Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Γ': Η ματαιότητα της υλικής πολυτέλειας και η πνευματική οικοδομή

Κριτική της χλιδής, των εντυπωσιακών οικοδομημάτων και των επίγειων παραδείσων. Αντιπαραβολή με την ανάγκη καλλιέργειας των αρετών και τον αληθινό καλλωπισμό της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

ΟΜΙΛΙΑ Γʹ Τί μετὰ τοῦτο ἡμᾶς ἡ ἐκκλησιαστικὴ διδάσκει φωνή, καιρὸς ἂν εἴη διερευνήσασθαι. μεμαθήκαμεν ἐν πρώτοις, ἃ μεμαθήκαμεν, ὅτι ὁ πᾶσαν ἐκκλησιάζων τὴν κτίσιν καὶ τὰ ἀπολωλότα ζητῶν καὶ τὰ πεπλανημένα συναθροίζων εἰς ἕν, οὗτος ἐπισκέπτεται τὸν ἐπίγειον βίον. ἐπίγειον γάρ ἐστι τὸ ὑπουράνιον, ὅπερ ὁ λόγος τὸ ὑπὸ τὸν οὐρανὸν ὀνομάζει, ἐν ᾧ κατακρατεῖ ἡ ἀπάτη καὶ ἡ ματαιότης καὶ τὸ ἀνύπαρκτον. ἐν δὲ τῇ δευτέρᾳ μεμαθήκαμεν ἐξηγήσει τὸ ἐκ προσώπου τοῦ Σολομῶντος γίνεσθαι τὴν κατηγορίαν τῆς ἀπολαυστικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως, ὡς ἂν ἡμῖν ἀξιόπιστος γένοιτο ἡ τῶν τοιούτων ἀθέτησις, τοῦ κατὰ πᾶσαν ἐξουσίαν τὸ πρὸς ἡδονὴν εἰς ἀπόλαυσιν ἔχοντος καὶ πάντα τὰ δοκοῦντα παρὰ τοῖς ἀνθρώποις σπουδάζεσθαι ἀντ᾽ οὐδενὸς διαπτύοντος.

Τί τοίνυν κατὰ τὸ ἀκόλουθον ἐπὶ τοῦ παρόντος ἐκ τρίτου μανθάνομεν; ὃ πάντων μάλιστα οἶμαι κατάλληλον εἶναι τοῖς ἐκκλησιάζουσι μάθημα, λέγω δὲ τὴν περὶ τῶν μὴ κατὰ λόγον γεγενημένων ἐξομολόγησιν, ἣ τὸ τῆς αἰσχύνης ἐμποιεῖ τῇ ψυχῇ πάθος διὰ τῆς τῶν ἀτόπων ἐξαγορεύσεως. ἔοικε γὰρ μέγα τι καὶ ἰσχυρὸν πρὸς τὴν τῆς ἁμαρτίας ἀποφυγὴν ὅπλον εἶναι ἡ ἐναποκειμένη τοῖς ἀνθρώποις αἰδώς, εἰς αὐτὸ τοῦτο, οἶμαι, παρὰ τοῦ θεοῦ ἐντεθεῖσα τῇ φύσει, ὡς ἂν ἡμῖν ἀποτροπὴ τῶν χειρόνων ἡ τοιαύτη τῆς ψυχῆς διάθεσις γένοιτο. συγγενῶς δὲ ἔχει πρὸς ἄλληλα καὶ οἰκείως τό τε κατὰ τὴν αἰδῶ καὶ τὸ κατ᾽ αἰσχύνην πάθος, δι᾽ ὧν ἀμφοτέρων ἡ ἁμαρτία κωλύεται, εἴπερ ἐθέλοι τις πρὸς τοῦτο χρήσασθαι τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. μᾶλλον γὰρ τοῦ φόβου πολλάκις ἡ αἰδὼς πρὸς τὴν ἀποφυγὴν τῶν ἀτόπων ἐπαιδαγώγησεν, ἀλλὰ καὶ ἡ αἰσχύνη ἡ ἐπακολουθοῦσα τοῖς ἐλέγχοις τοῦ πλημμελήματος ἱκανὴ δι᾽ ἑαυτῆς σωφρονίσαι τὸν ἁμαρτάνοντα πρὸς τὸ μὴ πάλιν ἐν τοῖς ὁμοίοις γενέσθαι. καὶ ἔστιν, ὡς ἄν τις ὅρῳ τὴν διαφορὰν αὐτῶν ὑπογράψειεν, αἰσχύνη μὲν ἐπιτεταμένη αἰδώς, αἰδὼς δὲ τὸ ἔμπαλιν ὑφειμένη αἰσχύνη. δείκνυται δὲ καὶ τῷ κατὰ πρόσωπον χρώματι ἡ τῶν παθῶν διαφορά τε καὶ κοινωνία.

ἡ μὲν γὰρ αἰδὼς ἐρυθήματι μόνῳ ἐπισημαίνεται, συμπαθόντος πως τῇ ψυχῇ τοῦ σώματος κατά τινα φυσικὴν συνδιάθεσιν καὶ τοῦ περικαρδίου θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τῆς ὄψεως ἀναζέσαντος, ὁ δὲ αἰσχυνθεὶς ἐπὶ τῇ φανερώσει τοῦ πλημμελήματος πελιδνὸς γίνεται καὶ ὑπέρυθρος, τοῦ φόβου τὴν χολὴν τῷ ἐρυθήματι μίξαντος. τὸ οὖν τοιοῦτον πάθος ἱκανὸν ἂν γένοιτο τοῖς προειλημμένοις τινὶ τῶν ἀτόπων εἰς τὸ μηκέτι ἐν τούτοις γενέσθαι, ὧν ἂν τὸν ἔλεγχον ἐν αἰσχύνῃ ποιήσωνται. εἰ δὴ ταῦτα οὕτως ἔχει καὶ δεόντως ὁ λόγος τοῦ πάθους κατεστοχάσατο, ὡς ἐπὶ φυλακῇ τῶν πλημμελημάτων τῆς τοιαύτης διαθέσεως ἐγγινομένης τῇ φύσει, καλῶς ἐστιν ἴδιον μάθημα τῆς ἐκκλησίας ἡγήσασθαι τὸ διὰ τῆς ἐξαγορεύσεως τῶν πεπλημμελημένων κατόρθωμα· ἔστι γὰρ διὰ τούτου τὴν ἑαυτοῦ ψυχὴν τῷ τῆς αἰσχύνης ὅπλῳ κατασφαλίσασθαι. ὥσπερ γὰρ εἴ τις ἐκ λαιμαργίας ἀμέτρου δυσπέπτους τινὰς χυμοὺς ἐν ἑαυτῷ συναγάγοι, εἶτα ἐν φλεγμονῇ γενομένου τοῦ σώματος τομῇ καὶ καυτῆρι θεραπευθεὶς τὴν νόσον καθάπερ τινὰ παιδαγωγὸν πρὸς τὴν εὐταξίαν ἔχοι τοῦ ἐφεξῆς βίου τὴν οὐλὴν τοῦ καυτῆρος ἐπὶ τοῦ σώματος βλέπων, οὕτως ὁ στηλιτεύσας ἑαυτὸν διὰ τῆς τῶν κρυφίων ἐξαγορεύσεως τῇ μνήμῃ τοῦ κατ᾽ αἰσχύνην πάθους πρὸς τὸν ἐφεξῆς παιδαγωγηθήσεται βίον.

