτω εἰς θεωρίαν. κατὰ πᾶσαν ἐκκλησίαν Μωϋσῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἡ ψαλμῳδία, ἡ ἱστορία πᾶσα καὶ εἴ τι τῆς ἀρχαίας τε καὶ τῆς καινῆς διαθήκης ἐστί, πάντα ἐπὶ τῶν ἐκκλησιῶν καταγγέλλεται. πῶς οὖν τοῦτο μόνον κατ᾽ ἐξαίρετον τῇ ἐπιγραφῇ τοῦ ἐκκλησιαστοῦ καλλωπίζεται; τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς ὑπειλήφαμεν; ὅτι ταῖς μὲν ἄλλαις πάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει. τί γὰρ μέλει τῇ ἐκκλησίᾳ τὰς τῶν πολέμων συμφορὰς δι᾽ ἀκριβείας μαθεῖν ἢ τίνες ἐθνῶν ἄρχοντες καὶ πόλεων γεγόνασιν οἰκισταὶ καὶ τίνες τίνων ἄποικοι ἢ ποῖαι βασιλεῖαι κατὰ τὸν ἐφεξῆς χρόνον διαφανήσονται καὶ ὅσοι γάμοι καὶ παιδοποιΐαι δι᾽ ἐπιμελείας ἐμνημονεύθησαν καὶ πάντα τὰ τοιαῦτα, ὅσα δι᾽ ἑκάστης ἔστι διδαχθῆναι γραφῆς· τί ἂν τοσοῦτον πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας τῇ ἐκκλησίᾳ συναγωνίσαιτο; ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν, δι᾽ ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον, ταῦτα ὑφηγουμένη.

ὁ γὰρ σκοπὸς τῶν ἐνταῦθα λεγομένων ἐστὶ τὸ ὑπερθεῖναι τὸν νοῦν τῆς αἰσθήσεως καὶ πεῖσαι καταλιπόντα πᾶν ὅτιπέρ ἐστι μέγα τε καὶ λαμπρὸν ἐν τοῖς οὖσι φαινόμενον πρὸς τὰ ἀνέφικτα τῇ αἰσθητικῇ καταλήψει διὰ τῆς ψυχῆς ὑπερκύψαι κἀκείνων τὴν ἐπιθυμίαν λαβεῖν, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις. τάχα δὲ καὶ πρὸς τὸν καθηγεμόνα τῆς ἐκκλησίας ἡ ἐπιγραφὴ βλέπει. ὁ γὰρ ἀληθινὸς ἐκκλησιαστὴς ὁ τὰ ἐσκορπισμένα συνάγων εἰς ἓν πλήρωμα καὶ τοὺς πολλαχῇ κατὰ τὰς ποικίλας ἀπάτας πεπλανημένους εἰς ἕνα σύλλογον ἐκκλησιάζων τίς ἂν ἄλλος εἴη εἰ μὴ ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, ὁ υἱὸς τοῦ θεοῦ, πρὸς ὃν εἶπεν ὁ Ναθαναήλ, ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ; εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶ τοῦ Ἰσραήλ, ὁ δὲ αὐτὸς οὗτος καὶ θεοῦ υἱός ἐστι, καθὼς λέγει τὸ εὐαγγέλιον, ἄρα ὁ αὐτὸς καὶ ἐκκλησιαστὴς ὀνομάζεται. τάχα δὲ οὐκ ἔξω τοῦ εἰκότος εἰς ταύτην τὴν διάνοιαν τὴν τῆς ἐπιγραφῆς ἀναφέρομεν σημασίαν, ἵνα διὰ τούτου μάθωμεν, ὅτι εἰς αὐτὸν τὸν διὰ τοῦ εὐαγγελίου τὴν ἐκκλησίαν πηξάμενον ἡ τῶν ῥημάτων τούτων ἀναφέρεται δύναμις. Ῥήματα γάρ, φησίν, ἐκκλησιαστοῦ υἱοῦ Δαβίδ. οὕτω δὲ αὐτὸν καὶ Ματθαῖος ἐν ἀρχαῖς τοῦ εὐαγγελίου κατονομάζει, υἱὸν Δαβὶδ λέγων τὸν κύριον.

Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης. μάταιον νοεῖται τὸ ἀνυπόστατον, ὃ ἐν μόνῃ τῇ τοῦ ῥήματος προφορᾷ τὸ εἶναι ἔχει· πρᾶγμα δὲ ὑφεστὸς τῇ τοῦ ὀνόματος σημασίᾳ οὐ συνεμφαίνεται, ἀλλ᾽ ἔστι τις ψόφος ἀργὸς καὶ διάκενος, ἐν σχήματι λέξεώς τινος διὰ συλλαβῶν προφερόμενος, εἰκῇ προσπίπτων τῇ ἀκοῇ χωρὶς σημασίας, οἷα δὴ παίζοντές τινες ὀνοματοποιοῦσιν, ὧν τὸ σημαινόμενόν ἐστιν οὐδέν. ἓν μὲν οὖν τοῦτο εἶδος τῆς ματαιότητος. ἄλλη δὲ ματαιότης λέγεται τῶν κατά τινα σπουδὴν πρὸς οὐδένα σκοπὸν γινομένων ἡ ἀχρηστία, ὡς τὰ ἐν ψάμμῳ τῶν παίδων οἰκοδομήματα καὶ ἡ κατὰ τῶν ἄστρων τοξεία καὶ ἡ τῶν ἀνέμων θήρα καὶ ἡ πρὸς τὴν ἰδίαν σκιὰν τοῦ δρομέως ἅμιλλα, ὅταν φιλονεικῇ τῆς τοῦ σκιάσματος κορυφῆς ἐπιβῆναι καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν τοῖς εἰκῇ γινομένοις εὑρίσκομεν, ἅπερ πάντα τῷ τῆς ματαιότητος ὑπάγεται ῥήματι. ἔστι δὲ πολλάκις κἀκεῖνο μάταιον ἐν τῇ συνηθείᾳ λεγόμενον, ὅταν πρός τινα σκοπόν τις ὁρῶν καὶ ὥς τι λυσιτελὲς τῷ προκειμένῳ κατὰ σπουδὴν μετιὼν ἕκαστα πράττῃ, εἶτά τινος ἐναντίου γεγενημένου εἰς ἀνόνητον περιέλθῃ ὁ πόνος, καὶ τότε τὸ ἐπὶ μηδενὶ κατορθώματι τὴν σπουδὴν προχωρῆσαι τῷ ῥήματι τοῦ ματαίου διασημαίνεται. λέγει γὰρ ἐπὶ τῶν τοιούτων ἡ συνήθεια τὸ Μάτην ἐκοπίασα καὶ Μάτην ἐπήλπισα καὶ Ἐπὶ ματαίῳ τοὺς πολλοὺς ὑπέστην καμάτους.

