Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν μακάριον Μελέτιον ἐπίσκοπον Ἀντιοχείας ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Προοίμιο: Η απώλεια του πνευματικού πατέρα και η μεταστροφή της χαράς σε πένθος

Ο ρήτορας εκφράζει τη βαθιά οδύνη για την ορφάνια της Εκκλησίας εν μέσω αιρετικών επιθέσεων, αντιπαραβάλλοντας την προηγούμενη πνευματική ευφροσύνη του ποιμνίου με τη σημερινή συμφορά, η οποία παρομοιάζεται με ολέθριο ναυάγιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΤΑΦΙΟΣ ΕΙΣ ΜΕΛΕΤΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΑΝΤΙΟΧΕΙΑΣ Ηὔξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων ὁ νέος ἀπόστολος, ὁ συγκαταψηφισθεὶς μετὰ τῶν ἀποστόλων· εἵλκυσαν γὰρ οἱ ἅγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον, τὸν ἀθλητὴν οἱ ἀθληταί, τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν τῇ ψυχῇ οἱ καθαροὶ τῇ καρδίᾳ, τὸν κήρυκα τοῦ λόγου οἱ ὑπηρέται τοῦ λόγου. ἀλλὰ μακαριστὸς μὲν ὁ πατὴρ ἡμῶν τῆς τε ἀποστολικῆς συσκηνίας καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως, ἐλεεινοὶ δὲ ἡμεῖς· οὐ γὰρ ἐᾷ μακαρίζειν ἡμᾶς τοῦ πατρὸς τὴν εὐκληρίαν ἡ ἀωρία τῆς ὀρφανίας. ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν Χριστῷ εἶναι διὰ τῆς ἀναλύσεως, ἀλλ᾽ ἡμῖν χαλεπὸν τὸ διαζευχθῆναι τῆς πατρικῆς προστασίας. ἰδοὺ γάρ, βουλῆς καιρός, καὶ ὁ συμβουλεύων σιγᾷ· πόλεμος ἡμᾶς περιεστοίχισται, πόλεμος αἱρετικός, καὶ ὁ στρατηγῶν οὐκ ἔστιν· κάμνει ταῖς ἀρρωστίαις τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ εὑρίσκομεν. ὁρᾶτε ἐν ποταποῖς τὰ ἡμέτερα. ἐβουλόμην, εἴ πως οἷόν τε ἦν, τονώσας ἐμαυτοῦ τὴν ἀσθένειαν συναναβῆναι τῷ ὄγκῳ τῆς συμφορᾶς καί τινα ῥῆξαι φωνὴν κατ᾽ ἀξίαν τοῦ πάθους, καθάπερ οἱ γενναῖοι πεποιήκασιν οὗτοι μεγαλοφώνως τὴν ἐπὶ τῷ πατρὶ συμφορὰν ὀδυρόμενοι. ἀλλὰ τί πάθω; πῶς βιάσωμαι γλῶσσαν εἰς ὑπηρεσίαν τοῦ λόγου καθάπερ τινὶ πέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσαν; πῶς ἀνοίξω στόμα τῇ ἀφασίᾳ κεκρατημένον;

πῶς προῶμαι φωνὴν εἰς πάθη καὶ θρήνους ἐκ συνηθείας κατολισθαίνουσαν; πῶς ἀναβλέψω τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμμένοις; τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ σκοτεινὴν τῆς λύπης νεφέλην πάλιν ἐξ αἰθρίας λαμπρὰν ἀναδείξει τὴν τῆς εἰρήνης ἀκτῖνα; πόθεν δὲ καὶ ἀναλάμψει ἡ ἀκτὶς τοῦ φωστῆρος ἡμῶν καταδύντος; ὢ κακῆς σκοτομήνης ἀνατολὴν φωστῆρος οὐκ ἐλπιζούσης.

Ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ νῦν τε καὶ πρώην οἱ λόγοι γίνονται. τότε γαμικῶς ἐχορεύομεν, νῦν ἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν. τότε ἐπιθαλάμιον, νῦν ἐπιτάφιον ᾄδομεν. μέμνησθε γὰρ ὅτε τὸν πνευματικὸν γάμον ὑμᾶς εἱστιάσαμεν τῷ καλῷ νυμφίῳ συνοικίζοντες τὴν παρθένον, ὑμᾶς, καὶ τὰ τῶν λόγων ἕδνα κατὰ δύναμιν ἡμῶν εἰσηνεγκάμεθα εὐφραίνοντες ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. ἀλλὰ νῦν εἰς θρῆνον ἡμῖν ἡ χαρὰ μεθηρμόσθη καὶ ἡ τῆς εὐφροσύνης περιβολὴ σάκκος ἐγένετο. ἢ τάχα σιωπᾶν ἔδει τὸ πάθος καὶ ἔνδον ἀποκλείειν τῇ σιωπῇ τὴν ἀλγηδόνα, ὡς ἂν μὴ διοχλοίημεν τοὺς υἱοὺς τοῦ νυμφῶνος οὐκ ἔχοντες τὸ φαιδρὸν τοῦ γάμου ἔνδυμα ἀλλὰ μελανειμονοῦντες τῷ λόγῳ; ἐπειδὴ γὰρ ἀπήρθη ἀφ᾽ ἡμῶν ὁ καλὸς νυμφίος, ἀθρόως τῷ πένθει κατεμελάνθημεν, καὶ οὐκ ἔστι συνήθως καταφαιδρῦναι τὸν λόγον τὴν κοσμοῦσαν ἡμᾶς στολὴν τοῦ φθόνου ἀποσυλήσαντος. πλήρεις ἀγαθῶν πρὸς ὑμᾶς ἀπηντήσαμεν· γυμνοὶ καὶ πένητες ἀφ᾽ ὑμῶν ὑποστρέφομεν. ὀρθὴν εἴχομεν ὑπὲρ κεφαλῆς τὴν λαμπάδα πλουσίῳ τῷ φωτὶ καταλάμπουσαν· ταύτην ἐσβεσμένην ἀνακομίζομεν εἰς καπνὸν καὶ κόνιν διαλυθέντος τοῦ φέγγους. εἴχομεν τὸν θησαυρὸν τὸν μέγαν ἐν ὀστρακίνῳ τῷ σκεύει· ἀλλ᾽ ὁ μὲν θησαυρὸς ἀφανής, τὸ δὲ ὀστράκινον σκεῦος κενὸν τοῦ πλούτου τοῖς δεδωκόσιν ἐπανασῴζεται. τί ἐροῦσιν οἱ ἀποστείλαντες; τί ἀποκρινοῦνται οἱ ἀπαιτούμενοι; ὢ πονηροῦ ναυαγίου.

πῶς ἐν μέσῳ τῷ λιμένι τῆς ἐλπίδος ἡμῶν ἐναυαγήσαμεν; πῶς ἡ μυριοφόρος ὁλκὰς αὐτῷ πληρώματι καταδῦσα γυμνοὺς ἡμᾶς τούς ποτε πλουτοῦντας κατέλιπεν; ποῦ τὸ λαμπρὸν ἱστίον ἐκεῖνο τὸ τῷ ἁγίῳ πνεύματι διὰ παντὸς εὐθυνόμενον; ποῦ τὸ ἀσφαλὲς τῶν ψυχῶν ἡμῶν πηδάλιον, δι᾽ οὗ τὰς τρικυμίας τὰς αἱρετικὰς ἀπαθῶς παρεπλέομεν; ποῦ ἡ ἀμετάθετος τῆς γνώμης ἄγκυρα, ᾗ μετὰ πάσης ἀσφαλείας πεποιθότες ἀνεπαυόμεθα; ποῦ ὁ καλὸς κυβερνήτης ὁ πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος; ἆρα μικρὰ τὰ συμβάντα καὶ μάτην παθαίνομαι; ἢ μᾶλλον οὐκ ἐφικνοῦμαι τοῦ πάθους, κἂν ὑπερφωνήσω τῷ λόγῳ; χρήσατε ἡμῖν, ἀδελφοί, χρήσατε τὸ ἐκ συμπαθείας δάκρυον. καὶ γὰρ ὅτε ὑμεῖς ηὐφραίνεσθε, ἡμεῖς τῆς εὐφροσύνης ὑμῖν ἐκοινωνήσαμεν. οὐκοῦν ἀπόδοτε ἡμῖν τὸ πονηρὸν τοῦτο ἀντάλλαγμα. Χαίρειν μετὰ χαιρόντων, τοῦτο ἡμεῖς ἐποιήσαμεν· Κλαίειν μετὰ κλαιόντων, τοῦτο ὑμεῖς ἀνταπόδοτε. ἐδάκρυσέ ποτε ξένος λαὸς ἐπὶ τοῦ πατριάρχου Ἰακὼβ καὶ τὴν ἀλλοτρίαν συμφορὰν ᾠκειώσατο, ὅτε τὸν πατέρα ἐξ Αἰγύπτου οἱ ἀπ᾽ ἐκείνου μετακομίσαντες πανδημεὶ τὴν ἐπ᾽ αὐτῷ συμφορὰν ἐπὶ τῆς ἀλλοτρίας κατωλοφύραντο ἡμέραις τριάκοντα καὶ τοσαύταις νυξὶ τὸν ἐπ᾽ αὐτῷ θρῆνον συμπαρατείνοντες. μιμήσασθε τοὺς ἀλλοφύλους οἱ ἀδελφοὶ καὶ ὁμόφυλοι. κοινὸν ἦν τότε τῶν ξένων καὶ τῶν ἐγχωρίων τὸ δάκρυον· κοινὸν ἔστω καὶ νῦν, ἐπεὶ καὶ τὸ πάθος κοινόν.