Ταῦτα τοίνυν ἐστίν, ἃ διὰ τῆς νῦν ἀναγνώσεως τῶν ἐν τῷ ἐκκλησιαστῇ γεγραμμένων ἡ ἐκκλησία παιδεύεται. λέγει γὰρ ἐλευθέρᾳ φωνῇ δημοσιεύων ἐκεῖνο καὶ ἐπὶ πάντων ἀνθρώπων καθάπερ τινὰ στήλην ἔγγραφον ἀνατιθεὶς τὴν τῶν γεγενημένων παρ᾽ αὐτοῦ ἐξαγόρευσιν, ἃ τοιαῦτά ἐστιν, ὡς τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν σιωπὴν εἶναι τοῦ λόγου ἐνδοξοτέραν. λέγει δέ· εἰ μὲν ἀληθῶς ταῦτα πεποιηκὼς ἢ διὰ τὴν ἡμετέραν ὠφέλειαν πλασσόμενος, ἐφ᾽ ᾧτε δι᾽ ἀκολούθου τὸν λόγον πρὸς τὸν σκοπὸν συμπερᾶναι, οὐκ ἔχω τοῦτο δι᾽ ἀκριβείας εἰπεῖν· λέγει δ᾽ οὖν ὅμως ταῦτα, οἷς οὐκ ἂν ὁ πρὸς ἀρετὴν βλέπων ἑκουσίως συνενεχθείη. ἀλλ᾽ εἴτε οἰκονομίας χάριν τὰ μὴ γενόμενα ὡς γεγονότα διέξεισι καὶ κατηγορεῖ ὡς ἐν πείρᾳ γενόμενος, ἵνα ἡμεῖς πρὸ τῆς πείρας τὴν τῶν κατηγορημένων ἐπιθυμίαν ἐκκλίνωμεν, εἴτε καὶ καθῆκεν ἑαυτὸν ἑκουσίως πρὸς τὴν τῶν τοιούτων ἀπόλαυσιν, ὥστε δι᾽ ἀκριβείας τὰ αἰσθητήρια ἑαυτοῦ καὶ διὰ τῶν ἐναντίων γυμνάσαι, προκείσθω κατ᾽ ἐξουσίαν τῷ βουλομένῳ, ἐφ᾽ ὅπερ ἂν ἐθέλῃ τὸν στοχασμὸν ἄγειν. εἰ δέ τις λέγοι τῷ ὄντι γεγενῆσθαι αὐτὸν ἐν τῇ τῶν ἡδέων πείρᾳ, οὕτως ὑπολαμβάνομεν.

καθάπερ γὰρ οἱ ἐπὶ τὸν βυθὸν τῆς θαλάσσης δυόμενοι καὶ διερευνῶντες ἐν τῷ πυθμένι τοῦ ὕδατος, εἴ πού τινα μαργαρίτην εὕροιεν ἤ τι ἄλλο τοιοῦτον τῶν ἐν βυθῷ τικτομένων, οἷς ἡδονὴν μὲν οὐδεμίαν ἡ ὑπὸ τὸ ὕδωρ ταλαιπωρία φέρει, ἡ δὲ τοῦ κέρδους ἐλπὶς βυθίους ἐποίησεν, οὕτως εἰ γέγονεν ὁ Σολομὼν ἐν τούτοις πάντως ὥσπερ τις τῶν κατὰ θάλασσαν πορφυρευόντων ἔδωκεν ἑαυτὸν τῇ τρυφῇ ὑποβρύχιον, οὐκ ἐφ᾽ ᾧτε καταπλησθῆναι τῆς θαλαττίας ἅλμης, ἅλμην δὲ λέγω τὴν ἡδονήν, ἀλλὰ τοῦ ζητῆσαί τι τῇ διανοίᾳ χρήσιμον ἐν τῷ τοιούτῳ βυθῷ. χρήσιμον δ᾽ ἂν εἴη διὰ τῶν τοιούτων εὑρισκόμενον, κατά γε τὸν ἐμὸν στοχασμόν, ἢ τὸ ἀμβλῦναι τὰς τοῦ σώματος ὁρμὰς διὰ τοῦ προθεῖναι κατ᾽ ἐξουσίαν ὃ βούλεται· πρὸς γὰρ τὸ κωλυόμενον φιλονεικοτέρας ἀεὶ τὰς κινήσεις ἡ φύσις ἔχει· ἤτοι τοῦ ἀξιοπίστου χάριν ἐν τούτοις γίνεται ὁ διδάσκαλος, ὡς μηκέτι τοῖς ἀνθρώποις ἀσπαστὸν νομισθῆναι τὸ καταπεφρονημένον πρᾶγμα ὑπὸ τοῦ διὰ τῆς πείρας διδαχθέντος τὸ μάταιον. καὶ γὰρ καὶ τοὺς ἰατρούς φασιν ἐν ἐκείνῳ μάλιστα κατορθοῦν τὴν τέχνην, οὗ ἂν διὰ τῶν ἰδίων σωμάτων τὸ εἶδος τῆς ἀρρωστίας γνωρίσωσι. καὶ ἀσφαλέστεροι τῶν τοιούτων γίνονται σύμβουλοί τε καὶ θεραπευταί, ὧν διὰ τοῦ προθεραπευθῆναι τὴν γνῶσιν ἔσχον, ὅσῳ τῷ ἰδίῳ πάθει προεδιδάχθησαν.