καὶ ἵνα μὴ τὰ καθ᾽ ἕκαστον διεξίωμεν, ἐφ᾽ οἷς τὸ ὄνομα τῆς ματαιότητος κυρίως λέγεται, ἐν ὀλίγῳ τὴν ἔννοιαν τῆς φωνῆς ταύτης περιληψόμεθα. ματαιότης ἐστὶν ἢ ῥῆμα ἀδιανόητον ἢ πρᾶγμα ἀνόνητον ἢ βουλὴ ἀνυπόστατος ἢ σπουδὴ πέρας οὐκ ἔχουσα ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον.

Εἰ οὖν ἤδη νενόηται ἡμῖν τοῦ ματαίου ἡ ἔννοια, ἐξεταστέον ἂν εἴη, τί βούλεται ἡ ματαιότης τῶν ματαιοτήτων. τάχα δ᾽ ἂν ἡμῖν γνωριμώτερον τὸ ζητούμενον νόημα γένοιτο, εἰ τὴν γραφικὴν συνήθειαν ἐπὶ τῶν πρὸς τὸ κρεῖττον νοουμένων συνεξετάσαιμεν. ἡ τῶν ἀναγκαίων τε καὶ συμφερόντων πρᾶξις ἔργον παρὰ τῆς γραφῆς ὀνομάζεται, ἀλλὰ τὰ ὑπερβαίνοντα τῶν σπουδαζομένων, ὅσα εἰς αὐτὴν ὁρᾷ τὴν τοῦ θεοῦ λατρείαν, ἔργον ἔργων λέγεται, καθὼς ἡ ἱστορία δηλοῖ, δεικνύντος, οἶμαι, τοῦ λόγου διά τινος ἀναλογίας ἡμῖν ἐκ τοῦ ἔργου τῶν ἔργων, τί τὸ ἐν τοῖς σπουδαζομένοις ἐστὶ προτιμότερον. ὃν γὰρ ἐπέχει λόγον πρὸς τὴν καθόλου ἀργίαν ἡ περὶ τὰ ἔργα σπουδή, τὸν αὐτὸν ἔχει λόγον πρὸς τὰ λοιπὰ ἔργα ἡ πρὸς τὰ ὑψηλότερα καὶ προτιμότερα τῶν σπουδαζομένων ἐνέργεια. οὕτως καὶ ἅγιόν τι παρὰ τῆς γραφῆς λέγεται· καὶ πάλιν ἁγίων ἅγιον, ὡς ἴσῳ τῷ μέτρῳ τοῦ τε ἐξαγίστου τὸ ἅγιον ὑπερέχειν ἐν ἁγιότητι καὶ τούτου πάλιν τὸ τῶν ἁγίων ἅγιον, τὸ καθ᾽ ὑπέρθεσιν ἐν ἁγιασμῷ θεωρούμενον. ἅπερ οὖν ἐπὶ τοῦ κρείττονος ἐδιδάχθημεν λόγου τῆς γραφικῆς συνηθείας τῷ τοιούτῳ εἴδει τὴν ἐπίτασιν τοῦ ὑποκειμένου νοήματος σημαινούσης, τοῦτο καὶ ἐπὶ τῆς τῶν ματαιοτήτων ματαιότητος νοοῦντες οὐ σφαλησόμεθα.

λέγει γὰρ οὐχ ἁπλῶς εἶναι μάταια τὰ ἐν τοῖς οὖσι φαινόμενα, ἀλλὰ καθ᾽ ὑπέρθεσίν τινα τῆς κατὰ τὸ μάταιον σημασίας εἶναι τοιαῦτα, ὡς εἴ τις λέγοι τοῦ νεκροῦ νεκρότερον καὶ τοῦ ἀψύχου ἀψυχότερον. καίτοι ἡ συγκριτικὴ ἐπίτασις χώραν ἐπὶ τῶν τοιούτων οὐκ ἔχει, ἀλλ᾽ ὅμως λέγεται τούτῳ τῷ ῥήματι πρὸς τὴν τῆς ὑπερβολῆς τοῦ δηλουμένου σαφήνειαν. ὥσπερ οὖν ἐστι τὰ ἔργα τῶν ἔργων καὶ τὰ ἅγια τῶν ἁγίων νοούμενα, δι᾽ ὧν ἡ ὑπερθετικὴ πρὸς τὸ κρεῖττον ἔνδειξις ἑρμηνεύεται, οὕτω καὶ ἡ τῶν ματαιοτήτων ματαιότης τὸ ἀνυπέρθετον δείκνυσι τῆς ἐν τῷ ματαίῳ ὑπερβολῆς.

