Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἕκτον ψαλμόν

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία του ψαλμού: ικεσία, ανθρώπινη ασθένεια και δάκρυα μετανοίας

Εξήγηση των στίχων του έκτου ψαλμού ως ικεσίας για αποτροπή της θείας οργής, με έμφαση στην ανθρώπινη αδυναμία και την αξία της εξομολόγησης μέσω των δακρύων όσο διαρκεί ο παρών βίος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 3

καὶ διὰ τοῦτο ὡς ἐν τοῖς ἀλγεινοῖς ἤδη γενόμενος τὰς τῶν ὀδυνωμένων φωνὰς ὑποκρίνεται, οἷς θυμὸς εἶναι δοκεῖ καὶ ὀργὴ τὸ ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν ἐπαγόμενον. λέγει τοίνυν ὅτι Οὐκ ἀναμένω ἐκ τοῦ θυμοῦ ἐκείνου διὰ τῶν φοβερῶν μαστίγων γενέσθαι μοι τῶν κεκρυμμένων τὸν ἔλεγχον, ἀλλὰ προλαμβάνω τῇ ἐξαγορεύσει τὴν ἐκ τῆς ὀργῆς ἐκείνης ἀνάγκην. ὅπερ γὰρ ἡ ὀδύνη ἐπὶ τῶν μαστιγουμένων ποιεῖ ἀκόντων αὐτῶν τὰ κρυπτὰ τῆς ἀνομίας ἐμφανῆ ποιοῦσα, τοῦτο ποιεῖ ἀφ᾽ ἑαυτῆς ἡ προαίρεσις, ἑαυτὴν διὰ τῆς μετανοίας μαστίζουσά τε καὶ κολάζουσα, καὶ δημοσιεύουσα τὴν κεκαλυμμένην ἐν τοῖς κεκρυμμένοις ἁμαρτίαν. εἰπὼν τοίνυν ὅτι Μήτε τῷ θυμῷ σου ἐλέγξῃς με, μήτε τῇ ὀργῇ σου παιδεύσῃς με, ἀκολούθως καταφεύγει ἐπὶ τὸν ἔλεον, οὐ τοσοῦτον εἰς προαίρεσιν ὅσον εἰς ἀσθένειαν φύσεως τοῦ κακοῦ τὴν αἰτίαν ἀνάγων· Ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον· ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. τίς δὲ ἡ ἀσθένεια; Ἐξηρθρώθη τὰ ὀστᾶ μου καὶ διελύθη ἀπὸ τῆς μετ᾽ ἀλλήλων ἁρμονίας. ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογισμοὺς τοὺς τὴν ψυχὴν διερείδοντας· Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. καὶ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι᾽ ὧν ἐπήγαγε τοῖς εἰρημένοις ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Τί οὖν ἀναβάλλῃ, φησίν, πρὸς τὴν ἴασιν, σὺ κύριε; ἕως πότε οὐκ ἐπάγεις τὸν ἔλεον; οὐχ ὁρᾷς τῆς ἀνθρωπίνης ζωῆς τὸ ὠκύμορον;

πρόλαβε τῇ ἐπιστροφῇ τῆς ψυχῆς μου τὸ ἀναγκαῖον τῆς ζωῆς ἡμῶν· μή ποτε τοῦ θανάτου ἐπιλαβόντος ἀργῇ πᾶσα πρὸς θεραπείαν ἐπίνοια. οὐκέτι γὰρ ἔσται ἐν τῷ θανάτῳ ὁ διὰ τῆς μνήμης τοῦ θεοῦ θεραπεῦσαι δυνάμενος τὴν ἐκ κακίας αὐτῷ γενομένην νόσον· διότι ἐπὶ γῆς μὲν ἰσχὺν ἡ ἐξομολόγησις ἔχει, ἐν δὲ τῷ ᾅδῃ τοῦτο οὐκ ἔστιν. εἶτα ὡς εἰπόντος τινὸς Πῶς καλεῖς ἐπὶ θεραπείαν τῶν πλημμελημάτων τὸν ἔλεον; ποίῳ τρόπῳ τὸ θεῖον ἱλεωσάμενος; οὕτω φησὶν ὅτι Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, καὶ ἐκπλυνῶ τὴν ἐξ ἁμαρτίας στρωμνὴν τῷ τῶν δακρύων ὕδατι. διὰ τί ταῦτα; ὅτι ἐν θυμῷ, φησίν, ὁ ὀφθαλμός μου ἐταράχθη, καὶ διὰ τοῦτο παλαιός τις καὶ εὐρωτιῶν ἐγενόμην, τοῦ θυμοῦ τοῦ παρὰ τῶν ἐχθρῶν μοι ἐγγενομένου τῇ ψυχῇ τὴν σηπεδόνα ποιήσαντος. εἰ δὲ θυμὸς μόνος τοσοῦτον ἐμποιεῖ φόβον τῷ δι᾽ αὐτοῦ πλημμελήσαντι, πόσῳ μᾶλλον εἰκός ἐστιν ἐν ἀπογνώσει γενέσθαι τῆς σῳζούσης ἐλπίδος τοὺς μὴ μόνον τὰ ἐκ τοῦ θυμοῦ πάθη τῷ ἰδίῳ βίῳ συνεγνωκότας, ἀλλὰ καὶ ὅσα ἐπιθυμία ἐργάζεται καὶ πλεονεξία καὶ τῦφος καὶ φιλοτιμία καὶ φθόνος καὶ ὁ λοιπὸς ἑσμὸς τῶν ἀνθρωπίνων κακῶν; διὰ τοῦτο πρὸς τοὺς παντοδαποὺς ἐχθροὺς ἀποστρέψας τὸν λόγον, Ἀπόστητε, φησίν, ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. δείκνυσι δὲ τῷ ἐφεξῆς λόγῳ τὴν ἀγαθὴν ἐλπίδα τοῦ ἐκ μετανοίας προσγινομένου ἡμῖν κατορθώματος.