Ἴδωμεν τοίνυν τί λέγει πεπονθέναι ὁ τῷ καθ᾽ ἑαυτὸν βίῳ τὸν ἡμέτερον ἰατρεύων βίον. Ἐμεγάλυνα, φησί, ποίημά μου, ᾠκοδόμησά μοι οἴκους. εὐθὺς ἐκ κατηγορίας ὁ λόγος ἄρχεται. οὐ γὰρ τὸ τοῦ θεοῦ φησι ποίημα, ὅπερ εἰμὶ ἐγώ, ἀλλὰ τὸ ἐμὸν ἐμεγάλυνα. ἐμὸν δὲ ποίημα οὐδέν ἐστιν ἄλλο ἢ ὅπερ τῇ αἰσθήσει τὴν ἡδονὴν φέρει. ἔστι δὲ τοῦτο τὸ ποίημα τῷ μὲν γενικῷ λόγῳ ἕν, τῇ δὲ κατὰ λεπτὸν διαιρέσει εἰς πολλὰ ταῖς τῆς τρυφῆς χρείαις καταμερίζεται. τὸν γὰρ ἅπαξ ἐντὸς τοῦ βυθοῦ τῆς ὕλης γενόμενον ἀνάγκη πᾶσα πανταχόσε τὸν ὀφθαλμὸν περιάγειν, ὅθεν ἂν ᾖ δυνατὸν ἡδονὴν ἐκφυῆναι. καθάπερ γὰρ ἐκ μιᾶς πηγῆς πολλαχῇ διὰ σωλήνων ὀχετηγεῖται τὸ ὕδωρ καὶ οὐδὲν ἧττον ἓν τὸ ὕδωρ ἐστὶ τὸ ἐκ τῆς αὐτῆς πηγῆς μεριζόμενον, κἂν ἐν μυρίοις κρουνοῖς τύχῃ ῥέον, οὕτω μία τῇ φύσει οὖσα ἡ ἡδονὴ ἄλλως καὶ ἄλλως ἐν ταῖς τῶν ἐπιτηδευμάτων διαφοραῖς ὑπονοστοῦσα ῥέει πανταχοῦ ταῖς τοῦ βίου χρείαις ἑαυτὴν συνεισάγουσα. οἷον ὁ βίος ἀναγκαίαν ἐποίησε τῇ φύσει τὴν οἴκησιν· ἀσθενέστερον γὰρ πέφυκε τὸ ἀνθρώπινον ἢ ὥστε τὰς ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίας φέρειν· μέχρι τούτου ὁ οἶκος ἔχει πρὸς τὴν ζωὴν τὸ ὠφέλιμον. ἀλλὰ παρελθεῖν τοὺς ὅρους τῆς χρείας ἡ ἡδονὴ τὸν ἄνθρωπον ἐβιάσατο.

ὡς γὰρ οὐχὶ σώματι τὸ χρειῶδες πορίζων, ἀλλὰ τοῖς ὀφθαλμοῖς ἐπιτηδεύων τέρψεις καὶ ἐντρυφήματα λυπεῖται σχεδόν, ὅτι μὴ τὸν οὐρανὸν αὐτὸν ἐποίησεν ὑπωρόφιον μηδὲ τὰς τοῦ ἡλίου ἀκτῖνας ἔχει τῷ ὀρόφῳ καὶ αὐτὰς ἐντεκτήνασθαι. διὸ πλατύνει μὲν ἁπανταχόθεν τὰς τῶν κατασκευασμάτων περιγραφάς, τὴν τῆς συνοικίας περιβολὴν ὡς οἰκουμένην τινὰ ἄλλην ἑαυτῷ κτίζων, ἀνατείνει δὲ εἰς ὅτι μήκιστον ὕψος τοὺς τοίχους, ποικίλλει δὲ ταῖς ἔνδον τῶν οἰκημάτων διασκευαῖς, ἐξ ἀλλήλων καὶ δι᾽ ἀλλήλων ... παρέχων τῇ κατασκευῇ τῶν ἔνδον οἴκων τὴν ποικιλίαν. εἶτα Λάκαινα καὶ Θεσσαλὴ καὶ ἐκ Καρύστου λίθος ἀναπτύσσεται διὰ σιδήρου εἰς πλάκας, τά τε Νειλῷα μέταλλα καὶ τὰ τῆς Νουμιδίας ἀναζητεῖται καί που καὶ ἡ Φρυγία πέτρα ταῖς σπουδαῖς ταύταις συμπαρείληπται, ἣ τῇ λευκότητι τοῦ μαρμάρου τὴν πορφυρᾶν βαφὴν πρὸς τὸ συμβὰν κατασπείρασα τρυφὴ γίνεται τοῖς λιχνοτέροις ὄμμασι πολυειδῆ τινα καὶ πολυσχημάτιστον τὴν διάχυσιν τοῦ χρώματος ἐν τῷ λευκῷ ζωγραφήσασα. ὢ πόσαι περὶ τούτων σπουδαί, πόσα τὰ μηχανήματα, τῶν μὲν ὕδατι καὶ σιδήρῳ διαπριόντων τὰς ὕλας, ἄλλων δὲ διὰ χειρῶν ἀνθρωπίνων νυκτὶ καὶ ἡμέρᾳ πονούντων τῶν κατεργαζομένων τὴν ἔκπρισιν;