Καὶ μή τις ὑπολάβῃ κατηγορίαν εἶναι τῆς κτίσεως τὰ λεγόμενα. ἦ γὰρ ἂν εἰς τὸν πεποιηκότα τὰ πάντα διαβαίνοι τὸ ἔγκλημα, εἰ τοιούτων ἡμῖν δημιουργὸς ἀναφανείη ὁ συστησάμενος ἐξ οὐκ ὄντων τὰ πάντα, εἴ περ ματαιότης εἴη τὰ πάντα. ἀλλ᾽ ἐπειδὴ διπλῆ μέν ἐστιν ἡ τοῦ ἀνθρώπου κατασκευή, ψυχῆς σώματι συνδραμούσης, μεμέρισται δὲ καταλλήλως ἑκατέρῳ τῶν ἐν ἡμῖν θεωρουμένων τὸ τῆς ζωῆς εἶδος· ἄλλη γὰρ ψυχῆς καὶ ἑτέρα σώματός ἐστι ζωή· ἡ μὲν γὰρ θνητὴ καὶ ἐπίκηρος, ἡ δὲ ἀπαθὴς καὶ ἀκήρατος, καὶ αὕτη μὲν εἰς τὸ παρὸν βλέπει μόνον, τῆς δὲ ὁ σκοπὸς εἰς τὸ διηνεκὲς παρατείνεται· ἐπεὶ οὖν πολλὴ διαφορὰ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τοῦ προσκαίρου πρὸς τὸ ἀΐδιον, πρὸς τοῦτο φέρει τοῦ ἐκκλησιαστοῦ ἡ φωνὴ τὸ μὴ δεῖν πρὸς τὴν αἰσθητὴν ταύτην βλέπειν ζωήν, ἥτις συγκρινομένη τῇ ὄντως ζωῇ ἀνύπαρκτός τις καὶ ἀνυπόστατός ἐστιν.

Ἀλλ᾽ οὐδὲν ἧττον εἴποι τις ἂν μὴ ἔξω τῆς τοῦ δημιουργοῦ κατηγορίας καὶ τοῦτον εἶναι τὸν λόγον, διότι παρ᾽ αὐτοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥστε εἰ ἡ διὰ σαρκὸς κατηγορεῖται ζωή, σαρκὸς δὲ ποιητὴς ὁ θεός, εἰς ἐκεῖνον 〈ἂν〉 ἀναγκαίως ἡ τοιαύτη μέμψις τὴν ἀναφορὰν ἔχοι. ἀλλὰ ταῦτα μὲν ἐρεῖ πάντως ὁ μήπω τῆς σαρκὸς ἔξω γενόμενος μηδὲ ἀκριβῶς πρὸς τὴν ὑψηλοτέραν διακύψας ζωήν. ἐπεὶ ὅ γε πεπαιδευμένος τὰ θεῖα μυστήρια οὐκ ἀγνοεῖ πάντως, ὅτι οἰκεία μὲν καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστὶν ἡ ζωὴ ἡ πρὸς τὴν θείαν φύσιν ὡμοιωμένη, ἡ δὲ αἰσθητικὴ ζωὴ ἡ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας διεξαγομένη ἐπὶ τούτῳ τῇ φύσει δέδοται, ἐφ᾽ ᾧτε τὴν τῶν φαινομένων γνῶσιν ὁδηγὸν γενέσθαι τῆς ψυχῆς πρὸς τὴν τῶν ἀοράτων ἐπίγνωσιν, καθώς φησιν ἡ Σοφία ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν πάντων γενεσιουργὸν καθορᾶσθαι. ἡ δὲ ἀνθρωπίνη ἀβουλία οὐ τὸ διὰ τῶν φαινομένων θαυμαζόμενον εἶδεν ἀλλ᾽ ὃ εἶδεν ἐθαύμασεν. ἐπεὶ οὖν πρόσκαιρός τε καὶ ὠκύμορος ἡ τῶν αἰσθητηρίων ἐνέργεια, τοῦτο μανθάνομεν διὰ τῆς ὑψηλῆς ταύτης φωνῆς, ὅτι ὁ πρὸς ταῦτα βλέπων βλέπει οὐδέν.

ὁ δὲ διὰ τούτων πρὸς τὴν τοῦ ὄντος κατανόησιν ὁδηγούμενος καὶ διὰ τῶν παρατρεχόντων τὴν στάσιμον φύσιν κατανοήσας καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος ἐν περινοίᾳ γενόμενος εἶδέ τε τὸ ὄντως ὂν ἀγαθὸν καὶ ὃ εἶδεν ἐκτήσατο· κτῆσις γάρ ἐστι τοῦ ἀγαθοῦ τούτου ἡ εἴδησις.

Τίς γὰρ περισσεία, φησί, τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; τὴν ἐν τῷ σώματι ζωὴν προσηγόρευσε μόχθον ἐπὶ μηδενὶ κατορθώματι ἀκερδῶς σπουδαζόμενον. Τίς γάρ, φησί, περισσεία τῷ ἀνθρώπῳ; τοῦτ᾽ ἔστι, τί περιγίνεται τῇ ψυχῇ διὰ τοῦ βιωτικοῦ μόχθου τοῖς πρὸς τὸ φαινόμενον ζῶσιν; ἐν τίνι δὲ καὶ ἔστιν ἡ ζωὴ ἢ τί μένει τῶν φαινομένων καλῶν ἐν ταὐτότητι; ἥλιος περιέρχεται τὸν ἴδιον δρόμον λάμπων ἀνὰ μέρος καὶ σκοτιζόμενος, φωτίζων τε τὸν ὑπερκείμενον ἡμῖν ἀέρα, ὅταν ὑπὲρ γῆς ἑαυτὸν δείξῃ, καὶ σκότος διὰ τῶν δυσμῶν ἐφελκόμενος. ἕστηκε δὲ ἡ γῆ καὶ μένει ἐν τῷ παγίῳ ἀκίνητος, καὶ τὸ ἑστὼς οὐ κινεῖται, καὶ οὐχ ἵσταται τὸ κινούμενον, πάντα δὲ διὰ τῶν αὐτῶν ἐν παντὶ τῷ χρονικῷ διαστήματι δείκνυται, κατ᾽ οὐδὲν διὰ τῆς πρὸς τὸ καινότερον μεταβολῆς ἀλλασσόμενα. δοχεῖόν ἐστι τῶν πανταχόθεν συρρεόντων ὑδάτων ἡ θάλασσα, καὶ οὔτε ἡ σύρροια λήγει οὔτε ἡ θάλασσα αὔξεται. τίς ὁ σκοπὸς τοῦ δρόμου τοῖς ὕδασιν ἀεὶ πληροῦσι τὸ μὴ πληρούμενον; ἐπὶ τίνι δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, ἀναυξὴς διὰ τῆς προσθήκης εἰς ἀεὶ διαμένουσα; ταῦτα λέγει, ἵνα ἐξ αὐτῶν τῶν στοιχείων, ἐν οἷς ἐστιν ἡ ζωὴ τῶν ἀνθρώπων, προερμηνεύσῃ τῶν ἐν ἡμῖν σπουδαζομένων τὸ ἀνυπόστατον.

