Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας θε

Γρηγόριος ὁ Νύσσης

Ο Ευαγγελισμός και ο διάλογος με τον Αρχάγγελο

Παράθεση των τυπολογικών συμβολισμών της Θεοτόκου, το αρχαγγελικό μήνυμα και η συνετή αντίδραση της Παρθένου απέναντι στην αποκάλυψη του θείου μυστηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ὅτι ἐξ αὐτῆς προῆλθε τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον ἡμᾶς τῇ αὐτοῦ ἀγαθότητι· ἱερὸν γὰρ ἡγιασμένον καὶ ναὸς θεοῦ ἀκραιφνὴς ἐτύγχανε, τὸ χρυσοῦν τῶν θυμιαμάτων θυσιαστήριον, διὰ τὴν ἀνυπέρβλητον αὐτῆς καθαρότητα, τὸ θεῖον θυμίαμα τῆς συνθέσεως καὶ τὸ ἅγιον ἔλαιον τῆς χρήσεως, τὸ πολύτιμον τῆς πιστικῆς νάρδου ἀλάβαστρον, τὸ ἱερατικὸν διάδημα, τὴν ἀπόῤῥητον τοῦ θεοῦ μηνύουσα βούλησιν, ἡ μόνη σώματι καὶ πνεύματι ἁγία ὑπάρχουσα, ἡ πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα καὶ διὰ τῆς δεσποτικῆς εἰσόδου τε καὶ ἐξόδου τὸν κόσμον φωτίσασα, ἡ κατάκαρπος ἐλαία, ἐξ ἧς τὸ μυστικὸν τοῦ κυρίου λαβὸν κάρφος τὸ ἅγιον πνεῦμα τὸ χειμαζόμενον τῶν ἀνθρώπων γένος διεκόσμησεν. Αὕτη τῶν παρθένων καύχημα καὶ τῶν μητέρων ἀγαλλίαμα, τὸ ἀρχαγγελικὸν μήνυμα καὶ θεῖον εὐαγγέλιον [δεχομένη·] “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου καὶ πάλιν ἐκ σοῦ”, κυοφορηθῆναι γὰρ ἐκ τῆς ἁγίας παρθένου εὐδοκήσας ὁ κύριος τὸν ἀρχάγγελον εὐαγγελιζόμενον προσαπέστειλε. Ὁ δὲ ἐκ τῶν ἄνω ἀφράστων δυνάμεων πρὸς τὴν Μαρίαμ παραγενόμενος, πρώην τὸ “χαῖρε κεχαριτωμένη” αὐτῇ προσεκήρυξεν καὶ εὐθέως πάλιν ἐπήγαγεν· “Ὁ κύριος μετά σου, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου”. Ἡ δὲ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.

Προσήκοντος ἄρα τὴν ἁγίαν παρθένον Μαρίαμ [ἡ χάρις] ἐκλέλεκται, σοφὴ γὰρ κατὰ πάντα ἡ ἁγία ἐτύγχανεν ἐκ πασῶν γενεῶν ἐν γυναιξί, οὐδεμία αὐτῇ ὅμοια γέγονε ποτέ. Οὐχ ὡς ἡ πρώτη παρθένος Εὔα ἐν παραδείσῳ ὑπάρχουσα μόνη, χαύνη τῇ διανοίᾳ παρὰ τοῦ ὄφεως τὸν λόγον ἐδέξατο καὶ οὕτως ἐφθάρη τὸ τῆς καρδίας φρόνημα καὶ δι᾽ ἐκείνης ἅπας ὁ ἀγὼν τῶν ἁγίων ἐγένετο· ἀλλ᾽ ἐν μόνῃ τῇ ἁγίᾳ παρθένῳ τὸ ἐκείνης ἀνασέσωσται σφάλμα. Οὐχ ὡς ἡ Σάῤῥα εὐαγγελισθεῖσα περὶ τῆς τοῦ υἱοῦ συλλήψεως προπετεία ἐγέλασεν· οὐχ ὡς ἡ Ῥεβέκκα αὐτομόλως τὰ κόσμια ἐδέξατο καὶ τὰς καμίλους τοῦ μνηστῆρος προθύμως ἐπότισεν· οὐχ ὡς πᾶσα γυνὴ τοῦ χαριεντοῦ ἀσπασμοῦ ἀπεριέργως ἐδέξατο· ἀλλ᾽ ἐῤῥωμένῃ διανοίᾳ φαιδρῷ τῷ φρονήματι ἐν αὐτῇ διηπόρει καὶ ἔλεγεν· “Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; πόθεν ἡ δωρεὰ τὴν ὑπόθεσιν κέκτηται; πόθεν ἡμῖν οὗτος τὴν εὐλογίαν ἐκόμισε; πόθεν ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται; γνῶναι βούλομαί τι τὸ δῶρον καὶ τίς ὁ φέρων καὶ τίς ὁ πέμψας. Ἐξ οὐρανοῦ παραγέγονας, ἀνθρώπου χαρακτῆρα δεικνύεις, ἄνθρωπον θεωρῶ, καὶ λαμπάδας φωτὸς ἀπαστράπτεις”. Ταῦτα ἐν ἑαυτῇ διηπόρει καὶ ἔλεγεν· τοιούτοις δὲ λόγοις τῆς Μαρίας τὴν διάκρισιν ἔλυσεν [ὁ ἀρχάγγελος]· “Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ συλλήψῃ καὶ τέξῃ υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν”.

Λέγει πρὸς τὸν ἄγγελον ἡ ἁγία παρθένος· “Πῶς ἔσται μοι τοῦτο ἐπειδὴ ἄνδρα γήϊνον οὐ βούλομαι γνῶναι, ἐπειδὴ τῷ ἐπουρανίῳ νυμφίῳ ἐμαυτὴν ἀπεκλήρωσα; βούλομαι μένειν παρθένος, τὴν ἀξίαν τῆς παρθενίας προδοῦναι οὐ βούλομαι”. Λόγοις δὲ τοιούτοις ὁ ἄγγελος τὴν ἁγίαν ἐστήριζε· “Μὴ φοβοῦ, Μαρίαμ, οὐ γὰρ φοβῆσαί σε παραγέγονα, ἀλλ᾽ ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν· μὴ φοβοῦ, Μαρίαμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· τὴν χάριν μὴ ἀνάκρινε, νόμοις γὰρ φύσεως ἡ χάρις ὑπήκειν οὐκ ἀνέχεται. Ἅγιον δὲ πνεῦμα ἐπί σε ἐπελεύσεται, διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ, σύμμορφος, συνομοούσιος, συναΐδιος τῷ πατρί. Ἐν ᾧ πᾶσα κέκτηται ὁ πατὴρ τῆς θεότητος τὴν φανέρωσιν, ὁ χαρακτὴρ ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα καταλάμπεται, ἵνα φωτίσῃ τοὺς ἐν σκότει καθημένους. Μεμάθηκας, ὦ μακαρία, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγγέλοις ἐτύγχανε· ἔγνως, Μαρία, [τὰ] τοὺς προφήτας καὶ πατριάρχας λανθάνοντα· ἀκήκοας, Μαρία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται. Δαβὶδ καὶ Ἡσαΐας καὶ οἱ λοιποὶ θεηγόροι περὶ τῆς δεσποτικῆς ἐνανθρωπίσεως προεκήρυττον, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταντο. Σὺ δὲ μόνη ἁγία παρθένε τὰ τούτοις ἀγνοηθέντα μυστήρια ὑποδέχου καὶ μάνθανε· καὶ μὴ λογίζου ”πῶς ἔσται μοι τοῦτο;”