καὶ οὐδὲ ταῦτα ἤρκεσε τοῖς πονοῦσι περὶ τὸν μάταιον κόσμον, ἀλλὰ καὶ τὸ καθαρὸν τῆς ὑέλου διὰ φαρμάκων εἰς βαφὰς ποικίλας καταμολύνεται, ὡς ἂν καὶ παρὰ ταύτης τι συνεισενεχθείη τῇ τῶν ὀμμάτων χλιδῇ. πῶς δ᾽ ἄν τις εἴποι τὰς τῶν ὀρόφων περιεργίας, ἐφ᾽ ὧν τὰ ξύλα ἐκ δένδρων γινόμενα πάλιν ἐπαναστρέφοντα διὰ τῶν σοφισμάτων τῆς τέχνης δένδρα νομίζεται κλάδους καὶ φύλλα καὶ καρποὺς ἐν ταῖς γλυφίσιν ἐκφύοντα. σιωπῶ τὸν χρυσὸν τὸν εἰς λεπτούς τε καὶ ἀερώδεις ὑμένας διατεινόμενον καὶ πανταχῇ τούτοις ἐπιχρωννύμενον, ὡς ἂν τὴν λιχνείαν τῶν ὀμμάτων πρὸς ἑαυτὸν ἐπιστρέφοι, τὴν δὲ τῶν ἐλεφάντων συνεισφορὰν εἰς τὸν περίεργον καλλωπισμὸν τῶν εἰσόδων τόν τε ἀλειφόμενον ταῖς γλυφίσι τούτων χρυσὸν ἢ τὸν διὰ τῶν ἥλων ἐγκροτούμενον ἄργυρον καὶ πάντα τὰ τοιαῦτα. τί ἄν τις λέγοι ἢ τὰ ἐδάφη τῶν οἴκων ταῖς ποικίλαις τῶν λίθων βαφαῖς ὑπολάμποντα, ὡς ἂν καὶ οἱ πόδες αὐτῶν τῆς αὐγῆς τῶν λίθων κατατρυφῶσι, τήν τε κατὰ τὸ πλῆθος τῶν τοιούτων οἴκων φιλοτιμίαν, ὧν οὐχὶ ἡ χρεία τῆς ζωῆς τὴν κατασκευὴν ἀναγκαίαν ποιεῖ, ἀλλ᾽ ἡ ἐπιθυμία διὰ τῶν ἀνονήτων προϊοῦσα ἐφευρίσκει τὴν ἀκαιρίαν;

χρὴ γὰρ τῶν οἴκων τοὺς μὲν δρόμους εἶναι, τοὺς δὲ περιπάτους, τοὺς δὲ εἰσοδίους, τοὺς δὲ προεισοδίους καὶ ἄλλους ἐπιπυλίους· οὐ γὰρ ἀρκεῖν ἡγοῦνται πρὸς κόμπον τὰς πύλας καὶ τὰ προπύλαια καὶ τὴν ἐντὸς τῶν πυλῶν εὐρυχωρίαν, εἰ μή τι τοιοῦτον προσεντυγχάνοι τοῖς εἰσιοῦσιν, οἷον εὐθὺς καταπλῆξαι τῷ μεγέθει τοῦ ὁρωμένου τὸν εἰσερχόμενον· λουτρά τε πρὸς τούτοις παριόντα τῇ φιλοτιμίᾳ τὴν χρείαν ποταμοῖς ὅλοις ἐν τῇ τῶν κρουνῶν δαψιλείᾳ κατακλυζόμενα, καὶ τούτων προβεβλημένα γυμνάσια, καὶ ταῦτα περιττῶς διὰ ποικίλων μαρμάρων εἰς κόσμον ἐξησκημένα, στοαί τε πανταχόθεν περὶ τὴν οἴκησιν Νουμιδικοῖς ἢ Θεσσαλοῖς ἢ Σοηνίταις στύλοις ὑπερειδόμεναι ὅ τε ἐν τοῖς ἀνδριᾶσι χαλκὸς εἰς μυρία εἴδη σχηματιζόμενος πρὸς ὅτιπερ ἂν ἡ ἐπιθυμία τῆς περιεργίας χέῃ τὴν ὕλην, τά τε ἐκ τῶν μαρμάρων εἴδωλα καὶ τὰς ἐπὶ τῶν πινάκων γραφάς, δι᾽ ὧν καὶ τοῖς ὀφθαλμοῖς ἐκπορνεύουσιν ἀπογυμνούσης τῆς τέχνης διὰ μιμήσεως τὰ ἀθέατα, καὶ ὅσα ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν εἰς ἔκπληξίν τε καὶ ὥραν ἐπιτεχνώμενα.

Πῶς ἄν τις τὰ καθ᾽ ἕκαστον διεξέλθοι τῷ λόγῳ, ἐν οἷς ἡ σπουδὴ κατηγορία καὶ ἔλεγχος τῆς περὶ τὰ προτιμότερα ῥᾳθυμίας ἐστίν; ὅσῳ γὰρ ἄν 〈τις〉 πλεονάσῃ τῷ τε πλήθει καὶ τῇ περὶ τὰς ὕλας φιλοτιμίᾳ τὴν ἐν τοῖς κατασκευαζομένοις σπουδήν, τοσούτῳ μᾶλλον ἐλέγχει τὸ τῆς ψυχῆς ἀκαλλώπιστον. ὁ γὰρ πρὸς ἑαυτὸν βλέπων καὶ τὴν ἰδίαν ὄντως οἴκησιν καλλωπίζων, ὥστε ποτὲ καὶ τὸν θεὸν ἔνοικον δέξασθαι, ἄλλας ἔχει τὰς ὕλας, ἐξ ὧν τὸ κάλλος τῇ τοιαύτῃ οἰκήσει συνερανίζεται. οἶδα ἐγὼ χρυσὸν τοῖς τοιούτοις ἔργοις ἐνστίλβοντα τὸν ἐκ τῶν τῆς γραφῆς νοημάτων μεταλλευόμενον, οἶδα ἄργυρον τὰ θεῖα λόγια τὰ πεπυρωμένα, ὧν ἀπαστράπτει ἡ λαμπηδὼν διὰ τῆς ἀληθείας ἐκλάμπουσα. λίθων δὲ ποικίλων αὐγάς, ἐξ ὧν οἵ τε τοῖχοι τοῦ τοιούτου ναοῦ κατακοσμοῦνται, καὶ τῆς κατασκευῆς τὰ ἐδάφη τὰς ποικίλας τῶν ἀρετῶν διαθέσεις νοήσας οὐκ ἂν ἁμάρτοις τοῦ τῇ οἰκίᾳ ταύτῃ πρέποντος κόσμου. κατεστορέσθω τῇ ἐγκρατείᾳ τὸ ἔδαφος, δι᾽ ἧς ἡ τῆς γηΐνης διανοίας κόνις οὐ διοχλήσει τὸν διαιτώμενον. ἡ τῶν οὐρανίων ἐλπὶς ὡραϊζέτω τὸν ὄροφον, πρὸς ἣν ἀναβλέπων τῷ τῆς ψυχῆς ὀφθαλμῷ οὐκ εἰδώλοις κάλλους διὰ γλυφίδων μεμορφωμένοις ἐνατενίσεις, ἀλλ᾽ αὐτὸ κατόψει τὸ ἀρχέτυπον κάλλος οὐ χρυσῷ τινι καὶ ἀργύρῳ διηνθισμένον, ἀλλ᾽ ὅπερ ὑπὲρ χρυσίον καὶ λίθον τίμιόν ἐστι πολύν.