εἰ γὰρ ὁ συντεταμένος οὗτος τοῦ ἡλίου δρόμος ὅρον οὐκ ἔχει οὔτε ἡ ἀνὰ μέρος φωτός τε καὶ σκότους διαδοχὴ στάσιν ἐκδέχεται ἥ τε γῆ καταδεδικασμένη τὴν στάσιν μένει ἐν τῷ παγίῳ ἀκίνητος, ἀνήνυτα δὲ μοχθοῦσιν οἱ ποταμοὶ τῇ ἀπλήστῳ φύσει τῆς θαλάσσης ἐνδαπανώμενοι, μάτην δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, εἰς οὐδὲν πλέον ὑπολαμβάνουσα τοῖς κόλποις τὸ διὰ παντὸς εἰσχεόμενον· εἰ ταῦτα ἐν τούτοις ἐστίν, ἐν τίσιν εἰκὸς τὸ ἀνθρώπινον εἶναι, ὃ ἐν τούτοις τὴν ζωὴν ἔχει, καὶ τί ξενιζόμεθα, εἰ Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ οὐκ ἐπιλείπει τὴν φύσιν οὗτος ὁ δρόμος, τῆς ἀεὶ ἐπεισιούσης γενεᾶς τῶν ἀνθρώπων τό τε προεισελθὸν ἐξωθούσης καὶ ὑπὸ τοῦ ἐπεισιόντος ἐξωθουμένης;

Τί οὖν βοᾷ διὰ τούτων τῇ ἐκκλησίᾳ ὁ λόγος; ὅτι, ὦ ἄνθρωποι, εἰς τὸ πᾶν ἀποβλέποντες τὴν ἑαυτῶν φύσιν νοήσατε. ἃ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν βλέπεις, ἃ ἐν τῷ ἡλίῳ καθορᾷς, ἃ ἐν τῇ θαλάσσῃ κατανοεῖς, ταῦτά σοι καὶ τὴν σὴν φύσιν ἑρμηνευέτω. ἔστι γάρ τις καθ᾽ ὁμοιότητα τοῦ ἡλίου καὶ τῆς φύσεως ἡμῶν ἀνατολή τε καὶ δύσις. μία ὁδὸς τοῖς πᾶσιν, εἷς ὁ κύκλος τῆς τοῦ βίου πορείας. ὅταν διὰ γενέσεως ἀνατείλωμεν, πάλιν εἰς τὸ συγγενὲς χωρίον ἡμῶν καθελκόμεθα. τῆς γὰρ ζωῆς ἡμῖν ἐπιδυείσης, ὑπόγειον καὶ τὸ ἡμέτερον γίνεται φέγγος, ὅταν ἡ ἀντιληπτικὴ τοῦ φωτὸς αἴσθησις γῆ γένηται· πάντως δὲ ἡ γῆ πρὸς τὸ συγγενὲς ἀναλύεται, καὶ οὗτος κύκλος τίς ἐστι διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος. καθάπερ ἐπὶ τοῦ ἡλίου φησὶν ὁ λόγος, ὅτι ἀνατέλλων μὲν κατὰ τὸ ἄνω τῆς γῆς μέρος τοῖς νοτίοις ἐνδιοδεύει, ὑπόγειος δὲ κατὰ τὸ ἀντικείμενον τὸ βόρειον ὑπέρχεται μέρος καὶ τοῦτον τὸν τρόπον εἰς ἀεὶ περιοδεύων κυκλοῖ τὸν ἑαυτοῦ δρόμον καὶ πάλιν ἀνακυκλῶν περιέρχεται· Κυκλοῖ γάρ, φησί, κυκλῶν· οὕτω τοίνυν καὶ τὸ σὸν πορεύεται πνεῦμα (ἀπὸ μέρους ἅπαν ὀνομάζων τὸ ἀνθρώπινον πνεῦμα), τὴν ἐγκύκλιον ταύτην διὰ τῶν ὁμοίων περιτρέχον φοράν.

Πορεύεται γάρ, φησί, τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. ὁ δὲ ταῦτα κατανοήσας οὐκ ἂν μικρὰ πρὸς τὸν ἑαυτοῦ βίον ὠφεληθείη. τί λαμπρότερον τοῦ φωτός; τί τῶν ἀκτίνων φανότερον; ἀλλ᾽ ὅμως εἰ ὑπὸ γῆν ὁ ἥλιος ἔλθοι, κρύπτεται τὸ φέγγος καὶ ἡ ἀκτὶς ἀφανίζεται.