εἰ δὲ χρὴ καὶ τὸν ἐκ πλακῶν κόσμον ὑπογράψαι τῷ λόγῳ, ἔνθεν ἡ ἀφθαρσία καὶ ἡ ἀπάθεια διαπλακούτω τὸν οἶκον, ἐκεῖθεν ἡ δικαιοσύνη καὶ τὸ ἀόργητον κοσμείτω τὴν οἴκησιν, καθ᾽ ἕτερον μέρος ἡ ταπεινοφροσύνη καὶ τὸ μακρόθυμον διαλαμπέτω καὶ κατ᾽ ἄλλο πάλιν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πάντα δὲ ταῦτα ὁ καλὸς τεχνίτης ἡ ἀγάπη εὐθέτως πρὸς ἄλληλα συναρμοζέτω. κἂν λουτρῶν ἐπιθυμῇς, ἔχεις, ἐὰν θέλῃς, καὶ λουτρὸν κατοικίδιον καὶ κρουνοὺς ἰδίους, δι᾽ ὧν ἔστι τὰς κηλῖδας τῆς ψυχῆς ἀπορρύψασθαι, ᾧ ἐκέχρητο καὶ ὁ μέγας Δαβὶδ καθ᾽ ἑκάστην νύκτα ἐντρυφῶν τῷ τοιούτῳ λουτρῷ. στύλους δὲ τὴν τῆς ψυχῆς στοὰν ὑπερείδοντας μὴ Φρυγίους τινὰς ἢ πορφυρίτας περιεργάζου, ἀλλὰ τὸ ἐν παντὶ ἀγαθῷ στάσιμόν τε καὶ ἀμετακίνητον τῶν ὑλικῶν ἔστω σοι τούτων καλλωπισμάτων πολυτιμότερον. εἴδωλα δὲ παντοδαπὰ ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅσα πρὸς μίμησιν τῆς ἀληθείας δι᾽ ἀπάτης ἐπιτεχνῶνται οἱ ἄνθρωποι, ἡ τοιαύτη οὐ καταδέχεται οἴκησις, ἐν ᾗ γέμει τὰ τῆς ἀληθείας ἀγάλματα. δρόμους δὲ καὶ περιπάτους ἐπιθυμῶν τὴν ἐν ταῖς ἐντολαῖς ἔχεις διαγωγήν. οὕτω γάρ φησιν ἡ σοφία· Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι.

ὡς καλόν ἐστιν ἐν τούτοις διακινεῖσθαι καὶ διαγυμνάζεσθαι τὴν ψυχὴν καὶ διελθόντα τῇ κινήσει τὸν τῆς ἐντολῆς τόπον ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέφειν, τουτέστι πληρώσαντα τὴν σπουδαζομένην αὐτῷ ἐντολὴν πάλιν πρὸς τὸν δεύτερόν τε καὶ τρίτον καὶ πολλοστὸν τῆς εὐσεβείας δίαυλον μὴ ἀποκαμεῖν. τὰ δὲ εἰσόδια καὶ προεισόδια κάλλη ἡ τοῦ ἤθους κατόρθωσις καὶ ἡ εὐσχημοσύνη τοῦ βίου καλλωπιζέτω. ὁ τοῦτον τὸν τρόπον ἐξασκῶν εἰς κάλλος τὸ ἑαυτοῦ οἰκοδόμημα μικρὰ φροντιεῖ τῆς γηΐνης ὕλης, οὐκ ἐνοχλήσει μετάλλοις, οὐκ Ἰνδικὰ περάσει πελάγη, ἵνα τὰ τῶν ἐλεφάντων ὀστᾶ ἐμπορεύσηται, οὐ τεχνιτῶν περιεργίας μισθώσεται, ὧν ἡ τέχνη προσαπομένει τῇ ὕλῃ· ἀλλ᾽ οἴκοθεν ἕξει τὸν πλοῦτον τὸν ταῖς τοιαύταις κατασκευαῖς χορηγοῦντα τὰς ὕλας· πλοῦτος δέ ἐστιν ἡ προαίρεσις. τὴν δὲ τοῦ σώματος τοῦ ἰδίου φύσιν, ἕως ἂν συζῇ τῇ σαρκί, τοσοῦτον θεραπεύσει, ὅσον μὴ στερῆσαι τῶν ἀναγκαίων τινός.