Πρὸς ταῦτά τις βλέπων σωφρονέστερον τὸν ἑαυτοῦ παρερχέσθω βίον, καταφρονῶν τῆς ὧδε περιφανείας, μαθὼν ἐκ τῶν ὁρωμένων, ὅτι οὐ διαρκεῖ πρὸς τὸ διηνεκὲς τὸ ἐπίσημον, ἀλλ᾽ ἀγχίστροφοί εἰσιν αἱ τῶν ἐναντίων διαδοχαί· μένει δὲ οὐδὲν εἰς ἀεὶ τοιοῦτον, οἷον ἐν τῷ παρόντι ἐστίν, οὐ νεότης, οὐ κάλλος, οὐχ ἡ ἐκ τῶν δυναστειῶν περιφάνεια. καὶ ταῦτα μὲν τοῖς ἐν εὐκληρίᾳ τινὶ ζῶσιν· ὅσοις δὲ ἐπίπονος ὁ πρὸς ἀρετὴν δοκεῖ βίος, τῷ τῆς γῆς ὑποδείγματι πρὸς τὸ ἐγκαρτερεῖν τοῖς δεινοῖς ἡ ψυχὴ παιδοτριβείσθω. Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. τί μοχθηρότερον τῆς ἀκινήτου ταύτης παγιότητος; καὶ ὅμως παρατείνεται μέχρις αἰῶνος ἡ στάσις. σὺ δέ, ᾧ ὀλίγος ὁ τῆς ἀθλήσεως χρόνος, μὴ γίνου τῆς γῆς ἀψυχότερος, μὴ γίνου τῶν ἀναισθήτων ἀνοητότερος ὁ λογισμὸν εἰληχὼς καὶ λόγῳ πρὸς τὴν ζωὴν διοικούμενος, ἀλλὰ Μένε, καθώς φησιν ὁ ἀπόστολος, ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, ἐν ἑδραίᾳ καὶ ἀμετακινήτῳ τῇ στάσει. ἐπεὶ καὶ τοῦτο τῶν θείων παραγγελμάτων ἐστί, τὸ ἑδραῖοι καὶ ἀμετακίνητοι γίνεσθε, ἄσειστος ἔν σοι μενέτω ἡ σωφροσύνη, παγία ἡ πίστις, ἀμετάθετος ἡ ἀγάπη, ἀκίνητος ἡ ἐν παντὶ καλῷ στάσις, ὡς ἂν καὶ ἡ ἔν σοι γῆ εἰς τὸν αἰῶνα ἑστήκοι.

εἰ δέ τις κεχηνὼς πρὸς τὴν πλεονεξίαν καθάπερ τινὰ θάλασσαν τὴν ἀμετρίαν τῆς ἐπιθυμίας ἁπλώσας πρὸς τὰ πανταχόθεν εἰσρέοντα κέρδη ἀπλήστως ἔχοι, οὗτος πρὸς τὴν ὄντως θάλασσαν βλέπων θεραπευέσθω τὴν νόσον. ὡς γὰρ ἐκείνη τὸ ἑαυτῆς οὐ παρέρχεται μέτρον ἐν ταῖς μυρίαις τῶν ὑδάτων ἐπιρροαῖς, ἀλλ᾽ ἐν τῷ ἴσῳ διαμένει πληρώματι, καθάπερ οὐδεμιᾶς αὐτῇ γινομένης ἐξ ὑδάτων προσθήκης, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις 〈τοῖς〉 ἰδίοις μέτροις ἐν τῇ ἀπολαύσει τῶν προσιόντων διειλημμένη συμπλατῦναι τῷ πλήθει τῶν προσόδων τὴν ἀπολαυστικὴν λαιμαργίαν οὐ δύναται, ἀλλὰ τὸ μὲν εἰσρέον οὐ παύεται, ἡ δὲ τῆς ἀπολαύσεως δύναμις ἐν τῷ ἰδίῳ ὅρῳ φυλάσσεται. εἰ οὖν ἡ ἀπόλαυσις πλεονάσαι οὐ δύναται παρὰ τὸ μέτρον τῆς φύσεως, εἰς τί τὰς τῶν προσόδων ἐπιρροὰς ἐφελκόμεθα, οὐδέποτε πρὸς εὐποιΐαν ἄλλων ἐκ τῶν ἐπεισιόντων ὑπερχεόμενοι; ἐπεὶ δὲ κατὰ τὸν ἀποδοθέντα ἡμῖν τῆς ματαιότητος λόγον ἢ τὸ ἀνόητον ῥῆμα ἢ τὸ ἀνόνητον πρᾶγμα ματαιότης ἐστίν, καλῶς ἐκεῖθεν τοῦ λόγου ἄρχεται, ὡς ἂν μήτε τι τῶν γινομένων μήτε τι τῶν λεγομένων, εἴ τι πρὸς τὸν ὧδε βλέπει σκοπόν, ὡς ὑφεστὼς λογισώμεθα.

πᾶσα γὰρ ἀνθρώπων σπουδὴ πρός τι τῶν παρὰ τὸν βίον ἀσχολουμένη νηπίων ἄντικρύς ἐστι τὰ ἐπὶ ψάμμων ἀθύρματα, οἷς ἡ τῶν γινομένων ἀπόλαυσις τῇ περὶ τὰ γινόμενα σπουδῇ συναπέληξεν· ἅμα τε γὰρ τοῦ πονεῖν ἐπαύσαντο, καὶ ἡ ψάμμος πρὸς ἑαυτὴν συρρυεῖσα οὐδὲν ἴχνος τῶν πεπονημένων τοῖς παισὶν ὑπελείπετο.