τοσοῦτον γὰρ ἑαυτῷ περιθήσει οἰκίδιον, ὡς διαθάλψαι μόνον, εἰ τούτου γένοιτο χρεία, καὶ κατασκιάσαι πάλιν, ὅταν καταφρύγηται τῷ φλογμῷ τῶν ἀκτίνων τὰ σώματα, τήν τε τοῦ ἱματίου σκέπην πρὸς τὸν αὐτὸν βλέπων σκοπὸν κατασκευάσει, ὡς ἂν τὸ γυμνὸν ἐπικαλυφθείη τοῦ σώματος, οὐ πορφυρευτάς τινας καὶ κοκκοβάφους ἀναζητῶν οὐδὲ τοὺς ῥᾳδιουργοῦντας εἰς νῆμα τοῦ χρυσίου τὴν φύσιν, οὐδὲ τοὺς ἐκ Σηρῶν βόμβυκας περιεργαζόμενος καὶ τὸ ἐξ αὐτῶν νῆμα διὰ τῆς ὑφαντικῆς περιεργίας ἐσθῆτα ποιῶν πρὸς χρυσὸν καὶ πορφύραν συγκεκραμένην, τῇ τε ἐπιτυχούσῃ τροφῇ τὸ ἐνδέον τῆς χρείας παραμυθήσεται, χαίρειν ἐάσας ὀψαρτυτικὰς μαγγανείας. ἐν ὀλιγοδείᾳ δὲ διὰ τῶν ἐπιτυχόντων τῇ σαρκὶ λειτουργήσας πᾶσαν ἑαυτοῦ τὴν ζωὴν ἀναθήσει τῇ τῆς ψυχῆς ἐπιμελείᾳ μεγαλύνων τὸ τοῦ θεοῦ ποίημα, οὐχὶ τὸ ἴδιον, ὡς ἂν μὴ καὶ αὐτὸς εἰς ἀνάγκην ἔλθοι ποτὲ τοῦ τὴν ματαίαν δι᾽ ἐξαγορεύσεως δημοσιεύειν σπουδήν, καθὼς νῦν μεμαθήκαμεν παρὰ τοῦ εἰπόντος, ὅτι Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ θεοῦ, ὅπερ ἦν αὐτός, ἀλλὰ τὸ ἑαυτοῦ, ὅπερ ἦν τὸ τῆς σαρκὸς ἐνδιαίτημα, οὐ ταῖς χρείαις ὁριζόμενον, ἀλλὰ ταῖς ματαίαις ἐπιθυμίαις συμπλατυνόμενον.

Προστίθησι δὲ τούτοις ὁ λόγος καὶ ἄλλου πράγματος ἐξαγόρευσιν, ὅπερ τις τῆς τε τῶν νοημάτων παραφορᾶς καὶ τῆς ἐκ τοῦ καθεστῶτος ἐκστάσεως ἀρχέγονον λέγων οὐκ ἂν ἁμάρτοι. τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ οἴνου γινομένη τῆς διανοίας λύμη. εἰπὼν γὰρ ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ Ὠικοδόμησά μοι οἴκους ἐπάγει τούτοις τὸ καὶ Ἐφύτευσά μοι ἀμπελῶνας. ὡς κατὰ κοινοῦ δηλονότι τὸ Ἐμεγάλυνα καὶ ἐπὶ τῶν καθεξῆς ὑπαριθμουμένων σημαινόμενον. νοεῖν οὖν δέδωκε διὰ τούτου, ὡς καὶ τῆς φυτείας τῶν ἀμπελών〈ων〉 διὰ τοῦ μεγαλυνθῆναι παριούσης τὴν χρείαν. Ἐφύτευσά μοι ἀμπελῶνας, ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι παρεσκεύασα τῷ πυρὶ τὰς ὕλας, δι᾽ ὧν ηὔξησα τῶν ἡδονῶν τὴν φλόγα, ἢ ὅτι κατέχωσα τὸν νοῦν εἰς βάθος, καθάπερ τινὰ χοῦν ἐπιτύμβιον ἐπιφορήσας τῇ διανοίᾳ τὴν μέθην. Ἐφύτευσά μοι ἀμπελῶνας, οὐκ ἐσωφρονίσθην, φησί, τῷ διηγήματι τῆς τοῦ Νῶε παραφορᾶς, ὅτι κἀκεῖνον ἡ τοιαύτη φυτεία τοῦ κόσμου τῆς εὐσχημοσύνης ἀπογυμνώσασα ἔδειξε τοῖς ὁρῶσιν ἐλεεινόν τε ἅμα καὶ ἐπιγέλαστον. τοῖς μὲν γὰρ εὐνουστέροις τῶν παίδων ἐλέους ἄξιον ἐνομίσθη τὸ ἄσχημον, τῷ δὲ ἀτασθάλῳ τε καὶ ἀπαιδεύτῳ γέλωτος ἀφορμὴ τὸ τῆς μέθης γίνεται θέαμα. πολὺν δὲ περιλαμβάνει παθημάτων κατάλογον ἡ τῆς τῶν ἀμπελώνων φυτείας ἐξομολόγησις. ὅσα γὰρ καὶ οἷά ἐστι τὰ ἐκ τοῦ οἴνου ἀποτελούμενα πάθη, πάντα τῇ δυνάμει περιέχει ὁ λόγος.

τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι ὁ οἶνος, ὅταν παρέλθῃ τῇ ἀμετρίᾳ τὴν χρείαν, ἀκολασίας ἐστὶν ὑπέκκαυμα, ἡδονῶν χορηγία, νεότητος λύμη, γήρως ἀσχημοσύνη, γυναικῶν ἀτιμία, μανίας φάρμακον, παρανοίας ἐφόδιον, ψυχῆς δηλητήριον, διανοίας νέκρωσις, ἀρετῆς ἀλλοτρίωσις; ἐκεῖθεν ὁ ἀπροφάσιστος γέλως, ὁ ἄνευ αἰτίας θρῆνος, τὸ αὐτόματον δάκρυον, ἡ ἀνυπόστατος μεγαλαυχία, ἡ ἐπὶ τῷ ψεύδει ἀναισχυντία, ἡ τῶν ἀνυπάρκτων ἐπιθυμία, ἡ τῶν ἀμηχάνων ἐλπίς, ἡ ὑπέρογκος ἀπειλή, ὁ ἄλογος φόβος, ἡ τῶν κατ᾽ ἀλήθειαν φοβερῶν ἀναισθησία, ἡ ἀναίτιος ὑποψία, ἡ παράλογος φιλανθρωπία, ἡ τῶν ἀδυνάτων ἐπαγγελία· ἵνα παρῶμεν τὰ ἄλλα, τὸν ἀπρεπῆ νυσταγμόν, τὴν πάρετον καρηβαρίαν, τὴν ἐκ τῆς ἀμέτρου πληθώρας ἀσχημοσύνην, τὴν τῶν ἄρθρων λύσιν, τὸν λυγισμὸν τοῦ αὐχένος οὐκέτι ἑαυτὸν ἐπὶ τῶν ὤμων ἀνέχοντος, τῆς ἐκ τοῦ οἴνου ὑγρότητος τὸν σύνδεσμον τοῦ αὐχένος ὑπολυούσης. τί τὸ παράνομον ἄγος τῆς θυγατρομιξίας εἰργάσατο; τί τὴν διάνοιαν τοῦ Λὼτ ἀπὸ τῶν γινομένων ἐξέκλεψεν, ὃς καὶ τὸ ἄγος ἐτόλμησε καὶ ἠγνόησεν, ὅπερ ἐτόλμησεν; τίς ὥσπερ ἐν αἰνίγματι τὴν ἀλλόκοτον τῶν τέκνων ἐκείνων προσηγορίαν ἐκαινοτόμησεν; πῶς αἱ τοῦ ἐναγοῦς τόκου μητέρες ἀδελφαὶ τῶν ἰδίων τέκνων ἐγένοντο; πῶς οἱ παῖδες τὸν αὐτὸν ἔσχον πατέρα τε ὁμοῦ καὶ προπάτορα; τίς ὁ συγχέας ἐν παρανομίᾳ τὴν φύσιν;

οὐκ οἶνος ἐκβὰς τὰ μέτρα τὴν ἀπιστουμένην ταύτην τραγῳδίαν εἰσήνεγκεν; οὐ μέθη τὸν τοιοῦτον μῦθον τῇ ἱστορίᾳ συνέπλασεν, ὃς ταῖς ὑπερβολαῖς καὶ τοὺς ὄντως μύθους παρέρχεται; Ἐπότισαν γάρ, φησίν, οἶνον τὸν ἑαυτῶν πατέρα, καὶ οὕτως αὐτῷ τῆς διανοίας ἐξωσθείσης ὑπὸ τοῦ οἴνου καθάπερ μανίᾳ τινὶ κατεχόμενος τὸ τραγικὸν τοῦτο διήγημα τῷ βίῳ κατέλιπεν, ἐκκλαπείσης παρὰ τὸν τοῦ ἄγους καιρὸν ὑπὸ τῆς μέθης αὐτῷ τῆς αἰσθήσεως. ὢ κακῶς τῶν Σοδομιτικῶν ἀποθέτων αἱ γυναῖκες ἐκεῖναι τὸν οἶνον μεθ᾽ ἑαυτῶν ἐκκομίσασαι! ὢ κακὴν φιλοτησίαν ἐκ πονηροῦ κρατῆρος τῷ πατρὶ παρεγχέασαι! ὡς πολύ γε ἄμεινον ἦν μετὰ πάντων κἀκεῖνον τὸν οἶνον ἐν Σοδόμοις καταφθαρῆναι πρὶν τῆς τοιαύτης τραγῳδίας χορηγὸν γενέσθαι!

Καὶ τοιούτων ὄντων ὑποδειγμάτων καὶ τοσούτων καθ᾽ ἑκάστην ἡμέραν τῶν ἐκ τοῦ οἴνου κακῶν ἐμφυομένων τῷ βίῳ, καὶ τοῦτο πεποιηκέναι φησὶν ὁ ἀνεπαισχύντως διὰ τῆς ἐξαγορεύσεως τὸ ἑαυτοῦ στηλιτεύων, τὸ μὴ μόνον τῷ ὄντι κεχρῆσθαι οἴνῳ, ἀλλ᾽ ὅπως ἂν καὶ πλεονάσειεν ἡ τοῦ τοιούτου κτήματος χορηγία προνοηθῆναι. Ἐφύτευσα γάρ μοι, φησίν, ἀμπελῶνας, ὧν οὐκ ἂν δεηθείη ὁ αὐτὸς ἄμπελος εὐθηνοῦσα γινόμενος, ἄμπελος πνευματική, εὐθαλής τε καὶ ἀμφιλαφής, τοῖς τοῦ βίου κλάδοις καὶ ταῖς ἀγαπητικαῖς ἕλιξι διαπλεκομένη πρὸς τὸ ὁμόφυλον, καὶ κομῶσα μὲν ἀντὶ φύλλων τῇ εὐσχημοσύνῃ τῶν τρόπων, ἡδὺν δὲ καὶ πέπειρον τὸν τῆς ἀρετῆς βότρυν ἐκτρέφουσα. ὁ ταῦτα ἐν τῇ ἰδίᾳ καταφυτεύων ψυχῇ καὶ γεωργῶν οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα καὶ Ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν κατὰ τὴν παροιμιώδη φωνήν, ὡς ὁ τῆς τοιαύτης γεωργίας ἀπαιτεῖ νόμος, οἱονπερεὶ σκάλλων τοῖς λογισμοῖς τὸν βίον καὶ τὰ νόθα τῶν παραφυομένων ταῖς τῶν ἀρετῶν ῥίζαις ἐκτίλλων, ἐπάρδων δὲ τοῖς μαθήμασι τὴν ψυχὴν καὶ τῇ δρεπάνῃ τοῦ κριτικοῦ λόγου περικόπτων τὴν εἰς τὰ περιττὰ καὶ ἀνόνητα τῆς διανοίας φοράν, μακαριστὸς ἂν εἴη τῆς γεωργίας οὗτος τῷ τῆς σοφίας κρατῆρι τὸν ἑαυτοῦ βότρυν ἐνθλίβων.