Τοῦτό ἐστιν ὁ ἀνθρώπινος βίος, ψάμμος ἡ φιλοτιμία, ψάμμος ἡ δυναστεία, ψάμμος ὁ πλοῦτος, ψάμμος ἕκαστον τῶν κατὰ σπουδὴν διὰ σαρκὸς ἀπολαυομένων· ἐν οἷς νῦν αἱ νηπιώδεις ψυχαὶ τοῖς ἀνυποστάτοις ἐμματαιάζουσαι καὶ πολλοὺς περὶ ἕκαστον τούτων ὑπομένουσαι πόνους, εἰ μόνον ἀπολείποιεν τὸ τῆς ψάμμου χωρίον, τὴν ἐν σαρκὶ λέγω ζωήν, τότε τὸ μάταιον τῆς ὧδε διατριβῆς ἐπιγνώσονται· τῷ γὰρ ὑλικῷ βίῳ καὶ ἡ ἀπόλαυσις συναπέμεινεν, ἐφέλκονται δὲ μεθ᾽ ἑαυτῶν οὐδὲν ὅτι μὴ τὴν συνείδησιν μόνην. ὡς μοι δοκεῖ καὶ ὁ μέγας ἐκκλησιαστὴς ὥσπερ ἤδη ἔξω τούτων γενόμενος καὶ γυμνῇ τῇ ψυχῇ τῆς ἀΰλου ζωῆς ἐπιβατεύων ἐκεῖνα εἶπεν, ἃ εἰκός ποτε καὶ ἡμᾶς εἰπεῖν, ὅταν ἔξω τοῦ παραλίου τούτου τόπου γενώμεθα, περὶ ὃν ἡ ψάμμος ἐστὶν ἡ ὑπὸ τῆς τοῦ βίου θαλάσσης ἐκπτυομένη, καὶ πάντων χωρισθῶμεν τῶν περικτυπούντων ἡμᾶς καὶ καταβομβούντων κυμάτων, ἐκ τῆς νοηθείσης θαλάσσης μόνον τὴν μνήμην τῶν ὧδε σπουδασθέντων ἐπαγόμενοι, λέγων τὸ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ τὸ Τίς περισσεία τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον. ὄντως γάρ, κατά γε τὸν ἐμὸν λόγον, πάσης ἐστὶ ψυχῆς οὗτος ὁ λόγος, ὅταν γυμνωθεῖσα τῶν τῇδε πρὸς τὸν ἐλπιζόμενον μετοικισθῇ βίον.

εἴτε γάρ τι τῶν ὑψηλοτέρων ἐν τῇ ζωῇ ταύτῃ κατώρθωσε, κατηγορεῖ τούτου, ἐν ᾧ ἦν, τῇ πρὸς τὸ εὑρεθὲν συγκρίσει τὸ παρελθὸν ἀτιμάζουσα· εἴτε καὶ προσπαθῶς περὶ τὴν ὕλην διατεθεῖσα ἴδοι τὰ ἀπροσδόκητα καὶ τῇ πείρᾳ μάθοι τῶν σπουδασθέντων παρὰ τὸν βίον αὐτῇ τὸ ἀνόνητον, τότε θρηνοῦσα τὴν φωνὴν ταύτην προήσεται, οἷα δὴ ποιοῦμεν ἐκ μεταμελείας οἱ ἄνθρωποι τὰς ἀβουλίας ἑαυτῶν ἐν τοῖς ὀλοφυρμοῖς διηγούμενοι, τὸ Ματαιότης ματαιοτήτων καὶ τὰ λειπόμενα.

Πάντες οἱ λόγοι, φησίν, ἔγκοποι, καὶ οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. καὶ μὴν οὐδὲν ἐκ τοῦ προχείρου νομίζεται τοῦ λαλεῖν εὐκολώτερον. τίς γάρ ἐστι κόπος τῷ λαλοῦντι ὅ τί τις βούλεται; ὑγρὰ ἡ γλῶσσα καὶ εὔστροφος καὶ πρὸς ὅτιπερ ἂν ἐθέλῃ ῥημάτων εἶδος ἀπόνως ἑαυτὴν σχηματίζουσα· ἀκώλυτος ἡ ὁλκὴ τοῦ ἀερίου πνεύματος, ᾧ συγκεχρημένη τοὺς φθόγγους ἐργάζεται· ἄλυπος ταῖς παρειαῖς ἡ ὑπουργία καὶ τοῖς χείλεσιν ἅμα ἡ πρὸς τὴν ἐκφώνησιν τοῦ λεγομένου συνεργία. τίνα οὖν ἐνορᾷ κόπον τῷ λόγῳ, τοῦ σωματικοῦ πόνου μὴ ποιοῦντος τῷ λόγῳ τὸν κόπον; οὐ γὰρ γῆν σκάπτοντες ἢ πέτρας ἀνακυλίοντες ἢ ἐπὶ τῶν ὤμων ἀχθοφοροῦντες ἢ ἄλλο τι τῶν ἐπιπόνων κατεργαζόμενοι τὸν λόγον διεξοδεύομεν, ἀλλὰ τὸ συστὰν ἐν ἡμῖν νόημα διὰ φωνῆς ἐκκαλυφθὲν λόγος ἐγένετο. ἀλλ᾽ ἐπειδὴ ὁ τοιοῦτος λόγος κόπον οὐκ ἔχει, νοητέον ἂν εἴη, τίνες οἱ κοπιῶντες λόγοι, οὓς οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. Οἱ πρεσβύτεροι, φησί, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ. πρεσβύτερος δὲ κατὰ τὴν κοινὴν συνήθειαν ὁ ἐκβὰς τὴν ἄτακτον ἡλικίαν καὶ ἐν γηραιᾷ καταστάσει γενόμενος λέγεται, ὡς εἴ γέ τις ἀστατοίη τῷ λογισμῷ καὶ ἐν ἀταξίᾳ τὸν βίον ἔχοι, οὔπω πρεσβύτερος ὁ τοιοῦτος, κἂν ἐν πολιᾷ τύχῃ φαινόμενος, ἀλλ᾽ ἔτι ἀνήρ.