Ἀλλ᾽ οὐ γινώσκει τὴν τοιαύτην φυτουργίαν ὁ πρὸς τὴν γῆν βλέπων καὶ τὰ ἐξ αὐτῆς ἀσπαζόμενος. προστίθησι γὰρ τούτοις τὰ τῶν κήπων τε καὶ παραδείσων τοῦ πλούτου ἐγκαλλωπίσματα. τίς χρεία παραδείσων πολλῶν τῷ πρὸς τὸν ἕνα παράδεισον βλέποντι; τίς δέ μοι ἡ ἐκ κήπου ὄνησις τοῦ τὰ λάχανα φύοντος, τὴν τῶν ἀσθενούντων τροφήν; εἰ ἐν τῷ ἑνὶ παραδείσῳ ἤμην, οὐκ ἂν εἰς πολλῶν παραδείσων ἐπιθυμίαν διεχεόμην. εἰ ἐν ὑγείᾳ τὴν ψυχὴν διῆγον, ὡς δύνασθαι τῆς στερροτέρας μετέχειν τροφῆς, οὐκ ἂν ἐν τοῖς λαχάνοις ἀπησχολούμην, κηπεύων ἐμαυτῷ τὴν κατάλληλον τῇ ἀσθενείᾳ τροφήν. ἀλλ᾽ ἐπειδὴ ἅπαξ συνεισῆλθε μὲν ἡ τρυφὴ τῇ χρείᾳ, παρῆλθε δὲ τοὺς ὅρους αὐτῆς ἡ ἐπιθυμία, μετὰ τὴν ἐν τοῖς οἴκοις πολυτέλειαν καὶ τὴν ὑπωρόφιον τῶν ματαίων δαπάνην τότε καὶ τὴν ὕπαιθρον ἐπιτηδεύει τρυφὴν καὶ τῇ τοῦ ἀέρος φύσει πρὸς τὴν τῶν ἡδονῶν ὑπηρεσίαν συγκέχρηται.

δένδρα γὰρ αὐτῷ διὰ γεωργίας ἐπιτηδεύεται ἀειθαλῆ τε καὶ δασέα καὶ ἀντὶ ὀρόφου τῷ ἀέρι γινόμενα, ἵνα καὶ ὕπαιθρος ὡς ἐν οἴκῳ τρυφῴη, καὶ παντοδαπαῖς πόαις διὰ τῆς τῶν κηπευόντων τέχνης ἡ ἐπιφάνεια τῆς γῆς ἀμφιέννυται, ὥστε πανταχόθεν ἡδέα πάντα τῷ ὀφθαλμῷ προσπίπτειν, ἐφ᾽ ὅπερ ἂν περιαγάγῃ τὸ βλέμμα, καὶ διὰ παντὸς ἐν τοῖς καταθυμίοις εἶναι καὶ βλέπειν ἐν ἑκάστῃ τοῦ ἔτους ὥρᾳ τὰ ὑπὲρ τὴν ὥραν, πόαν ἐν χειμῶνι καὶ ἄνθη πρόωρα καὶ τὴν ἀναδενδρουμένην ἄμπελον τὴν τοῖς ἀλλοτρίοις κλάδοις τοὺς ἰδίους ἐνδιαπλέκουσαν καὶ τὰς γλαφυρὰς τοῦ κισσοῦ πρὸς τὰ δένδρα περιπλοκὰς ὅσα τε αὖ καρπῶν εἴδη ἐξ ἑτερογενῶν ἀλλήλοις μιγνύμενα τὴν φύσιν βιάζεται, τῷ εἴδει τε καὶ τῇ γεύσει τὸ ἐπαμφοτερίζον ἐπισημαίνοντα, ὡς ἀμφότερα εἶναι δοκεῖν, ἅπερ ἂν ἐκ τῆς τῶν ἑτεροφυῶν συγκράσεως γένηται. πάντα ταῦτα καὶ εἴ τι ἄλλο ἐν τοῖς φυτοῖς ἐξεῦρεν ἡ τέχνη βιασαμένη τὴν φύσιν, ἃ ἡ χρεία μὲν τῆς ζωῆς οὐκ ἐζήτησεν, ἐπιζητεῖ δὲ ἡ ἀπαιδαγώγητος ἐπιθυμία.

Ταῦτα ἐν τῇ τῶν κήπων τε καὶ παραδείσων φιλοτεχνίᾳ γεγενῆσθαι ὁ τὰ ἑαυτοῦ ἐξαγορεύων λέγει. ὁ γὰρ εἰπών, ὅτι Ἐφύτευσα πᾶν ξύλον καρποῦ τῇ περιληπτικῇ ταύτῃ φωνῇ τὸ μηδὲν ἐλλελοιπέναι τῶν τοιούτων συνενεδείξατο. εἶτα μετὰ τὴν τρυφὴν τὴν ὕπαιθρόν τε καὶ ὑπωρόφιον οὐδὲ τὸ ὕδωρ ἀσυντελὲς πρὸς τὴν τῶν ἡδονῶν συνεισφορὰν καταλείπεται, ὡς δέον πᾶσιν ἐντρυφᾶν τοῖς στοιχείοις, τῇ γῇ διὰ τῶν οἴκων, τῷ ἀέρι διὰ τῶν δένδρων, τῷ ὕδατι διὰ τῆς χειροποιήτου θαλάσσης. ἵνα γὰρ καὶ ἡ τοῦ ὕδατος ὄψις ἐφηδύνῃ τῶν ὀφθαλμῶν τὴν ἀπάτην, λίμνη τὸ ἔδαφος γίνεται, κυκλόθεν περιοικοδομηθέντος τοῦ ὕδατος, ὡς ἂν καὶ ἡ νῆξις ἡδονὴν φέροι τοῖς φαιδρυνομένοις τὰ σώματα καὶ τὸ ἀπορρέον εὐανθεστέρους τοὺς παραδείσους κατασκευάζοι, πανταχῇ πρὸς τὰς χρείας τῶν ἀρδομένων κατασχιζόμενον. Ἐποίησα γάρ μοι, φησί, κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ᾽ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. εἰ δέ μοι ἦν ἡ τοῦ παραδείσου πηγή, τουτέστιν ἡ τῶν ἀρετῶν διδασκαλία, δι᾽ ἧς ὁ τῆς ψυχῆς αὐχμὸς ἐδροσίζετο, ὑπερεῖδον ἂν τῶν γηίνων ὑδάτων, ὧν πρόσκαιρος μὲν ἡ ἀπόλαυσις, παροδικὴ δὲ ἡ φύσις.

οὐκοῦν ἄμεινον ἂν εἴη τῆς θείας πηγῆς, δι᾽ ἧς αἱ ἀρεταὶ τῆς ψυχῆς ἐκφύονταί τε καὶ ἄρδονται, βραχεῖαν ἀπόρροιαν ἑαυτοῖς ὀχετηγῆσαι, ὡς ἂν τὸ τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἄλσος ἐν ταῖς ψυχαῖς ἡμῶν θάλλοι, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.