οὐκοῦν οἱ λόγοι, οἵ γε ἀληθῶς λόγοι, οἱ πρὸς τὸ ψυχωφελές τε καὶ χρήσιμον τῶν ἀνθρώπων γινόμενοι, οὗτοι πλήρεις ἱδρώτων εἰσὶ καὶ πόνων καὶ πολὺν ἐπάγονται κόπον, ἵνα γένωνται λόγοι. τὸν γὰρ κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, φησὶν ὁ τῶν τοιούτων λόγων τεχνίτης, ὡς δέον μὴ ῥῆμα νοεῖσθαι τὸν λόγον, ἀλλὰ τὴν ἐν τοῖς ἔργοις ἀρετὴν εἰς διδασκαλίαν βίου τοῖς ὁρῶσιν προτιθεμένην ἀντὶ λόγου γίνεσθαι τοῖς διδασκομένοις. πάντες οὖν οἱ τοιοῦτοι λόγοι ἔγκοποι, τῶν τὴν ἀρετὴν ὑφηγουμένων πρῶτον ἐν ἑαυτοῖς κατορθούντων, ἅπερ διδάσκουσι. τοῦτο γάρ ἐστι τὸ δεῖν πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ὧν πρὸ τῶν ἄλλων ἑαυτοῖς διὰ τῆς ἀρετῆς γεωργοῦμεν.

Ἢ τάχα καὶ τὸ ἀσθενὲς τῆς λογικῆς φύσεως διερμηνεύει ὁ λόγος. ἐπειδὰν γὰρ ἔξω γενομένη τῶν αἰσθητηρίων, ἃ δὴ ματαιότης ὠνόμασται, καὶ εἰς τὴν τῶν ἀοράτων θεωρίαν διαδυεῖσά πως ἡ διάνοια τῷ λόγῳ παραστῆσαι τὸ νοηθὲν ἐγχειρήσῃ, τότε πολὺς γίνεται κόπος τῷ λόγῳ, τῆς ἑρμηνευτικῆς ταύτης φωνῆς μηδεμίαν μηχανὴν ἐξευρισκούσης περὶ τὴν τῶν ἀνεκφωνήτων σαφήνειαν. οὐρανὸν ὁρῶμεν, τὰς τῶν φωστήρων αὐγὰς τῇ αἰσθήσει δεχόμεθα, γῆς ἐπιβεβήκαμεν, τὸν ἀέρα τῷ στόματι ἕλκομεν, τῷ ὕδατι πρὸς τὸ δοκοῦν τῇ φύσει κεχρήμεθα, τὸ πῦρ εἰς κοινωνίαν βίου παραδεχόμεθα· κἄν τι περὶ τούτων ἐννοῆσαι θελήσωμεν τί τῶν φαινομένων ἕκαστον πέφυκε τῷ τῆς οὐσίας λόγῳ ἢ ὅπως τὴν ὑπόστασιν ἔσχεν, Οὐ δυνήσεται ἀνὴρ τοῦ λαλῆσαι, κἂν ὑπὲρ τοὺς ἄλλους ὢν τύχῃ, πάσης καταληπτικῆς ἐπιστήμης πρὸς τὴν τῶν ἀνεφίκτων ἐξαγόρευσιν ἀτονούσης. εἰ δὴ ὁ περὶ τούτων λόγος κόπος ἐστὶ ὑπερβαίνων τὴν ἀνθρωπίνην τοῦ λαλεῖν δύναμίν τε καὶ φύσιν, τί ἄν τις εἴποι πάσχειν τοὺς περὶ αὐτοῦ τοῦ λόγου λόγους ἢ τοῦ πατρὸς τοῦ λόγου;

ἦ που πᾶσα ὑψηγορία τε καὶ μεγαλοφωνία ἀφασία τίς ἐστι καὶ σιωπή, εἰ πρὸς τὴν ἀληθῆ τοῦ ζητουμένου σημασίαν κρίνοιτο, ὡς τοῦτο μόνον ἐπ᾽ αὐτοῦ τὸ ῥῆμα κυρίως εἰπεῖν, ὅτι κἂν πάντας κινήσῃ τις λογισμοὺς καὶ μηδὲν ἐλλίπῃ τῶν θεοπρεπῶν νοημάτων, εἰ πρὸς αὐτὴν τὴν ἀξίαν τοῦ προκειμένου κρίνοιτο ἡ φωνή, ὅπερ ἂν εἴπῃ, λόγος οὐκ ἔστιν· οὐ γὰρ δυνήσεται ἄνθρωπος τοῦ λαλεῖν. οὐ γὰρ τὴν δι᾽ ὀφθαλμῶν ἐγγινομένην τῇ ψυχῇ περὶ τὸ φαινόμενον θεωρίαν ἡ ὄψις ἔστησεν, ἀλλ᾽ ἀεὶ βλέποντες ὡς μηδέπω ἑωρακότες ἔτι ἐν ἀγνοίᾳ τὸ διὰ τῆς αἰσθήσεως λαμβανόμενον ἔχομεν. διαβῆναι γὰρ τὸ χρῶμα ἡ ὄψις οὐ δύναται, ἀλλ᾽ ἔχει μέτρον τῆς ἰδίας ἐνεργείας τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὄντων αὐτῇ προφαινόμενον. διό φησιν· Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως· ὧν ἡ ἀκουστικὴ δύναμις δεχομένη τὸν περὶ ἑκάστου λόγον πληροῦσθαι φύσιν οὐκ ἔχει. οὐδεὶς γὰρ εὑρεθήσεται λόγος διαλαμβάνων δι᾽ ἀκριβείας ἐν ἑαυτῷ τὸ ζητούμενον. πῶς οὖν πλησθήσεται ἀκοὴ τῆς περὶ τῶν ζητουμένων ἀκροάσεως, τοῦ πληροῦντος οὐκ ὄντος;

Εἶτα μετὰ τοὺς λόγους τούτους αὐτὸς ἑαυτὸν ἐρωτᾷ καὶ ἑαυτῷ ἀποκρίνεται. ἐρωτήσας γάρ· Τί τὸ γεγονός; αὐτό, φησί, τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτό, φησί, τὸ ποιηθησόμενον. τί οὖν βούλεται τὸ ἐρώτημα; ὡς ἐξ ἀκολουθίας ἡμῶν πρὸς αὐτόν, ἀφ᾽ ὧν μεμαθήκαμεν, ἀντιτιθέντων καὶ λεγόντων· εἰ τὰ πάντα ματαιότης, δῆλον ὅτι οὐδὲ γέγονεν ἕν τι τούτων, ἃ οὐχ ὑφέστηκε· τὸ γὰρ μάταιον πάντως ἀνύπαρκτον, τὸ δὲ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο. εἰ δὴ ταῦτα οὐκ ἔστιν, εἰπὲ τί ἐστι τὸ γενόμενον, ὃ ἐν τῷ εἶναι μενεῖ; συντόμως οὖν αὐτῷ γέγονε πρὸς τὸ ἐρωτηθὲν ἡ ἀπόκρισις· βούλει γνῶναι, τί ἐστι τὸ γενόμενον; νόησον, τί ἐστι τὸ ἐσόμενον, καὶ ἐπιγνώσῃ ὃ γέγονε. τοῦτο δέ ἐστι τὸ νόησόν μοι, φησίν, ὦ ἄνθρωπε, οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας. εἰ κατὰ πάντα διὰ τῶν ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων, εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμάτων τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας, τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; οἵαν σεαυτῷ περιθήσεις μορφήν; ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς, ἐδιδάχθης τὸ ἐν τοῖς πρώτοις γενόμενον, ὅ γε ἀληθῶς ἐστι γενησόμενον, τὸ Κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. καὶ ποῦ νῦν ἐκεῖνό ἐστιν, ἐρῶ πρὸς τὸν ταῦτα διδάσκοντα, ὅ ποτε γέγονε καὶ εἰς ὕστερον αὖθις ἐλπίζεται, νῦν δὲ οὐκ ἔστιν;

ἀλλ᾽ ἀποκρίνεται πάντως τὸν αὐτὸν λόγον ἡμῖν ὁ τὰ ὑψηλὰ παιδεύων, ὅτι διὰ τοῦτο τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστι. Καὶ τί, φησί, τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. μηδεὶς τῶν ἀκουόντων πολυλογίαν οἰέσθω καὶ ματαίαν τινὰ ῥημάτων ἐπανάληψιν ἐν τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου. δείκνυσι γὰρ δι᾽ ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν. γέγονεν ἡ ψυχὴ καὶ τὸ σῶμα πεποίηται. οὐκ ἐπειδὴ ἄλλο τι καὶ ἄλλο σημαίνει τῶν ῥημάτων ἡ ἔμφασις, τῇ διαφορᾷ ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ᾽ ἑκατέρου τῶν σημαινομένων ὁ λόγος, ἀλλ᾽ ἵνα σοι δῷ τὰ πρόσφορα περὶ ἑκατέρου λογίζεσθαι. ἐκεῖνο κατ᾽ ἀρχὰς γέγονεν ἡ ψυχή, ὃ εἰς ὕστερον καθαρθεῖσα πάλιν ἀναφανήσεται· ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ θεοῦ τὸ σῶμα πλασσόμενον, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις· ὁποῖον γὰρ ἂν μετὰ τὴν ἀνάστασιν ἴδοις, τοιοῦτον πάντως παρὰ τὴν πρώτην πεποίηται. οὐδὲ γὰρ ἄλλο τι ἐστιν ἡ ἀνάστασις, εἰ μὴ πάντως ἡ εἰς τὸ ἀρχαῖον ἀποκατάστασις.

Διὸ τούτοις ἐπάγει καὶ τὸ ἀκόλουθον λέγων, ὅτι ἔξω τοῦ ἀρχαίου ἐστὶν οὐδέν. Οὐκ ἔστι γάρ, φησί, πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὡς ἂν εἰ ἔλεγεν, ὅτι εἴ τι μὴ κατὰ τὸ ἀρχαῖόν ἐστιν, οὐδὲ ἔστιν ὅλως, ἀλλὰ νομίζεται. οὐ γὰρ ἔστι, φησί, πρόσφατόν τι ὑπὸ τὸν ἥλιον, ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν ἐπιγενομένων, ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι ὑφέστηκεν. αὕτη τῶν εἰρημένων ἐστὶν ἡ διάνοια, ἡ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον· Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃς λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστι. καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις διὰ τῶν ἐφεξῆς λόγων· εἴ τι ἀληθῶς, φησί, γέγονεν, ἐκεῖνό ἐστιν, ὃ ἐν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ ἡμῶν. ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ τὰ ῥήματα τῆς γραφῆς οὕτως ἔχοντα· Ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γεγονόσιν ἀπὸ ἔμπροσθεν ἡμῶν. εἰ δὲ ἐπεκράτησε λήθη τῶν γενομένων, θαυμάσῃς μηδέν· καὶ γὰρ τὰ νῦν ὄντα λήθῃ συγκαλυφθήσεται. ὅτε γὰρ πρὸς κακίαν ἡ φύσις ἔρρεψε, ἐν λήθῃ τῶν ἀγαθῶν ἐγενόμεθα· ὅταν γένηται πρὸς τὸ ἀγαθὸν αὖθις ἡμῖν ἡ ἀνάλυσις, πάλιν τὸ κακὸν λήθῃ συγκαλυφθήσεται.

ταύτην γὰρ οἶμαι τὴν διάνοιαν ἐν τοῖς εἰρημένοις εἶναι, ἐν οἷς φησιν· Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη, ὡς ἂν εἰ ἔλεγεν, ὅτι τῶν ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν, δι᾽ ὧν ἐν κακοῖς γέγονε τὸ ἀνθρώπινον, ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα· Οὐκ ἔσται γὰρ αὐτῶν μνήμη μετὰ τῶν γενομένων εἰς τὴν ἐσχάτην, τουτέστιν ἡ ἐσχάτη κατάστασις ἀφανισμὸν παντελῆ τῆς τῶν κακῶν μνήμης ἐμποιήσει τῇ φύσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.